[62] Φέρε δὴ καὶ περὶ Θηραμένους ὡς ἂν δύνωμαι διὰ βρα-
χυτάτων διδάξω. δέομαι δ’ ὑμῶν ἀκοῦσαι ὑπέρ τ’ ἐμαυτοῦ
καὶ τῆς πόλεως, καὶ μηδενὶ τοῦτο παραστῇ, ὡς Ἐρατο-
σθένους κινδυνεύοντος Θηραμένους κατηγορῶ. πυνθάνομαι
γὰρ ταῦτα ἀπολογήσεσθαι αὐτόν, ὅτι ἐκείνῳ φίλος ἦν καὶ
τῶν αὐτῶν ἔργων μετεῖχε. [63] καίτοι σφόδρ’ ἂν αὐτὸν οἶμαι
μετὰ Θεμιστοκλέους πολιτευόμενον προσποιεῖσθαι πράτ-
τειν ὅπως οἰκοδομηθήσεται τὰ τείχη, ὁπότε καὶ μετὰ
Θηραμένους ὅπως καθαιρεθήσεται. οὐ γάρ μοι δοκοῦσιν
ἴσου ἄξιοι γεγενῆσθαι· ὁ μὲν γὰρ Λακεδαιμονίων ἀκόντων
ᾠκοδόμησεν αὐτά, οὗτος δὲ τοὺς πολίτας ἐξαπατήσας
καθεῖλε. [64] περιέστηκεν οὖν τῇ πόλει τοὐναντίον ἢ ὡς εἰκὸς
ἦν. ἄξιον μὲν γὰρ <ἦν> καὶ τοὺς φίλους τοὺς Θηραμένους
προσαπολωλέναι, πλὴν εἴ τις ἐτύγχανεν ἐκείνῳ τἀναντία
πράττων· νῦν δὲ ὁρῶ τάς τε ἀπολογίας εἰς ἐκεῖνον ἀνα-
φερομένας, τούς τ’ ἐκείνῳ συνόντας τιμᾶσθαι πειρωμένους,
ὥσπερ πολλῶν ἀγαθῶν αἰτίου ἀλλ’ οὐ μεγάλων κακῶν
γεγενημένου. [65] ὃς πρῶτον μὲν τῆς προτέρας ὀλιγαρχίας
αἰτιώτατος ἐγένετο, πείσας ὑμᾶς τὴν ἐπὶ τῶν τετρακοσίων
πολιτείαν ἑλέσθαι. καὶ ὁ μὲν πατὴρ αὐτοῦ τῶν προβούλων
ὢν ταὔτ’ ἔπραττεν, αὐτὸς δὲ δοκῶν εὐνούστατος εἶναι τοῖς
πράγμασι στρατηγὸς ὑπ’ αὐτῶν ᾑρέθη. [66] καὶ ἕως μὲν ἐτι-
μᾶτο, πιστὸν ἑαυτὸν [τῇ πόλει] παρεῖχεν· ἐπειδὴ δὲ Πεί-
σανδρον μὲν καὶ Κάλλαισχρον καὶ ἑτέρους ἑώρα προτέρους
αὑτοῦ γιγνομένους, τὸ δὲ ὑμέτερον πλῆθος οὐκέτι βουλό-
μενον τούτων ἀκροᾶσθαι, τότ’ ἤδη διά τε τὸν πρὸς ἐκεί-
νους φθόνον καὶ τὸ παρ’ ὑμῶν δέος μετέσχε τῶν Ἀριστο-
κράτους ἔργων. [67] βουλόμενος δὲ τῷ ὑμετέρῳ πλήθει δοκεῖν
πιστὸς εἶναι Ἀντιφῶντα καὶ Ἀρχεπτόλεμον φιλτάτους
ὄντας αὑτῷ κατηγορῶν ἀπέκτεινεν, εἰς τοσοῦτον δὲ κα-
κίας ἦλθεν, ὥστε ἅμα μὲν διὰ τὴν πρὸς ἐκείνους πίστιν
ὑμᾶς κατεδουλώσατο, διὰ δὲ τὴν πρὸς ὑμᾶς τοὺς φίλους
ἀπώλεσε. [68] τιμώμενος δὲ καὶ τῶν μεγίστων ἀξιούμενος,
αὐτὸς ἐπαγγειλάμενος σώσειν τὴν πόλιν αὐτὸς ἀπώλεσε,
φάσκων πρᾶγμα ηὑρηκέναι μέγα καὶ πολλοῦ ἄξιον. ὑπέ-
σχετο δὲ εἰρήνην ποιήσειν μήτε ὅμηρα δοὺς μήτε τὰ τείχη
καθελὼν μήτε τὰς ναῦς παραδούς· ταῦτα δὲ εἰπεῖν μὲν
οὐδενὶ ἠθέλησεν, ἐκέλευσε δὲ αὑτῷ πιστεύειν. [69] ὑμεῖς δέ,
ὦ ἄνδρες Ἀθηναῖοι, πραττούσης μὲν τῆς ἐν Ἀρείῳ πάγῳ
βουλῆς σωτήρια, ἀντιλεγόντων δὲ πολλῶν Θηραμένει,
εἰδότες δὲ ὅτι οἱ μὲν ἄλλοι ἄνθρωποι τῶν πολεμίων ἕνεκα
τἀπόρρητα ποιοῦνται, ἐκεῖνος δ’ ἐν τοῖς αὑτοῦ πολίταις οὐκ
ἠθέλησεν εἰπεῖν ταῦθ’ ἃ πρὸς τοὺς πολεμίους ἔμελλεν ἐρεῖν,
ὅμως ἐπετρέψατε αὐτῷ πατρίδα καὶ παῖδας καὶ γυναῖ-
κας καὶ ὑμᾶς αὐτούς. [70] ὁ δὲ ὧν μὲν ὑπέσχετο οὐδὲν ἔπραξεν,
οὕτως δὲ ἐνετεθύμητο ὡς χρὴ μικρὰν καὶ ἀσθενῆ γενέ-
σθαι τὴν πόλιν, ὥστε περὶ ὧν οὐδεὶς πώποτε οὔτε τῶν πο-
λεμίων ἐμνήσθη οὔτε τῶν πολιτῶν ἤλπισε, ταῦθ’ ὑμᾶς
ἔπεισε πρᾶξαι, οὐχ ὑπὸ Λακεδαιμονίων ἀναγκαζόμενος,
ἀλλ’ αὐτὸς ἐκείνοις ἐπαγγελλόμενος, τοῦ τε Πειραιῶς τὰ
τείχη περιελεῖν καὶ τὴν ὑπάρχουσαν πολιτείαν καταλῦσαι,
εὖ εἰδὼς ὅτι, εἰ μὴ πασῶν τῶν ἐλπίδων ἀποστερηθήσεσθε,
ταχεῖαν παρ’ αὐτοῦ τὴν τιμωρίαν κομιεῖσθε. [71] καὶ τὸ τε-
λευταῖον, ὦ ἄνδρες δικασταί, οὐ πρότερον εἴασε τὴν ἐκκλη-
σίαν γενέσθαι, ἕως ὁ λεγόμενος ὑπ’ ἐκείνων καιρὸς ἐπι-
μελῶς ὑπ’ αὐτοῦ ἐτηρήθη, καὶ μετεπέμψατο μὲν τὰς μετὰ
Λυσάνδρου ναῦς ἐκ Σάμου, ἐπεδήμησε δὲ τὸ τῶν πολεμίων
στρατόπεδον. [72] τότε δὲ τούτων ὑπαρχόντων, καὶ παρόντος
Λυσάνδρου καὶ Φιλοχάρους καὶ Μιλτιάδου, περὶ τῆς πο-
λιτείας τὴν ἐκκλησίαν ἐποίουν, ἵνα μήτε ῥήτωρ αὐτοῖς
μηδεὶς ἐναντιοῖτο μηδὲ διαπειλοῖτο ὑμεῖς τε μὴ τὰ τῇ πόλει
συμφέροντα ἕλοισθε, ἀλλὰ τἀκείνοις δοκοῦντα ψηφίσαισθε.
[73] ἀναστὰς δὲ Θηραμένης ἐκέλευσεν ὑμᾶς τριάκοντα ἀνδρά-
σιν ἐπιτρέψαι τὴν πόλιν καὶ τῇ πολιτείᾳ χρῆσθαι ἣν Δρα-
κοντίδης ἀπέφαινεν. ὑμεῖς δ’ ὅμως καὶ οὕτω διακείμενοι
ἐθορυβεῖτε ὡς οὐ ποιήσοντες ταῦτα· ἐγιγνώσκετε γὰρ ὅτι
περὶ δουλείας καὶ ἐλευθερίας ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἠκκλη-
σιάζετε. [74] Θηραμένης δέ, ὦ ἄνδρες δικασταί, (καὶ τούτων
ὑμᾶς αὐτοὺς μάρτυρας παρέξομαι) εἶπεν ὅτι οὐδὲν αὐτῷ
μέλοι τοῦ ὑμετέρου θορύβου, ἐπειδὴ πολλοὺς μὲν Ἀθηναίων
εἰδείη τοὺς τὰ ὅμοια πράττοντας αὑτῷ, δοκοῦντα δὲ Λυσάν-
δρῳ καὶ Λακεδαιμονίοις λέγοι. μετ’ ἐκεῖνον δὲ Λύσανδρος
ἀναστὰς ἄλλα τε πολλὰ εἶπε καὶ ὅτι παρασπόνδους ὑμᾶς
ἔχοι, καὶ ὅτι οὐ περὶ πολιτείας ὑμῖν ἔσται ἀλλὰ περὶ σω-
τηρίας, εἰ μὴ ποιήσεθ’ ἃ Θηραμένης κελεύει. [75] τῶν δ’ ἐν
τῇ ἐκκλησίᾳ ὅσοι ἄνδρες ἀγαθοὶ ἦσαν, γνόντες τὴν παρα-
σκευὴν καὶ τὴν ἀνάγκην, οἱ μὲν αὐτοῦ μένοντες ἡσυχίαν
ἦγον, οἱ δὲ ᾤχοντο ἀπιόντες, τοῦτο γοῦν σφίσιν αὐτοῖς
συνειδότες, ὅτι οὐδὲν κακὸν τῇ πόλει ἐψηφίσαντο· ὀλίγοι
δέ τινες καὶ πονηροὶ καὶ κακῶς βουλευόμενοι τὰ προσταχ-
θέντα ἐχειροτόνησαν. [76] παρήγγελτο γὰρ αὐτοῖς δέκα μὲν
οὓς Θηραμένης ἀπέδειξε χειροτονῆσαι, δέκα δὲ οὓς οἱ
καθεστηκότες ἔφοροι κελεύοιεν, δέκα δ’ ἐκ τῶν παρόντων·
οὕτω γὰρ τὴν ὑμετέραν ἀσθένειαν ἑώρων καὶ τὴν αὑτῶν
δύναμιν ἠπίσταντο, ὥστε πρότερον ᾔδεσαν τὰ μέλλοντα
ἐν τῇ ἐκκλησίᾳ πραχθήσεσθαι. [77] ταῦτα δὲ οὐκ ἐμοὶ δεῖ πι-
στεῦσαι, ἀλλὰ ἐκείνῳ· πάντα γὰρ τὰ ὑπ’ ἐμοῦ εἰρημένα ἐν
τῇ βουλῇ ἀπολογούμενος ἔλεγεν, ὀνειδίζων μὲν τοῖς φεύ-
γουσιν, ὅτι δι’ αὑτὸν κατέλθοιεν, οὐδὲν φροντιζόντων
Λακεδαιμονίων, ὀνειδίζων δὲ τοῖς τῆς πολιτείας μετέχου-
σιν, ὅτι πάντων τῶν πεπραγμένων τοῖς εἰρημένοις τρόποις
ὑπ’ ἐμοῦ αὐτὸς αἴτιος γεγενημένος τοιούτων τυγχάνοι,
πολλὰς πίστεις αὐτοῖς ἔργῳ δεδωκὼς καὶ παρ’ ἐκείνων
ὅρκους εἰληφώς. [78] καὶ τοσούτων καὶ ἑτέρων κακῶν καὶ αἰσ-
χρῶν καὶ πάλαι καὶ νεωστὶ καὶ μικρῶν καὶ μεγάλων αἰτίου
γεγενημένου τολμήσουσιν αὑτοὺς φίλους ὄντας ἀποφαίνειν,
οὐχ ὑπὲρ ὑμῶν ἀποθανόντος Θηραμένους ἀλλ’ ὑπὲρ τῆς
αὑτοῦ πονηρίας, καὶ δικαίως μὲν ἐν ὀλιγαρχίᾳ δίκην δόντος
(ἤδη γὰρ αὐτὴν κατέλυσε), δικαίως δ’ ἂν ἐν δημοκρατίᾳ· δὶς
γὰρ ὑμᾶς κατεδουλώσατο, τῶν μὲν παρόντων καταφρονῶν,
τῶν δὲ ἀπόντων ἐπιθυμῶν, καὶ τῷ καλλίστῳ ὀνόματι χρώ-
μενος δεινοτάτων ἔργων διδάσκαλος καταστάς.
|