Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΑΡΑΓΡΑΦΗ ΠΡΟΣ ΠΑΝΤΑΙΝΕΤΟΝ

ΔΗΜ 37.17–20

Το ανυπόστατο της αγωγής του αντιδίκου
Καθώς έπρεπε να αντιμετωπίσει το δεδικασμένο της καταδίκης του συνεταίρου του, του Εύεργου, για τις ίδιες κατηγορίες (βλ. σχετικά και ΔΗΜ 37.1–3), ο ομιλητής εξιστόρησε στην ἀφήγησιν τα γεγονότα, προσπαθώντας να δείξει ότι η απόφαση σε εκείνη τη δίκη ήταν άδικη.

    [17] Τὰ μὲν δὴ γεγενημένα, καὶ περὶ ὧν οἴσετε τὴν ψῆφον,
καὶ δι’ ἃ τὴν δίκην συκοφαντούμενος παρεγραψάμην μὴ
εἰσαγώγιμον εἶναι, ταῦτ’ ἐστιν, ὦ ἄνδρες δικασταί. παρα-
σχόμενος δὲ μάρτυρας οἳ παρῆσαν ἡνίκ’ ἀφιέμην ὑπὸ τούτου
καὶ ἀπηλλαττόμην, ὡς οὐκ εἰσαγώγιμος ἐκ τῶν νόμων ἐστὶν
ἡ δίκη, μετὰ ταῦτ’ ἐπιδείξω. Καί μοι λέγε ταύτην τὴν
μαρτυρίαν.
ΜΑΡΤΥΡΙΑ.

    Λέγε δή μοι καὶ τὴν τῶν ἐωνημένων μαρτυρίαν, ἵν’
εἰδῆθ’ ὅτι τούτου κελεύοντος αὔτ’ ἀπεδόμην οἷς οὗτος
ἐκέλευσεν.
ΜΑΡΤΥΡΙΑ.

    [18] Οὐ τοίνυν μόνον ἡμῖν εἰσιν οὗτοι μάρτυρες, ὡς ἀφείμεθα
καὶ νῦν συκοφαντούμεθα, ἀλλὰ καὶ Πανταίνετος αὐτός. ὅτε
γὰρ λαγχάνων Εὐέργῳ τὴν δίκην εἴασεν ἐμέ, τότ’ ἐμαρτύρει
[οὗτος] πρὸς ἔμ’ αὑτῷ μηδὲν ἔγκλημ’ ὑπόλοιπον εἶναι· οὐ
γὰρ ἂν δήπου, τῶν αὐτῶν ἀδικημάτων παρόντων, ἀμφοῖν δ’
ὁμοίως ἐγκαλῶν, τὸν μὲν εἴασεν τῷ δ’ ἐδικάζετο. ἀλλὰ μὴν
ὅτι γ’ οὐκ ἐῶσιν οἱ νόμοι περὶ τῶν οὕτω πραχθέντων πάλιν
λαγχάνειν, οἶμαι μὲν ὑμᾶς καὶ μηδὲν εἰπόντος ἐμοῦ γιγνώ-
σκειν· ὅμως δὲ λέγ’ αὐτοῖς καὶ τὸν νόμον τουτονί.
ΝΟΜΟΣ.

    [19] Ἀκούετ’, ὦ ἄνδρες δικασταί, τοῦ νόμου λέγοντος ἄντι-
κρυς, ὧν ἂν ἀφῇ καὶ ἀπαλλάξῃ τις, μηκέτι τὰς δίκας εἶναι.
καὶ μὴν ὅτι γ’ ἀμφότερ’ ἐστὶ πεπραγμένα ταῦτα τούτῳ πρὸς
ἡμᾶς, ἠκούσατε τῶν μαρτυριῶν. ἁπάντων μὲν τοίνυν
τῶν ἐν τοῖς νόμοις ἀπειρημένων οὐ προσήκει δικάζεσθαι,
ἥκιστα δὲ τούτων. ἃ μὲν γὰρ τὸ δημόσιον πέπρακεν, ἔχοι
τις ἂν εἰπεῖν ὡς ἀδίκως οὐ προσήκοντα πέπρακεν· [20] καὶ περὶ
ὧν ἔγνω τὸ δικαστήριον, ἔστιν εἰπεῖν ὡς ἐξαπατηθὲν τοῦτ’
ἐποίησεν, καὶ περὶ τῶν ἄλλων τῶν ἐν τῷ νόμῳ καθ’ ἑκάστου
γένοιτ’ ἄν τις εἰκότως λόγος. ἃ δ’ αὐτὸς ἐπείσθη καὶ
ἀφῆκεν, οὐκ ἔνι δήπουθεν εἰπεῖν οὐδ’ αὑτὸν αἰτιάσασθαι, ὡς
οὐ δικαίως ταῦτ’ ἐποίησεν. οἱ μὲν οὖν παρά τι τῶν ἄλλων
τούτων δικαζόμενοι τοῖς ὑφ’ ἑτέρων δικαίοις ὡρισμένοις οὐκ
ἐμμένουσιν, ὁ δ’ ὧν ἂν ἀφῇ πάλιν λαγχάνων τοῖς ὑφ’
ἑαυτοῦ. διὸ πάντων μάλιστ’ ἄξιον τούτοις χαλεπαίνειν.