Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΟΛΥΝΘΙΑΚΟΣ Γ΄

ΔΗΜ 3.21–26

Ο Δημοσθένης συγκρίνει τους σύγχρονούς του πολιτικούς αγορητές με τους επιφανείς άνδρες του ένδοξου αθηναϊκού παρελθόντος
Ο Δημοσθένης επισήμανε την ανάγκη για έγκαιρη ανάληψη δράσης κατά του Φιλίππου (βλ. σχετικά και ΔΗΜ 3.10–13) σε μια περίοδο διαρκούς αύξησης της μακεδονικής δύναμης. Και προσθέτει:

    [21] Καὶ ταῦτ’ οὐχ ἵν’ ἀπέχθωμαί τισιν ὑμῶν, τὴν ἄλλως
προῄρημαι λέγειν· οὐ γὰρ οὕτως ἄφρων οὐδ’ ἀτυχής εἰμ’
ἐγὼ ὥστ’ ἀπεχθάνεσθαι βούλεσθαι μηδὲν ὠφελεῖν νομίζων·
ἀλλὰ δικαίου πολίτου κρίνω τὴν τῶν πραγμάτων σωτηρίαν
ἀντὶ τῆς ἐν τῷ λέγειν χάριτος αἱρεῖσθαι. καὶ γὰρ τοὺς ἐπὶ
τῶν προγόνων ἡμῶν λέγοντας ἀκούω, ὥσπερ ἴσως καὶ ὑμεῖς,
οὓς ἐπαινοῦσι μὲν οἱ παριόντες ἅπαντες, μιμοῦνται δ’ οὐ
πάνυ, τούτῳ τῷ ἔθει καὶ τῷ τρόπῳ τῆς πολιτείας χρῆσθαι,
τὸν Ἀριστείδην ἐκεῖνον, τὸν Νικίαν, τὸν ὁμώνυμον ἐμαυτῷ,
τὸν Περικλέα. [22] ἐξ οὗ δ’ οἱ διερωτῶντες ὑμᾶς οὗτοι πεφήνασι
ῥήτορες «τί βούλεσθε; τί γράψω; τί ὑμῖν χαρίσωμαι;»
προπέποται τῆς παραυτίκα χάριτος τὰ τῆς πόλεως
πράγματα, καὶ τοιαυτὶ συμβαίνει, καὶ τὰ μὲν τούτων πάντα
καλῶς ἔχει, τὰ δ’ ὑμέτερ’ αἰσχρῶς. [23] καίτοι σκέψασθ’, ὦ
ἄνδρες Ἀθηναῖοι, ἅ τις ἂν κεφάλαι’ εἰπεῖν ἔχοι τῶν τ’ ἐπὶ
τῶν προγόνων ἔργων καὶ τῶν ἐφ’ ὑμῶν. ἔσται δὲ βραχὺς
καὶ γνώριμος ὑμῖν ὁ λόγος· οὐ γὰρ ἀλλοτρίοις ὑμῖν χρωμέ-
νοις παραδείγμασιν, ἀλλ’ οἰκείοις, ὦ ἄνδρες Ἀθηναῖοι, εὐδαί-
μοσιν ἔξεστι γενέσθαι. [24] ἐκεῖνοι τοίνυν, οἷς οὐκ ἐχαρίζονθ’
οἱ λέγοντες οὐδ’ ἐφίλουν αὐτοὺς ὥσπερ ὑμᾶς οὗτοι νῦν, πέντε
μὲν καὶ τετταράκοντ’ ἔτη τῶν Ἑλλήνων ἦρξαν ἑκόντων,
πλείω δ’ ἢ μύρια τάλαντ’ εἰς τὴν ἀκρόπολιν ἀνήγαγον, ὑπή-
κουε δ’ ὁ ταύτην τὴν χώραν ἔχων αὐτοῖς βασιλεύς, ὥσπερ
ἐστὶ προσῆκον βάρβαρον Ἕλλησι, πολλὰ δὲ καὶ καλὰ καὶ
πεζῇ καὶ ναυμαχοῦντες ἔστησαν τρόπαι’ αὐτοὶ στρατευόμενοι,
μόνοι δ’ ἀνθρώπων κρείττω τὴν ἐπὶ τοῖς ἔργοις δόξαν τῶν
φθονούντων κατέλιπον. [25] ἐπὶ μὲν δὴ τῶν Ἑλληνικῶν ἦσαν
τοιοῦτοι· ἐν δὲ τοῖς κατὰ τὴν πόλιν αὐτὴν θεάσασθ’ ὁποῖοι,
ἔν τε τοῖς κοινοῖς κἀν τοῖς ἰδίοις. δημοσίᾳ μὲν τοίνυν
οἰκοδομήματα καὶ κάλλη τοιαῦτα καὶ τοσαῦτα κατεσκεύασαν
ἡμῖν ἱερῶν καὶ τῶν ἐν τούτοις ἀναθημάτων, ὥστε μηδενὶ τῶν
ἐπιγιγνομένων ὑπερβολὴν λελεῖφθαι· ἰδίᾳ δ’ οὕτω σώφρονες
ἦσαν καὶ σφόδρ’ ἐν τῷ τῆς πολιτείας ἤθει μένοντες, [26] ὥστε
τὴν Ἀριστείδου καὶ τὴν Μιλτιάδου καὶ τῶν τότε λαμπρῶν
οἰκίαν εἴ τις ἄρ’ οἶδεν ὑμῶν ὁποία ποτ’ ἐστίν, ὁρᾷ τῆς τοῦ
γείτονος οὐδὲν σεμνοτέραν οὖσαν· οὐ γὰρ εἰς περιουσίαν
ἐπράττετ’ αὐτοῖς τὰ τῆς πόλεως, ἀλλὰ τὸ κοινὸν αὔξειν
ἕκαστος ᾤετο δεῖν. ἐκ δὲ τοῦ τὰ μὲν Ἑλληνικὰ πιστῶς, τὰ
δὲ πρὸς τοὺς θεοὺς εὐσεβῶς, τὰ δ’ ἐν αὑτοῖς ἴσως διοικεῖν
μεγάλην εἰκότως ἐκτήσαντ’ εὐδαιμονίαν.