Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΛΑΧΗΣ

ΠΛ Λαχ 199e–201c

Όλοι οι συνομιλητές αναγνωρίζουν την κατάσταση απορίας στην οποία έχουν περιέλθει
Ο Σωκράτης ζήτησε να οριστεί η αρετή και συγκεκριμένα η ανδρεία, ώστε να είναι σε θέση οι συνομιλητές να εξετάσουν στη συνέχεια με ποιον τρόπο θα μπορούσαν να την αποκτήσουν οι γιοι του Λυσίμαχου και του Μελησία. Τόσο ο Λάχης, όμως, όσο και ο Νικίας απέτυχαν να δώσουν έναν επαρκή ορισμό της ανδρείας.

    ΣΩ. Καὶ μὴν ἔφαμέν γε τὴν ἀνδρείαν μόριον εἶναι ἓν
τῶν τῆς ἀρετῆς.

    ΝΙ. Ἔφαμεν γάρ.

    ΣΩ. Τὸ δέ γε νῦν λεγόμενον οὐ φαίνεται.

    ΝΙ. Οὐκ ἔοικεν.

    ΣΩ. Οὐκ ἄρα ηὑρήκαμεν, ὦ Νικία, ἀνδρεία ὅτι ἔστιν.

    ΝΙ. Οὐ φαινόμεθα.

    ΛΑ. Καὶ μὴν ἔγωγε, ὦ φίλε Νικία, ᾤμην σε εὑρήσειν,
[200a] ἐπειδὴ ἐμοῦ κατεφρόνησας Σωκράτει ἀποκριναμένου· πάνυ
δὴ μεγάλην ἐλπίδα εἶχον, ὡς τῇ παρὰ τοῦ Δάμωνος σοφίᾳ
αὐτὴν ἀνευρήσεις.

    ΝΙ. Εὖ γε, ὦ Λάχης, ὅτι οὐδὲν οἴει σὺ ἔτι πρᾶγμα εἶναι
ὅτι αὐτὸς ἄρτι ἐφάνης ἀνδρείας πέρι οὐδὲν εἰδώς, ἀλλ’ εἰ
καὶ ἐγὼ ἕτερος τοιοῦτος ἀναφανήσομαι, πρὸς τοῦτο βλέπεις,
καὶ οὐδὲν ἔτι διοίσει, ὡς ἔοικε, σοὶ μετ’ ἐμοῦ μηδὲν εἰδέναι
ὧν προσήκει ἐπιστήμην ἔχειν ἀνδρὶ οἰομένῳ τὶ εἶναι. σὺ
[200b] μὲν οὖν μοι δοκεῖς ὡς ἀληθῶς ἀνθρώπειον πρᾶγμα ἐργάζεσθαι
οὐδὲ πρὸς σαυτὸν βλέπειν ἀλλὰ πρὸς τοὺς ἄλλους· ἐγὼ δ’
οἶμαι ἐμοὶ περὶ ὧν ἐλέγομεν νῦν τε ἐπιεικῶς εἰρῆσθαι, καὶ
εἴ τι αὐτῶν μὴ ἱκανῶς εἴρηται, ὕστερον ἐπανορθώσεσθαι καὶ
μετὰ Δάμωνος ―οὗ σύ που οἴει καταγελᾶν, καὶ ταῦτα οὐδ’
ἰδὼν πώποτε τὸν Δάμωνα― καὶ μετ’ ἄλλων· καὶ ἐπειδὰν
βεβαιώσωμαι αὐτά, διδάξω καὶ σέ, καὶ οὐ φθονήσω· δοκεῖς
[200c] γάρ μοι καὶ μάλα σφόδρα δεῖσθαι μαθεῖν.

    ΛΑ. Σοφὸς γάρ τοι σὺ εἶ, ὦ Νικία. ἀλλ’ ὅμως ἐγὼ
Λυσιμάχῳ τῷδε καὶ Μελησίᾳ συμβουλεύω σὲ μὲν καὶ ἐμὲ
περὶ τῆς παιδείας τῶν νεανίσκων χαίρειν ἐᾶν, Σωκράτη δὲ
τουτονί, ὅπερ ἐξ ἀρχῆς ἔλεγον, μὴ ἀφιέναι· εἰ δὲ καὶ ἐμοὶ
ἐν ἡλικίᾳ ἦσαν οἱ παῖδες, ταὐτὰ ἂν ταῦτ’ ἐποίουν.

    ΝΙ. Ταῦτα μὲν κἀγὼ συγχωρῶ· ἐάνπερ ἐθέλῃ Σωκράτης
τῶν μειρακίων ἐπιμελεῖσθαι, μηδένα ἄλλον ζητεῖν. ἐπεὶ κἂν
[200d] ἐγὼ τὸν Νικήρατον τούτῳ ἥδιστα ἐπιτρέποιμι, εἰ ἐθέλοι
οὗτος· ἀλλὰ γὰρ ἄλλους μοι ἑκάστοτε συνίστησιν, ὅταν τι
αὐτῷ περὶ τούτου μνησθῶ, αὐτὸς δὲ οὐκ ἐθέλει. ἀλλ’ ὅρα, ὦ
Λυσίμαχε, εἴ τι σοῦ ἂν μᾶλλον ὑπακούοι Σωκράτης.

    ΛΥ. Δίκαιόν γέ τοι, ὦ Νικία, ἐπεὶ καὶ ἐγὼ τούτῳ πολλὰ
ἂν ἐθελήσαιμι ποιεῖν, ἃ οὐκ ἂν ἄλλοις πάνυ πολλοῖς ἐθέλοιμι.
πῶς οὖν φῄς, ὦ Σώκρατες; ὑπακούσῃ τι καὶ συμπροθυμήσῃ
ὡς βελτίστοις γενέσθαι τοῖς μειρακίοις;

    [200e] ΣΩ. Καὶ γὰρ ἂν δεινὸν εἴη, ὦ Λυσίμαχε, τοῦτό γε, μὴ
ἐθέλειν τῳ συμπροθυμεῖσθαι ὡς βελτίστῳ γενέσθαι. εἰ μὲν
οὖν ἐν τοῖς διαλόγοις τοῖς ἄρτι ἐγὼ μὲν ἐφάνην εἰδώς, τώδε
δὲ μὴ εἰδότε, δίκαιον ἂν ἦν ἐμὲ μάλιστα ἐπὶ τοῦτο τὸ ἔργον
παρακαλεῖν, νῦν δ’ ὁμοίως γὰρ πάντες ἐν ἀπορίᾳ ἐγενόμεθα·
τί οὖν ἄν τις ἡμῶν τίνα προαιροῖτο; ἐμοὶ μὲν οὖν δὴ αὐτῷ
[201a] δοκεῖ οὐδένα· ἀλλ’ ἐπειδὴ ταῦτα οὕτως ἔχει, σκέψασθε ἄν
τι δόξω συμβουλεύειν ὑμῖν. ἐγὼ γάρ φημι χρῆναι, ὦ ἄνδρες
―οὐδεὶς γὰρ ἔκφορος λόγος― κοινῇ πάντας ἡμᾶς ζητεῖν
μάλιστα μὲν ἡμῖν αὐτοῖς διδάσκαλον ὡς ἄριστον ―δεόμεθα
γάρ― ἔπειτα καὶ τοῖς μειρακίοις, μήτε χρημάτων φειδομένους
μήτε ἄλλου μηδενός· ἐᾶν δὲ ἡμᾶς αὐτοὺς ἔχειν ὡς νῦν ἔχο-
μεν οὐ συμβουλεύω. εἰ δέ τις ἡμῶν καταγελάσεται, ὅτι
[201b] τηλικοίδε ὄντες εἰς διδασκάλων ἀξιοῦμεν φοιτᾶν, τὸν Ὅμηρον
δοκεῖ μοι χρῆναι προβάλλεσθαι, ὃς ἔφη οὐκ ἀγαθὴν εἶναι
αἰδῶ κεχρημένῳ ἀνδρὶ παρεῖναι. καὶ ἡμεῖς οὖν ἐά-
σαντες χαίρειν εἴ τίς τι ἐρεῖ, κοινῇ ἡμῶν αὐτῶν καὶ τῶν
μειρακίων ἐπιμέλειαν ποιησώμεθα.

    ΛΥ. Ἐμοὶ μὲν ἀρέσκει, ὦ Σώκρατες, ἃ λέγεις· καὶ ἐθέλω,
ὅσῳπερ γεραίτατός εἰμι, τοσούτῳ προθυμότατα μανθάνειν
μετὰ τῶν νεανίσκων. ἀλλά μοι οὑτωσὶ ποίησον· αὔριον
[201c] ἕωθεν ἀφίκου οἴκαδε καὶ μὴ ἄλλως ποιήσῃς, ἵνα βουλευ-
σώμεθα περὶ αὐτῶν τούτων, τὸ δὲ νῦν εἶναι τὴν συνουσίαν
διαλύσωμεν.

    ΣΩ. Ἀλλὰ ποιήσω, ὦ Λυσίμαχε, ταῦτα, καὶ ἥξω παρὰ
σὲ αὔριον, ἐὰν θεὸς ἐθέλῃ.