Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΕΥΘΥΔΗΜΟΣ

ΠΛ Ευθυδ 288b–290d

Ποια "ἐπιστήμη" είναι ωφέλιμη;
Ο Σωκράτης αφηγείται στον Κρίτωνα τη συζήτηση που είχε την προηγούμενη ημέρα με τους σοφιστές Ευθύδημο και Διονυσόδωρο μπροστά στον νεαρό Κλεινία, όπου ανέπτυξε την αντίθεσή του απέναντι στην σοφιστική εριστική. Ενώ οι δύο σοφιστές υποσχέθηκαν στον νεαρό ότι θα τον έπειθαν για την ανάγκη να φιλοσοφεί και να είναι ενάρετος, κάνοντας επίδειξη της σοφιστικής τους δεινότητας τού έδειξαν πως, όποια απάντηση κι αν έδινε σε κάποια τους ερώτηση, οι ίδιοι ήταν σε θέση να τον πείσουν ότι ήταν λανθασμένη. Ο Κτήσιππος, φίλος του Κλεινία, αντέδρασε έντονα για την πρακτική των δύο σοφιστών. Τον λόγο τότε παίρνει ο Σωκράτης:

Ὦ Κτήσιππε, καὶ νυνδὴ ἃ
πρὸς Κλεινίαν ἔλεγον, καὶ πρὸς σὲ ταὐτὰ ταῦτα λέγω, ὅτι
οὐ γιγνώσκεις τῶν ξένων τὴν σοφίαν ὅτι θαυμασία ἐστίν.
ἀλλ’ οὐκ ἐθέλετον ἡμῖν ἐπιδείξασθαι σπουδάζοντε, ἀλλὰ τὸν
Πρωτέα μιμεῖσθον τὸν Αἰγύπτιον σοφιστὴν γοητεύοντε ἡμᾶς.
[288c] ἡμεῖς οὖν τὸν Μενέλαον μιμώμεθα, καὶ μὴ ἀφιώμεθα τοῖν
ἀνδροῖν ἕως ἂν ἡμῖν ἐκφανῆτον ἐφ’ ᾧ αὐτὼ σπουδάζετον·
οἶμαι γάρ τι αὐτοῖν πάγκαλον φανεῖσθαι, ἐπειδὰν ἄρξωνται
σπουδάζειν. ἀλλὰ δεώμεθα καὶ παραμυθώμεθα καὶ προσευχώ-
μεθα αὐτοῖν ἐκφανῆναι. ἐγὼ οὖν μοι δοκῶ καὶ αὐτὸς πάλιν
ὑφηγήσασθαι οἵω προσεύχομαι αὐτὼ φανῆναί μοι· ὅθεν γὰρ
[288d] τὸ πρότερον ἀπέλιπον, τὸ ἑξῆς τούτοις πειράσομαι, ὅπως ἂν
δύνωμαι, διελθεῖν, ἐάν πως ἐκκαλέσωμαι καὶ ἐλεήσαντέ
με καὶ οἰκτίραντε συντεταμένον καὶ σπουδάζοντα καὶ αὐτὼ
σπουδάσητον.

    Σὺ δέ, ὦ Κλεινία, ἔφην, ἀνάμνησόν με πόθεν τότ’ ἀπε-
λίπομεν. ὡς μὲν οὖν ἐγᾦμαι, ἐνθένδε ποθέν. Φιλοσοφη-
τέον ὡμολογήσαμεν τελευτῶντες· ἦ γάρ; ―Ναί, ἦ δ’ ὅς.
―Ἡ δέ γε φιλοσοφία κτῆσις ἐπιστήμης· οὐχ οὕτως; ἔφην.
―Ναί, ἔφη. ―Τίνα ποτ’ οὖν ἂν κτησάμενοι ἐπιστήμην ὀρθῶς
[288e] κτησαίμεθα; ἆρ’ οὐ τοῦτο μὲν ἁπλοῦν, ὅτι ταύτην ἥτις ἡμᾶς
ὀνήσει; ―Πάνυ γ’, ἔφη. ―Ἆρ’ οὖν ἄν τι ἡμᾶς ὀνήσειεν, εἰ
ἐπισταίμεθα γιγνώσκειν περιιόντες ὅπου τῆς γῆς χρυσίον
πλεῖστον κατορώρυκται; ―Ἴσως, ἔφη. ―Ἀλλὰ τὸ πρότερον,
ἦν δ’ ἐγώ, τοῦτό γε ἐξηλέγξαμεν, ὅτι οὐδὲν πλέον, οὐδ’ εἰ
ἄνευ πραγμάτων καὶ τοῦ ὀρύττειν τὴν γῆν τὸ πᾶν ἡμῖν
χρυσίον γένοιτο· ὥστε οὐδ’ εἰ τὰς πέτρας χρυσᾶς ἐπισταί-
[289a] μεθα ποιεῖν, οὐδενὸς ἂν ἀξία ἡ ἐπιστήμη εἴη. εἰ γὰρ μὴ καὶ
χρῆσθαι ἐπιστησόμεθα τῷ χρυσίῳ, οὐδὲν ὄφελος αὐτοῦ
ἐφάνη ὄν· ἢ οὐ μέμνησαι; ἔφην ἐγώ. ―Πάνυ γ’, ἔφη,
μέμνημαι. ―Οὐδέ γε, ὡς ἔοικε, τῆς ἄλλης ἐπιστήμης ὄφελος
γίγνεται οὐδέν, οὔτε χρηματιστικῆς οὔτε ἰατρικῆς οὔτε ἄλ-
λης οὐδεμιᾶς, ἥτις ποιεῖν τι ἐπίσταται, χρῆσθαι δὲ μὴ ᾧ ἂν
ποιήσῃ· οὐχ οὕτως; ―Συνέφη. ―Οὐδέ γε εἴ τις ἔστιν ἐπι--
[289b] στήμη ὥστε ἀθανάτους ποιεῖν, ἄνευ τοῦ ἐπίστασθαι τῇ
ἀθανασίᾳ χρῆσθαι οὐδὲ ταύτης ἔοικεν ὄφελος οὐδέν, εἴ τι
δεῖ τοῖς πρόσθεν ὡμολογημένοις τεκμαίρεσθαι. ―Συνεδόκει
ἡμῖν πάντα ταῦτα. ―Τοιαύτης τινὸς ἄρα ἡμῖν ἐπιστήμης δεῖ,
ὦ καλὲ παῖ, ἦν δ’ ἐγώ, ἐν ᾗ συμπέπτωκεν ἅμα τό τε ποιεῖν
καὶ τὸ ἐπίστασθαι χρῆσθαι τούτῳ ὃ ἂν ποιῇ. ―Φαίνεται,
ἔφη. ―Πολλοῦ ἄρα δεῖ, ὡς ἔοικεν, ἡμᾶς λυροποιοὺς δεῖν
[289c] εἶναι καὶ τοιαύτης τινὸς ἐπιστήμης ἐπηβόλους. ἐνταῦθα
γὰρ δὴ χωρὶς μὲν ἡ ποιοῦσα τέχνη, χωρὶς δὲ ἡ χρωμένη
διῄρηται τοῦ αὐτοῦ πέρι· ἡ γὰρ λυροποιικὴ καὶ ἡ κιθαριστικὴ
πολὺ διαφέρετον ἀλλήλοιν. οὐχ οὕτως; ―Συνέφη. ―Οὐδὲ
μὴν αὐλοποιικῆς γε δῆλον ὅτι δεόμεθα· καὶ γὰρ αὕτη ἑτέρα
τοιαύτη. ―Συνεδόκει. ―Ἀλλὰ πρὸς θεῶν, ἔφην ἐγώ, εἰ τὴν
λογοποιικὴν τέχνην μάθοιμεν, ἆρά ἐστιν αὕτη ἣν ἔδει κεκτη-
μένους ἡμᾶς εὐδαίμονας εἶναι; ―Οὐκ οἶμαι, ἔφη, ἐγώ, ὁ
Κλεινίας ὑπολαβών.

    [289d] Τίνι τεκμηρίῳ, ἦν δ’ ἐγώ, χρῇ;

    Ὁρῶ, ἔφη, τινὰς λογοποιούς, οἳ τοῖς ἰδίοις λόγοις, οἷς
αὐτοὶ ποιοῦσιν, οὐκ ἐπίστανται χρῆσθαι, ὥσπερ οἱ λυροποιοὶ
ταῖς λύραις, ἀλλὰ καὶ ἐνταῦθα ἄλλοι δυνατοὶ χρῆσθαι οἷς
ἐκεῖνοι ἠργάσαντο, οἱ λογοποιεῖν αὐτοὶ ἀδύνατοι· δῆλον οὖν
ὅτι καὶ περὶ λόγους χωρὶς ἡ τοῦ ποιεῖν τέχνη καὶ ἡ τοῦ
χρῆσθαι.

    Ἱκανόν μοι δοκεῖς, ἔφην ἐγώ, τεκμήριον λέγειν, ὅτι οὐχ
αὕτη ἐστὶν ἡ τῶν λογοποιῶν τέχνη, ἣν ἂν κτησάμενός τις
εὐδαίμων εἴη. καίτοι ἐγὼ ᾤμην ἐνταῦθά που φανήσεσθαι
[289e] τὴν ἐπιστήμην ἣν δὴ πάλαι ζητοῦμεν. καὶ γάρ μοι οἵ τε
ἄνδρες αὐτοὶ οἱ λογοποιοί, ὅταν συγγένωμαι αὐτοῖς, ὑπέρ-
σοφοι, ὦ Κλεινία, δοκοῦσιν εἶναι, καὶ αὐτὴ ἡ τέχνη αὐτῶν
θεσπεσία τις καὶ ὑψηλή. καὶ μέντοι οὐδὲν θαυμαστόν· ἔστι
γὰρ τῆς τῶν ἐπῳδῶν τέχνης μόριον μικρῷ τε ἐκείνης ὑπο--
[290a] δεεστέρα. ἡ μὲν γὰρ τῶν ἐπῳδῶν ἔχεών τε καὶ φαλαγγίων
καὶ σκορπίων καὶ τῶν ἄλλων θηρίων τε καὶ νόσων κήλησίς
ἐστιν, ἡ δὲ δικαστῶν τε καὶ ἐκκλησιαστῶν καὶ τῶν ἄλλων
ὄχλων κήλησίς τε καὶ παραμυθία τυγχάνει οὖσα· ἢ σοί,
ἔφην ἐγώ, ἄλλως πως δοκεῖ;

    Οὔκ, ἀλλ’ οὕτω μοι φαίνεται, ἔφη, ὡς σὺ λέγεις.

    Ποῖ οὖν, ἔφην ἐγώ, τραποίμεθ’ ἂν ἔτι; ἐπὶ ποίαν τέχνην;

    Ἐγὼ μὲν οὐκ εὐπορῶ, ἔφη.

    Ἀλλ’, ἦν δ’ ἐγώ, ἐμὲ οἶμαι ηὑρηκέναι.

    Τίνα; ἔφη ὁ Κλεινίας.

    [290b] Ἡ στρατηγική μοι δοκεῖ, ἔφην ἐγώ, τέχνη παντὸς μᾶλλον
εἶναι ἣν ἄν τις κτησάμενος εὐδαίμων εἴη.

    Οὐκ ἔμοιγε δοκεῖ.

    Πῶς; ἦν δ’ ἐγώ.

    Θηρευτική τις ἥδε γέ ἐστιν τέχνη ἀνθρώπων.

    Τί δὴ οὖν; ἔφην ἐγώ.

    Οὐδεμία, ἔφη, τῆς θηρευτικῆς αὐτῆς ἐπὶ πλέον ἐστὶν ἢ
ὅσον θηρεῦσαι καὶ χειρώσασθαι· ἐπειδὰν δὲ χειρώσωνται
τοῦτο ὃ ἂν θηρεύωνται, οὐ δύνανται τούτῳ χρῆσθαι, ἀλλ’ οἱ
μὲν κυνηγέται καὶ οἱ ἁλιῆς τοῖς ὀψοποιοῖς παραδιδόασιν, οἱ
[290c] δ’ αὖ γεωμέτραι καὶ οἱ ἀστρονόμοι καὶ οἱ λογιστικοί ―θηρευ-
τικοὶ γάρ εἰσι καὶ οὗτοι· οὐ γὰρ ποιοῦσι τὰ διαγράμματα
ἕκαστοι τούτων, ἀλλὰ τὰ ὄντα ἀνευρίσκουσιν― ἅτε οὖν χρῆ-
σθαι αὐτοὶ αὐτοῖς οὐκ ἐπιστάμενοι, ἀλλὰ θηρεῦσαι μόνον,
παραδιδόασι δήπου τοῖς διαλεκτικοῖς καταχρῆσθαι αὐτῶν τοῖς
εὑρήμασιν, ὅσοι γε αὐτῶν μὴ παντάπασιν ἀνόητοί εἰσιν.

    Εἶεν, ἦν δ’ ἐγώ, ὦ κάλλιστε καὶ σοφώτατε Κλεινία·
τοῦτο οὕτως ἔχει;

    Πάνυ μὲν οὖν. καὶ οἵ γε στρατηγοί, ἔφη, οὕτω τὸν αὐτὸν
[290d] τρόπον· ἐπειδὰν ἢ πόλιν τινὰ θηρεύσωνται ἢ στρατόπεδον,
παραδιδόασι τοῖς πολιτικοῖς ἀνδράσιν ―αὐτοὶ γὰρ οὐκ ἐπί-
στανται χρῆσθαι τούτοις ἃ ἐθήρευσαν― ὥσπερ οἶμαι οἱ
ὀρτυγοθῆραι τοῖς ὀρτυγοτρόφοις παραδιδόασιν. εἰ οὖν, ἦ δ’
ὅς, δεόμεθα ἐκείνης τῆς τέχνης, ἥτις ᾧ ἂν κτήσηται ἢ ποι-
ήσασα ἢ θηρευσαμένη αὐτὴ καὶ ἐπιστήσεται χρῆσθαι, καὶ ἡ
τοιαύτη ποιήσει ἡμᾶς μακαρίους, ἄλλην δή τινα, ἔφη,
ζητητέον ἀντὶ τῆς στρατηγικῆς.