Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΠΑΙΔΕΙΑ

ΞΕΝ ΚΠαιδ 3.1.14–3.1.22

Ο Κύρος στην Αρμενία: ο Τιγράνης υπερασπίζεται τον πατέρα του – Συζήτηση περί σωφροσύνης
Με μια σειρά από έξυπνους χειρισμούς ο Κύρος έφερε τον βασιλιά της Αρμενίας (βλ. σχετικά ΞΕΝ ΚΠαιδ 2.4.7–2.4.11) σε δύσκολη θέση και τον ανάγκασε να περάσει από δίκη, ώστε να εξηγήσει για ποιους λόγους αθετούσε τις υποχρεώσεις του απέναντι στον Κυαξάρη. Κατά την απολογία του ο βασιλιάς παραδέχτηκε την ενοχή του, αλλά παρέμεινε σιωπηλός, όταν ο Κύρος τον ρώτησε τι θα άξιζε να πάθει μετά από αυτήν την παραδοχή.

[3.1.14] ὁ δὲ παῖς αὐτοῦ Τιγράνης ἐπήρετο τὸν Κῦρον· Εἰπέ μοι,
ἔφη, ὦ Κῦρε, ἐπεὶ ὁ πατὴρ ἀποροῦντι ἔοικεν, ἦ συμβουλεύσω
περὶ αὐτοῦ ἃ οἶμαί σοι βέλτιστα εἶναι; καὶ ὁ Κῦρος, ᾐσθη-
μένος, ὅτε συνεθήρα αὐτῷ ὁ Τιγράνης, σοφιστήν τινα αὐτῷ
συνόντα καὶ θαυμαζόμενον ὑπὸ τοῦ Τιγράνου, πάνυ ἐπεθύμει
αὐτοῦ ἀκοῦσαι ὅ τι ποτ’ ἐροίη· καὶ προθύμως ἐκέλευσε λέγειν
ὅ τι γιγνώσκοι.

    [3.1.15] Ἐγὼ τοίνυν, ἔφη ὁ Τιγράνης, εἰ μὲν ἄγασαι τοῦ πατρὸς
ἢ ὅσα βεβούλευται ἢ ὅσα πέπραχε, πάνυ σοι συμβουλεύω
τοῦτον μιμεῖσθαι· εἰ μέντοι σοι δοκεῖ πάντα ἡμαρτηκέναι,
συμβουλεύω τοῦτον μὴ μιμεῖσθαι. Οὐκοῦν, ἔφη ὁ Κῦρος,
τὰ δίκαια ποιῶν ἥκιστ’ ἂν τὸν ἁμαρτάνοντα μιμοίμην.
Ἔστιν, ἔφη, ταῦτα. Κολαστέον ἄρ’ ἂν εἴη κατά γε τὸν
σὸν λόγον τὸν πατέρα, εἴπερ τὸν ἀδικοῦντα δίκαιον κολάζειν.
Πότερα δ’ ἡγῇ, ὦ Κῦρε, ἄμεινον εἶναι σὺν τῷ σῷ ἀγαθῷ τὰς
τιμωρίας ποιεῖσθαι ἢ σὺν τῇ σῇ ζημίᾳ; Ἐμαυτὸν ἄρα, ἔφη,
οὕτω γ’ ἂν τιμωροίμην. [3.1.16] Ἀλλὰ μέντοι, ἔφη ὁ Τιγράνης,
μεγάλα γ’ ἂν ζημιοῖο, εἰ τοὺς σεαυτοῦ κατακαίνοις τότε
ὁπότε σοι πλείστου ἄξιοι εἶεν κεκτῆσθαι. Πῶς δ’ ἄν, ἔφη
ὁ Κῦρος, τότε πλείστου ἄξιοι γίγνοιντο ἅνθρωποι ὁπότε
ἀδικοῦντες ἁλίσκοιντο; Εἰ τότε, οἶμαι, σώφρονες γίγνοιντο.
δοκεῖ γάρ μοι, ὦ Κῦρε, οὕτως ἔχειν, ἄνευ μὲν σωφροσύνης
οὐδ’ ἄλλης ἀρετῆς οὐδὲν ὄφελος εἶναι· τί γὰρ ἄν, ἔφη,
χρήσαιτ’ ἄν τις ἰσχυρῷ ἢ ἀνδρείῳ μὴ σώφρονι, [ἢ ἱππικῷ],
τί δὲ πλουσίῳ, τί δὲ δυνάστῃ ἐν πόλει; σὺν δὲ σωφροσύνῃ
καὶ φίλος πᾶς χρήσιμος καὶ θεράπων πᾶς ἀγαθός. [3.1.17] Τοῦτ’
οὖν, ἔφη, λέγεις ὡς καὶ ὁ σὸς πατὴρ ἐν τῇδε τῇ μιᾷ ἡμέρᾳ
ἐξ ἄφρονος σώφρων γεγένηται; Πάνυ μὲν οὖν, ἔφη. Πάθημα
ἄρα τῆς ψυχῆς σὺ λέγεις εἶναι τὴν σωφροσύνην, ὥσπερ
λύπην, οὐ μάθημα· οὐ γὰρ ἂν δήπου, εἴγε φρόνιμον δεῖ
γενέσθαι τὸν μέλλοντα σώφρονα ἔσεσθαι, παραχρῆμα ἐξ
ἄφρονος σώφρων ἄν τις γένοιτο. [3.1.18] Τί δ’, ἔφη, ὦ Κῦρε,
οὔπω ᾔσθου καὶ ἕνα ἄνδρα δι’ ἀφροσύνην μὲν ἐπιχειροῦντα
κρείττονι ἑαυτοῦ μάχεσθαι, ἐπειδὰν δὲ ἡττηθῇ, εὐθὺς πεπαυ-
μένον τῆς πρὸς τοῦτον ἀφροσύνης; πάλιν δ’, ἔφη, οὔπω
ἑώρακας πόλιν ἀντιταττομένην πρὸς πόλιν ἑτέραν, ἧς ἐπειδὰν
ἡττηθῇ παραχρῆμα ταύτῃ ἀντὶ τοῦ μάχεσθαι πείθεσθαι
ἐθέλει; [3.1.19] Ποίαν δ’, ἔφη ὁ Κῦρος, καὶ σὺ τοῦ πατρὸς ἧτταν
λέγων οὕτως ἰσχυρίζει σεσωφρονίσθαι αὐτόν; Ἧι νὴ
Δί’, ἔφη, σύνοιδεν ἑαυτῷ ἐλευθερίας μὲν ἐπιθυμήσας,
δοῦλος δ’ ὡς οὐδεπώποτε γενόμενος, ἃ δὲ ᾠήθη χρῆναι
λαθεῖν ἢ φθάσαι ἢ ἀποβιάσασθαι, οὐδὲν τούτων ἱκανὸς
γενόμενος διαπράξασθαι. σὲ δὲ οἶδεν, ἃ μὲν ἐβουλήθης
ἐξαπατῆσαι αὐτόν, οὕτως ἐξαπατήσαντα ὥσπερ ἄν τις
τυφλοὺς καὶ κωφοὺς καὶ μηδ’ ὁτιοῦν φρονοῦντας ἐξαπατή-
σειεν· ἃ δὲ ᾠήθης λαθεῖν χρῆναι, οὕτω σὲ οἶδε λαθόντα
ὥστε ἃ ἐνόμιζεν ἑαυτῷ ἐχυρὰ χωρία ἀποκεῖσθαι, σὺ εἰρκτὰς
ταῦτα ἔλαθες προκατασκευάσας· τάχει δὲ τοσοῦτον περιε-
γένου αὐτοῦ ὥστε πρόσωθεν ἔφθασας ἐλθὼν σὺν πολλῷ
στόλῳ πρὶν τοῦτον τὴν παρ’ ἑαυτῷ δύναμιν ἁθροίσασθαι.
[3.1.20] Ἔπειτα δοκεῖ σοι, ἔφη ὁ Κῦρος, καὶ ἡ τοιαύτη ἧττα σωφρονί-
ζειν ἱκανὴ εἶναι ἀνθρώπους, τὸ γνῶναι ἄλλους ἑαυτῶν
βελτίονας ὄντας; Πολύ γε μᾶλλον, ἔφη ὁ Τιγράνης, ἢ ὅταν
μάχῃ τις ἡττηθῇ. ὁ μὲν γὰρ ἰσχύι κρατηθεὶς ἔστιν ὅτε
ᾠήθη σωμασκήσας ἀναμαχεῖσθαι· καὶ πόλεις γε ἁλοῦσαι
συμμάχους προσλαβοῦσαι οἴονται ἀναμαχέσασθαι ἄν· οὓς
δ’ ἂν βελτίους τινὲς ἑαυτῶν ἡγήσωνται, τούτοις πολλάκις
καὶ ἄνευ ἀνάγκης ἐθέλουσι πείθεσθαι. [3.1.21] Σύ, ἔφη, ἔοικας
οὐκ οἴεσθαι τοὺς ὑβριστὰς γιγνώσκειν τοὺς ἑαυτῶν σωφρονε-
στέρους, οὐδὲ τοὺς κλέπτας τοὺς μὴ κλέπτοντας, οὐδὲ τοὺς
ψευδομένους τοὺς τἀληθῆ λέγοντας, οὐδὲ τοὺς ἀδικοῦντας
τοὺς τὰ δίκαια ποιοῦντας· οὐκ οἶσθα, ἔφη, ὅτι καὶ νῦν ὁ
σὸς πατὴρ ἐψεύσατο καὶ οὐκέτ’ ἠμπέδου τὰς πρὸς ἡμᾶς
συνθήκας, εἰδὼς ὅτι ἡμεῖς οὐδ’ ὁτιοῦν ὧν Ἀστυάγης συνέθετο
παραβαίνομεν; [3.1.22] Ἀλλ’ οὐδ’ ἐγὼ τοῦτο λέγω ὡς τὸ γνῶναι
μόνον τοὺς βελτίονας σωφρονίζει ἄνευ τοῦ δίκην διδόναι
ὑπὸ τῶν βελτιόνων, ὥσπερ ὁ ἐμὸς πατὴρ νῦν δίδωσιν.
Ἀλλ’, ἔφη ὁ Κῦρος, ὅ γε σὸς πατὴρ πέπονθε μὲν οὐδ’
ὁτιοῦν πω κακόν· φοβεῖταί γε μέντοι εὖ οἶδ’ ὅτι μὴ πάντα
τὰ ἔσχατα πάθῃ.