Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 5.1.30–5.1.36

Η Ανταλκίδειος ειρήνη
Η ενίσχυση του σπαρτιατικού στόλου και οι επιτυχίες του στον Ελλήσποντο έφεραν σε δυσχερή θέση τους Αθηναίους, που επιθυμούσαν πλέον τη σύναψη ειρήνης. Οι Κορίνθιοι, που υπέφεραν από τη φρουρά του Λεχαίου, και οι Αργείοι, που πληροφορούνταν τις σπαρτιατικές προετοιμασίες για εκστρατεία, ήταν επίσης πρόθυμοι να δεχτούν την ειρήνη που είχαν απορρίψει το 392 π.Χ. Απεσταλμένοι των πόλεων αυτών σπεύδουν στις Σάρδεις μετά από πρόσκληση του σατράπη Τιρίβαζου.

[5.1.30] ὥστ’ ἐπεὶ παρήγγειλεν ὁ Τιρίβαζος παρεῖναι
τοὺς βουλομένους ὑπακοῦσαι ἣν βασιλεὺς εἰρήνην κατα-
πέμποι, ταχέως πάντες παρεγένοντο. ἐπεὶ δὲ συνῆλθον,
ἐπιδείξας ὁ Τιρίβαζος τὰ βασιλέως σημεῖα ἀνεγίγνωσκε τὰ
γεγραμμένα. εἶχε δὲ ὧδε.

    [5.1.31] Ἀρταξέρξης βασιλεὺς νομίζει δίκαιον τὰς μὲν ἐν τῇ
Ἀσίᾳ πόλεις ἑαυτοῦ εἶναι καὶ τῶν νήσων Κλαζομενὰς καὶ
Κύπρον, τὰς δὲ ἄλλας Ἑλληνίδας πόλεις καὶ μικρὰς καὶ
μεγάλας αὐτονόμους ἀφεῖναι πλὴν Λήμνου καὶ Ἴμβρου
καὶ Σκύρου· ταύτας δὲ ὥσπερ τὸ ἀρχαῖον εἶναι Ἀθηναίων.
ὁπότεροι δὲ ταύτην τὴν εἰρήνην μὴ δέχονται, τούτοις ἐγὼ
πολεμήσω μετὰ τῶν ταῦτα βουλομένων καὶ πεζῇ καὶ κατὰ
θάλατταν καὶ ναυσὶ καὶ χρήμασιν.

    [5.1.32] Ἀκούοντες οὖν ταῦτα οἱ ἀπὸ τῶν πόλεων πρέσβεις ἀπήγ-
γελλον ἐπὶ τὰς ἑαυτῶν ἕκαστοι πόλεις. καὶ οἱ μὲν ἄλλοι
ἅπαντες ὤμνυσαν ἐμπεδώσειν ταῦτα, οἱ δὲ Θηβαῖοι ἠξίουν
ὑπὲρ πάντων Βοιωτῶν ὀμνύναι. ὁ δὲ Ἀγησίλαος οὐκ ἔφη
δέξασθαι τοὺς ὅρκους, ἐὰν μὴ ὀμνύωσιν, ὥσπερ τὰ βασιλέως
γράμματα ἔλεγεν, αὐτονόμους εἶναι καὶ μικρὰν καὶ μεγάλην
πόλιν. οἱ δὲ τῶν Θηβαίων πρέσβεις ἔλεγον ὅτι οὐκ
ἐπεσταλμένα σφίσι ταῦτ’ εἴη. Ἴτε νυν, ἔφη ὁ Ἀγησίλαος,
καὶ ἐρωτᾶτε· ἀπαγγέλλετε δ’ αὐτοῖς καὶ ταῦτα, ὅτι εἰ μὴ
ποιήσουσι ταῦτα, ἔκσπονδοι ἔσονται. οἱ μὲν δὴ ᾤχοντο.
[5.1.33] ὁ δ’ Ἀγησίλαος διὰ τὴν πρὸς Θηβαίους ἔχθραν οὐκ ἔμελ-
λεν, ἀλλὰ πείσας τοὺς ἐφόρους εὐθὺς ἐθύετο. ἐπειδὴ δὲ
ἐγένετο τὰ διαβατήρια, ἀφικόμενος εἰς τὴν Τεγέαν διέπεμπε
τῶν μὲν ἱππέων κατὰ τοὺς περιοίκους ἐπισπεύσοντας, διέ-
πεμπε δὲ καὶ ξεναγοὺς εἰς τὰς πόλεις. πρὶν δὲ αὐτὸν
ὁρμηθῆναι ἐκ Τεγέας, παρῆσαν οἱ Θηβαῖοι λέγοντες ὅτι
ἀφιᾶσι τὰς πόλεις αὐτονόμους. καὶ οὕτω Λακεδαιμόνιοι
μὲν οἴκαδε ἀπῆλθον, Θηβαῖοι δ’ εἰς τὰς σπονδὰς εἰσελθεῖν
ἠναγκάσθησαν, αὐτονόμους ἀφέντες τὰς Βοιωτίας πόλεις.
[5.1.34] οἱ δ’ αὖ Κορίνθιοι οὐκ ἐξέπεμπον τὴν τῶν Ἀργείων φρουράν.
ἀλλ’ ὁ Ἀγησίλαος καὶ τούτοις προεῖπε, τοῖς μέν, εἰ μὴ
ἐκπέμψοιεν τοὺς Ἀργείους, τοῖς δέ, εἰ μὴ ἀπίοιεν ἐκ τῆς
Κορίνθου, ὅτι πόλεμον ἐξοίσει πρὸς αὐτούς. ἐπεὶ δὲ φοβη-
θέντων ἀμφοτέρων ἐξῆλθον οἱ Ἀργεῖοι καὶ αὐτὴ ἐφ’ αὑτῆς
ἡ τῶν Κορινθίων πόλις ἐγένετο, οἱ μὲν σφαγεῖς καὶ οἱ
μεταίτιοι τοῦ ἔργου αὐτοὶ γνόντες ἀπῆλθον ἐκ τῆς Κορίνθου·
οἱ δ’ ἄλλοι πολῖται ἑκόντες κατεδέχοντο τοὺς πρόσθεν
φεύγοντας.

    [5.1.35] Ἐπεὶ δὲ ταῦτ’ ἐπράχθη καὶ ὠμωμόκεσαν αἱ πόλεις ἐμμε-
νεῖν ἐν τῇ εἰρήνῃ ἣν κατέπεμψε βασιλεύς, ἐκ τούτου διελύθη
μὲν τὰ πεζικά, διελύθη δὲ καὶ τὰ ναυτικὰ στρατεύματα.
Λακεδαιμονίοις μὲν δὴ καὶ Ἀθηναίοις καὶ τοῖς συμμάχοις
οὕτω μετὰ τὸν ὕστερον πόλεμον τῆς καθαιρέσεως τῶν
Ἀθήνησι τειχῶν αὕτη πρώτη εἰρήνη ἐγένετο. [5.1.36] ἐν δὲ τῷ
πολέμῳ μᾶλλον ἀντιρρόπως τοῖς ἐναντίοις πράττοντες οἱ
Λακεδαιμόνιοι πολὺ ἐπικυδέστεροι ἐγένοντο ἐκ τῆς ἐπ’
Ἀνταλκίδου εἰρήνης καλουμένης. προστάται γὰρ γενόμενοι
τῆς ὑπὸ βασιλέως καταπεμφθείσης εἰρήνης καὶ τὴν αὐτο-
νομίαν ταῖς πόλεσι πράττοντες, προσέλαβον μὲν σύμμαχον
Κόρινθον, αὐτονόμους δὲ ἀπὸ τῶν Θηβαίων τὰς Βοιωτίδας
πόλεις ἐποίησαν, οὗπερ πάλαι ἐπεθύμουν, ἔπαυσαν δὲ καὶ
Ἀργείους Κόρινθον σφετεριζομένους, φρουρὰν φήναντες ἐπ’
αὐτούς, εἰ μὴ ἐξίοιεν ἐκ Κορίνθου.