Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΚΑΤΑ ΦΙΛΩΝΟΣ ΔΟΚΙΜΑΣΙΑΣ

ΛΥΣ 31.24–34

(ΛΥΣ 31) Πίστις–ἀπόδειξις (§24–33): Για ποιους λόγους πρέπει να αποδοκιμαστεί ο Φίλωνας – Ἐπίλογος (§34): Έπαινος του ήθους των βουλευτών
Μετά τη διήγησιν , όπου ο ομιλητής εξέθεσε όλα τα γεγονότα της ζωής του Φίλωνα που συνέτειναν στην αποδοκιμασία του ως βουλευτή κατά τη συγκεκριμένη δοκιμασία, ακολουθεί η πίστις–ἀπόδειξις του λόγου.

    [24] Τί <ἂν> οὖν βουληθέντες ὑμεῖς τοῦτον δοκιμάσαιτε;
πότερον ὡς οὐχ ἡμαρτηκότα; ἀλλὰ τὰ μέγιστα περὶ τὴν
πατρίδα ἠδίκηκεν· ἀλλ’ ὡς ἔσται βελτίων; τοιγάρτοι πρό-
τερον βελτίων γενόμενος περὶ τὴν πόλιν ὕστερον βουλεύειν
ἀξιούτω, φανερόν τι ἀγαθὸν ὥσπερ τότε κακὸν ποιήσας.
σωφρονέστερον γάρ ἐστιν ὕστερον πᾶσι τῶν ἔργων τὰς
χάριτας ἀποδιδόναι· δεινὸν γὰρ ἔμοιγε δοκεῖ εἶναι, εἰ ἐξ
ὧν μὲν ἤδη ἡμάρτηκε μηδέποτε τιμωρηθήσεται, ἐξ ὧν δὲ
μέλλει εὖ ποιήσειν ἤδη τετιμήσεται. [25] ἀλλ’ ἄρα ἵνα βελτίους
ὦσιν οἱ πολῖται ὁρῶντες ἅπαντας ὁμοίως τιμωμένους, διὰ
τοῦτο δοκιμαστέος ἐστίν; ἀλλὰ κίνδυνος καὶ τοὺς χρηστούς,
ἐὰν αἰσθάνωνται ὁμοίως τοὺς πονηροὺς τιμωμένους, παύ-
σεσθαι τῶν χρηστῶν ἐπιτηδευμάτων, τῶν αὐτῶν ἡγουμέ-
νους εἶναι τούς τε κακοὺς τιμᾶν καὶ τῶν ἀγαθῶν ἀμνημο-
νεῖν· [26] ἄξιον δὲ καὶ τόδε ἐνθυμηθῆναι, ὅτι εἰ μέν τις φρού-
ριόν τι προὔδωκεν ἢ ναῦς ἢ στρατόπεδόν τι, ἐν ᾧ μέρος
τι ἐτύγχανε τῶν πολιτῶν ὄν, ταῖς ἐσχάταις ἂν ζημίαις
ἐζημιοῦτο, οὗτος δὲ προδοὺς ὅλην τὴν πόλιν οὐχ ὅπως
<μὴ> τιμωρηθήσεται <ἀλλὰ καὶ ὅπως τιμήσεται> παρα-
σκευάζεται. καίτοι δικαίως γ’ ἄν, ὅστις φανερῶς ὥσπερ
οὗτος προὔδωκε τὴν ἐλευθερίαν, οὐ περὶ τοῦ βουλεύειν
ἀλλὰ περὶ τοῦ δουλεύειν καὶ τῆς μεγίστης ἀτιμίας ἀγωνί-
ζοιτο.

    [27] Ἀκούω δ’ αὐτὸν λέγειν ὡς, εἴ τι ἦν ἀδίκημα τὸ μὴ
παραγενέσθαι ἐν ἐκείνῳ τῷ καιρῷ, νόμος ἂν ἔκειτο περὶ
αὐτοῦ διαρρήδην, ὥσπερ καὶ περὶ τῶν ἄλλων ἀδικημάτων.
οὐ γὰρ οἴεται ὑμᾶς γνώσεσθαι ὅτι διὰ τὸ μέγεθος τοῦ
ἀδικήματος οὐδεὶς περὶ αὐτοῦ ἐγράφη νόμος. τίς γὰρ ἄν
ποτε ῥήτωρ ἐνεθυμήθη ἢ νομοθέτης ἤλπισεν ἁμαρτήσεσθαί
τινα τῶν πολιτῶν τοσαύτην ἁμαρτίαν; [28] οὐ γὰρ ἂν δήπου,
εἰ μέν τις λίποι τὴν τάξιν μὴ αὐτῆς τῆς πόλεως ἐν κινδύνῳ
οὔσης ἀλλ’ ἑτέρους εἰς τοῦτο καθιστάσης, ἐτέθη νόμος ὡς
μεγάλα ἀδικοῦντος, εἰ δέ τις αὐτῆς τῆς πόλεως ἐν κινδύνῳ
οὔσης λίποι τὴν πόλιν αὐτήν, οὐκ ἂν ἄρα ἐτέθη. σφόδρα
γ’ ἄν, εἴ τις ᾠήθη τινὰ τῶν πολιτῶν ἁμαρτήσεσθαί τι
τοιοῦτόν ποτε. [29] τίς δ’ οὐκ ἂν εἰκότως ἐπιτιμήσειεν ὑμῖν,
εἰ τοὺς μετοίκους μέν, ὅτι οὐ κατὰ τὸ προσῆκον ἑαυτοῖς
ἐβοήθησαν τῷ δήμῳ, ἐτιμήσατε ἀξίως τῆς πόλεως, τοῦτον
δέ, ὅτι παρὰ τὸ προσῆκον ἑαυτῷ προὔδωκε τὴν πόλιν, μὴ
κολάσετε, εἰ μή γε ἄλλῳ τινὶ μείζονι, τῇ γε παρούσῃ ἀτι-
μίᾳ; [30] ἀναμνήσθητε δὲ δι’ ὅ τι ποτὲ τοὺς ἀγαθοὺς ἄνδρας
γενομένους περὶ τὴν πόλιν τιμᾶτε καὶ τοὺς κακοὺς ἀτι-
μάζετε. ἐδείχθη γὰρ ἀμφότερα ταῦτα οὐ τῶν γεγενημένων
μᾶλλόν τι ἕνεκα ἢ τῶν γενησομένων, ἵν’ ἀγαθοὶ προθυμῶν-
ται γίγνεσθαι ἐκ παρασκευῆς, κακοὶ δὲ μηδὲ ἐξ ἑνὸς τρό-
που ἐπιχειρῶσιν. [31] ἔτι δὲ ἐνθυμήθητε· ποίων ἂν ὑμῖν δοκεῖ
οὗτος ὅρκων φροντίσαι, ὃς ἔργῳ τοὺς πατρίους θεοὺς προὔ-
δωκεν; ἢ πῶς ἂν χρηστόν τι βουλεῦσαι περὶ τῆς πολιτείας,
ὃς οὐδὲ ἐλευθερῶσαι τὴν πατρίδα ἐβουλήθη; ἢ ποῖα ἂν
ἀπόρρητα τηρῆσαι, ὃς οὐδὲ τὰ προειρημένα ποιῆσαι ἠξίωσε;
πῶς δ’ εἰκός ἐστι τοῦτον, ὃς οὐδὲ τελευταῖος ἐπὶ τοὺς κιν-
δύνους ἦλθε, πρότερον τῶν κατεργασαμένων καὶ οὕτω νῦν
τιμηθῆναι; σχέτλιον δ’ ἂν εἴη, εἰ οὗτος μὲν ἅπαντας τοὺς
πολίτας περὶ οὐδενὸς ἡγήσατο, ὑμεῖς δὲ τοῦτον ἕνα ὄντα
μὴ ἀποδοκιμάσαιτε. [32] ὁρῶ δέ τινας οἳ νῦν μὲν τούτῳ πα-
ρασκευάζονται βοηθεῖν καὶ δεῖσθαι ὑμῶν, ἐπειδὴ ἐμὲ οὐκ
ἐδύναντο πεῖσαι· τότε δέ, ὅτε οἱ κίνδυνοι μὲν ὑμῖν καὶ
οἱ μέγιστοι ἀγῶνες ἦσαν, τὰ δὲ ἆθλα αὐτὴ ἡ πολιτεία
ἔκειτο, καὶ ἔδει οὐ μόνον περὶ τοῦ βουλεύειν ἀλλὰ καὶ
περὶ τῆς ἐλευθερίας ἀγωνίζεσθαι, τότε οὐκ ἐδέοντο αὐτοῦ
βοηθῆσαι καὶ ὑμῖν καὶ κοινῇ τῇ πόλει, καὶ μὴ προδοῦναι
μήτε τὴν πατρίδα μήτε τὴν βουλήν, ἧς νῦν ἀξιοῖ τυχεῖν
οὐ μετὸν αὐτῷ, ἄλλων γε κατεργασαμένων. [33] μόνος δή, ὦ
βουλή, δικαίως οὐδ’ ἂν ἀγανακτοίη μὴ τυχών· οὐ γὰρ ὑμεῖς
νῦν αὐτὸν ἀτιμάζετε, ἀλλ’ αὐτὸς αὑτὸν τότε ἀπεστέρησεν,
ὅτε οὐκ ἠξίωσεν, ὥσπερ νῦν προθύμως κληρωσόμενος ἦλθε,
καὶ τότε διαμαχούμενος περὶ αὐτῆς καταστῆναι μεθ’ ὑμῶν.

    [34] Ἱκανά μοι νομίζω εἰρῆσθαι, καίτοι πολλά γε παρα-
λιπών· ἀλλὰ πιστεύω ὑμᾶς καὶ ἄνευ τούτων αὐτοὺς τὰ
συμφέροντα τῇ πόλει γνώσεσθαι. οὐ γὰρ ἄλλοις τισὶν ὑμᾶς
δεῖ περὶ τῶν ἀξίων ὄντων βουλεύειν τεκμηρίοις χρῆσθαι
ἢ ὑμῖν αὐτοῖς, ὁποῖοί τινες ὄντες αὐτοὶ περὶ τὴν πόλιν
ἐδοκιμάσθητε. ἔστι γὰρ τὰ τούτου ἐπιτηδεύματα καινὰ πα-
ραδείγματα καὶ πάσης δημοκρατίας ἀλλότρια.