Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΑΡΧΙΔΑΜΟΣ

ΙΣΟΚΡ 6.62–69

(ΙΣΟΚΡ 6.52–69: Όχι στην εγκατάλειψη της Μεσσήνης) Ποιοι θα συνδράμουν τους Σπαρτιάτες στον αγώνα τους

    [62] Εἰ δὲ δεῖ καὶ περὶ τῶν ἔξωθεν βοηθειῶν εἰπεῖν,
ἡγοῦμαι πολλοὺς ἔσεσθαι τοὺς βουλομένους ἐπαμύνειν
ἡμῖν. ἐπίσταμαι γὰρ πρῶτον μὲν Ἀθηναίους, εἰ καὶ μὴ
πάντα μεθ’ ἡμῶν εἰσιν, ἀλλ’ ὑπέρ γε τῆς σωτηρίας τῆς
ἡμετέρας ὁτιοῦν ἂν ποιήσοντας· ἔπειτα τῶν ἄλλων πόλεων
ἔστιν ἃς ὁμοίως ἂν ὑπὲρ τῶν ἡμῖν συμφερόντων ὥσπερ τῶν
αὑταῖς βουλευσομένας· [63] ἔτι δὲ Διονύσιον τὸν τύραν-
νον καὶ τὸν Αἰγυπτίων βασιλέα καὶ τοὺς ἄλλους τοὺς κατὰ
τὴν Ἀσίαν δυνάστας, καθ’ ὅσον ἕκαστοι δύνανται, προ-
θύμως ἂν ἡμῖν ἐπικουρήσοντας· πρὸς δὲ τούτοις καὶ τῶν
Ἑλλήνων τοὺς ταῖς οὐσίαις προέχοντας καὶ ταῖς δόξαις
πρωτεύοντας καὶ τῶν βελτίστων πραγμάτων ἐπιθυμοῦντας,
εἰ καὶ μήπω συνεστήκασιν, ἀλλὰ ταῖς γ’ εὐνοίαις μεθ’
ἡμῶν ὄντας, ἐν οἷς περὶ τῶν μελλόντων εἰκότως ἂν μεγά-
λας ἐλπίδας ἔχοιμεν.

    [64] Οἶμαι δὲ καὶ τὸν ἄλλον ὄχλον τὸν ἐν Πελοποννήσῳ
καὶ τὸν δῆμον, ὃν οἰόμεθα μάλιστα πολεμεῖν ἡμῖν, ποθεῖν
ἤδη τὴν ἡμετέραν ἐπιμέλειαν. οὐδὲν γὰρ αὐτοῖς ἀποστᾶσι
γέγονεν ὧν προσεδόκησαν, ἀλλ’ ἀντὶ μὲν τῆς ἐλευθερίας
τοὐναντίον ἀποβέβηκεν (ἀπολέσαντες γὰρ αὑτῶν τοὺς βελ-
τίστους ἐπὶ τοῖς χειρίστοις τῶν πολιτῶν γεγόνασιν), ἀντὶ
δὲ τῆς αὐτονομίας εἰς πολλὰς καὶ δεινὰς ἀνομίας ἐμπε-
πτώκασιν, [65] εἰθισμένοι δὲ τὸν ἄλλον χρόνον μεθ’ ἡμῶν
ἐφ’ ἑτέρους ἰέναι, νῦν τοὺς ἄλλους ὁρῶσιν ἐφ’ αὑτοὺς
στρατευομένους, καὶ τὰς στάσεις, ἃς ἐπυνθάνοντο πρότε-
ρον παρ’ ἑτέροις οὔσας, νῦν παρ’ αὑτοῖς ὀλίγου δεῖν καθ’
ἑκάστην τὴν ἡμέραν γιγνομένας, οὕτω δ’ ὡμαλισμένοι ταῖς
συμφοραῖς εἰσιν, ὥστε μηδένα διαγνῶναι δύνασθαι τοὺς
κάκιστα πράττοντας αὐτῶν· [66] οὐδεμία γάρ ἐστιν τῶν
πόλεων ἀκέραιος, οὐδ’ ἥ τις οὐχ ὁμόρους ἔχει τοὺς κακῶς
ποιήσοντας, ὥστε τετμῆσθαι μὲν τὰς χώρας, πεπορθῆσθαι δὲ
τὰς πόλεις, ἀναστάτους δὲ γεγενῆσθαι τοὺς οἴκους τοὺς
ἰδίους, ἀνεστράφθαι δὲ τὰς πολιτείας καὶ καταλελύσθαι
τοὺς νόμους, μεθ’ ὧν οἰκοῦντες εὐδαιμονέστατοι τῶν Ἑλλή-
νων ἦσαν. [67] οὕτω δ’ ἀπίστως τὰ πρὸς σφᾶς αὐτοὺς
καὶ δυσμενῶς ἔχουσιν, ὥστε μᾶλλον τοὺς πολίτας ἢ τοὺς
πολεμίους δεδίασιν· ἀντὶ δὲ τῆς ἐφ’ ἡμῶν ὁμονοίας καὶ
τῆς παρ’ ἀλλήλων εὐπορίας εἰς τοσαύτην ἀμιξίαν ἐληλύθα-
σιν, ὥσθ’ οἱ μὲν κεκτημένοι τὰς οὐσίας ἥδιον ἂν εἰς τὴν
θάλατταν τὰ σφέτερ’ αὐτῶν ἐκβάλοιεν ἢ τοῖς δεομένοις
ἐπαρκέσειαν, οἱ δὲ καταδεέστερον πράττοντες οὐδ’ ἂν
εὑρεῖν δέξαιντο μᾶλλον ἢ τὰ τῶν ἐχόντων ἀφελέσθαι·
[68] καταλύσαντες δὲ τὰς θυσίας ἐπὶ τῶν βωμῶν σφάτ-
τουσιν ἀλλήλους· πλείους δὲ φεύγουσι νῦν ἐκ μιᾶς πόλεως
ἢ πρότερον ἐξ ἁπάσης τῆς Πελοποννήσου. καὶ τοσούτων
ἀπηριθμημένων κακῶν, πολὺ πλείω τὰ παραλελειμμένα τῶν
εἰρημένων ἐστίν· οὐδὲν γὰρ ὅ τι τῶν δεινῶν ἢ χαλεπῶν οὐκ
ἐνταῦθα συνδεδράμηκεν. [69] ὧν οἱ μὲν ἤδη μεστοὶ τυγ-
χάνουσιν ὄντες, οἱ δὲ διὰ ταχέων ἐμπλησθήσονται, καὶ
ζητήσουσί τινα τῶν παρόντων πραγμάτων εὑρεῖν ἀπαλ-
λαγήν. μὴ γὰρ οἴεσθ’ αὐτοὺς μενεῖν ἐπὶ τούτοις· οἵτινες
γὰρ εὖ πράττοντες ἀπεῖπον, πῶς ἂν οὗτοι κακοπαθοῦντες
πολὺν χρόνον καρτερήσειαν; ὥστ’ οὐ μόνον ἢν μαχόμενοι
νικήσωμεν, ἀλλὰ ἐὰν ἡσυχίαν ἔχοντες περιμείνωμεν,
ὄψεσθ’ αὐτοὺς μεταβαλλομένους καὶ τὴν ἡμετέραν συμμα-
χίαν σωτηρίαν αὑτῶν εἶναι νομίζοντας. τὰς μὲν οὖν
ἐλπίδας ἔχω τοιαύτας.