Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΑΡΧΙΔΑΜΟΣ

ΙΣΟΚΡ 6.52–61

(ΙΣΟΚΡ 6.52–69: Όχι στην εγκατάλειψη της Μεσσήνης) Το χρέος απέναντι στο ένδοξο παρελθόν της πόλης – Το δίκαιο των σπαρτιατικών αξιώσεων και οι αρετές των Σπαρτιατών
Συνεχίζοντας την πίστιν του λόγου του και επιχειρώντας να αποδείξει ότι η κατοχή της Μεσσήνης ήταν συμφέρουσα για την Σπάρτη, ο ομιλητής επιχειρηματολόγησε υπέρ του πολέμου στην περίπτωση που μια πόλη δυστυχεί. Υποστήριξε, μάλιστα, ότι τέτοιες συνθήκες ειρήνης, όπως αυτή που προέβλεπε την ανεξαρτησία της Μεσσήνης από τη Σπάρτη, οδηγούσαν τελικά σε υποδούλωση τις πόλεις των οποίων τα συμφέροντα θίγονταν.

    [52] Ὧν ἐνθυμουμένους χρὴ μὴ προπετῶς ἡμᾶς αὐτοὺς
ἐμβαλεῖν εἰς αἰσχρὰς ὁμολογίας, μηδὲ ῥᾳθυμότερον ὑπὲρ
τῆς πατρίδος ἢ τῶν ἄλλων φανῆναι βουλευομένους. ἀνα-
μνήσθητε δὲ πρὸς ὑμᾶς αὐτοὺς ὅτι τὸν παρελθόντα χρόνον,
εἰ πολιορκουμένῃ τινὶ τῶν πόλεων τῶν συμμαχίδων εἷς
μόνος Λακεδαιμονίων βοηθήσειεν, ὑπὸ πάντων ἂν ὡμολο-
γεῖτο παρὰ τοῦτον γενέσθαι τὴν σωτηρίαν αὐτοῖς. καὶ
τοὺς μὲν πλείστους τῶν τοιούτων ἀνδρῶν παρὰ τῶν πρεσ-
βυτέρων ἄν τις ἀκούσειεν, τοὺς δ’ ὀνομαστοτάτους ἔχω
κἀγὼ διελθεῖν. [53] Πεδάριτος μὲν γὰρ εἰς Χίον εἰσπλεύ-
σας τὴν πόλιν αὐτῶν διέσωσε· Βρασίδας δ’ εἰς Ἀμφίπολιν
εἰσελθών, ὀλίγους περὶ αὑτὸν τῶν πολιορκουμένων
συνταξάμενος, πολλοὺς ὄντας τοὺς πολιορκοῦντας ἐνίκη-
σε μαχόμενος· Γύλιππος δὲ Συρακοσίοις βοηθήσας οὐ
μόνον ἐκείνους διέσωσεν, ἀλλὰ καὶ τὴν δύναμιν τὴν κρα-
τοῦσαν αὐτῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ἅπασαν
αἰχμάλωτον ἔλαβεν.

    [54] Καίτοι πῶς οὐκ αἰσχρὸν τότε μὲν ἕκαστον ἡμῶν
ἱκανὸν εἶναι τὰς ἀλλοτρίας πόλεις διαφυλάττειν, νυνὶ δὲ
πάντας μηδὲ πειρᾶσθαι τὴν ἡμετέραν αὐτῶν διασῴζειν;
καὶ τὴν μὲν Εὐρώπην καὶ τὴν Ἀσίαν μεστὴν πεποιηκέναι
τροπαίων ὑπὲρ τῶν ἄλλων πολεμοῦντας, ὑπὲρ δὲ τῆς
πατρίδος οὕτω φανερῶς ὑβριζομένης μηδὲ μίαν μάχην
ἀξίαν λόγου φαίνεσθαι μεμαχημένους; [55] ἀλλ’ ἑτέρας
μὲν πόλεις ὑπὲρ τῆς ἡμετέρας ἀρχῆς τὰς ἐσχάτας ὑπομεῖ-
ναι πολιορκίας, αὐτοὺς δ’ ἡμᾶς, ὑπὲρ τοῦ μηδὲν ἀναγκα-
σθῆναι παρὰ τὸ δίκαιον ποιεῖν, μηδὲ μικρὰν οἴεσθαι δεῖν
ὑπενεγκεῖν κακοπάθειαν, ἀλλὰ ζεύγη μὲν ἵππων ἀδηφα-
γούντων ἔτι καὶ νῦν ὁρᾶσθαι τρέφοντας, ὥσπερ δὲ τοὺς
εἰς τὰς δεινοτάτας ἀνάγκας ἀφιγμένους καὶ τῶν καθ’
ἡμέραν ἐνδεεῖς ὄντας, οὕτω ποιεῖσθαι τὴν εἰρήνην;

    [56] Ὃ δὲ πάντων σχετλιώτατον, εἰ φιλοπονώτατοι
δοκοῦντες εἶναι τῶν Ἑλλήνων ῥᾳθυμότερον τῶν ἄλλων
βουλευσόμεθα περὶ τούτων. τίνας γὰρ ἴσμεν, ὧν καὶ
ποιήσασθαι μνείαν ἄξιόν ἐστιν, οἵτινες ἅπαξ ἡττηθέν-
τες καὶ μιᾶς εἰσβολῆς γενομένης οὕτως ἀνάνδρως ὡμο-
λόγησαν πάντα τὰ προσταττόμενα ποιήσειν; πῶς δ’ ἂν
οἱ τοιοῦτοι πολὺν χρόνον δυστυχοῦντες ἀνταρκέσειαν;
[57] τίς δ’ οὐκ ἂν ἐπιτιμήσειεν ἡμῖν, εἰ Μεσσηνίων ὑπὲρ
ταύτης τῆς χώρας εἴκοσιν ἔτη πολιορκηθέντων ἡμεῖς
οὕτω ταχέως κατὰ συνθήκας αὐτῆς ἀποσταίημεν, καὶ
μηδὲ τῶν προγόνων μνησθείημεν, ἀλλ’ ἣν ἐκεῖνοι μετὰ
πολλῶν πόνων καὶ κινδύνων ἐκτήσαντο, ταύτην ἡμεῖς
ὑπὸ λόγων πεισθέντες ἀποβάλοιμεν;

    [58] Ὧν οὐδὲν ἔνιοι φροντίσαντες, ἀλλὰ πάσας τὰς
αἰσχύνας ὑπεριδόντες, τοιαῦτα συμβουλεύουσιν ὑμῖν, ἐξ
ὧν εἰς ὀνείδη τὴν πόλιν καταστήσουσιν. οὕτω δὲ προθύ-
μως ἐπάγουσιν ὑμᾶς πρὸς τὸ παραδοῦναι Μεσσήνην,
ὥστε καὶ διεξελθεῖν ἐτόλμησαν τήν τε τῆς πόλεως ἀσθέ-
νειαν καὶ τὴν τῶν πολεμίων δύναμιν, καὶ κελεύουσιν
ἀποκρίνασθαι τοὺς ἐναντιουμένους αὐτοῖς, πόθεν βοή-
θειαν προσδοκῶντες ἥξειν διακελευόμεθα πολεμεῖν.

    [59] Ἐγὼ δὲ μεγίστην μὲν ἡγοῦμαι συμμαχίαν εἶναι
καὶ βεβαιοτάτην τὸ τὰ δίκαια πράττειν (εἰκὸς γὰρ καὶ τὴν
τῶν θεῶν εὔνοιαν γενέσθαι μετὰ τούτων, εἴπερ χρὴ περὶ
τῶν μελλόντων τεκμαίρεσθαι τοῖς ἤδη γεγενημένοις),
πρὸς δὲ ταύτῃ τὸ καλῶς πολιτεύεσθαι καὶ σωφρόνως ζῆν
καὶ μέχρι θανάτου μάχεσθαι τοῖς πολεμίοις ἐθέλειν καὶ
μηδὲν οὕτω δεινὸν νομίζειν ὡς τὸ κακῶς ἀκούειν ὑπὸ τῶν
πολιτῶν· ἃ μᾶλλον ἡμῖν ἢ τοῖς ἄλλοις ἀνθρώποις ὑπάρχει.
[60] μεθ’ ὧν ἐγὼ πολὺ ἂν ἥδιον πολεμοίην ἢ μετὰ πολλῶν
μυριάδων· οἶδα γὰρ καὶ τοὺς πρώτους ἡμῶν εἰς ταύτην τὴν
χώραν ἀφικομένους οὐ τῷ πλήθει τῶν ἄλλων περιγενο-
μένους, ἀλλὰ ταῖς ἀρεταῖς ταῖς ὑπ’ ἐμοῦ προειρημέναις.
ὥστ’ οὐκ ἄξιον διὰ τοῦτο φοβεῖσθαι τοὺς πολεμίους, ὅτι
πολλοὶ τυγχάνουσιν ὄντες, ἀλλὰ πολὺ μᾶλλον ἐπ’ ἐκείνοις
θαρρεῖν, ὅταν ὁρῶμεν ἡμᾶς μὲν αὐτοὺς οὕτως ἐνηνοχότας
τὰς συμφορὰς ὡς οὐδένες ἄλλοι πώποτε, [61] καὶ τοῖς τε
νόμοις καὶ τοῖς ἐπιτηδεύμασιν ἐμμένοντας οἷς ἐξ ἀρχῆς
κατεστησάμεθα, τοὺς δὲ μηδὲ τὰς εὐτυχίας φέρειν δυνα-
μένους, ἀλλὰ διατεταραγμένους, καὶ τοὺς μὲν τὰς συμμα-
χίδας πόλεις καταλαμβάνοντας, τοὺς δὲ τἀναντία τούτοις
πράττοντας, ἄλλους δὲ περὶ χώρας τοῖς ὁμόροις ἀμφισβη-
τοῦντας, τοὺς δὲ μᾶλλον ἀλλήλοις φθονοῦντας ἢ πρὸς
ἡμᾶς πολεμοῦντας. ὥστε θαυμάζω τῶν μείζω συμμαχίαν
ζητούντων, ὧν οἱ πολέμιοι τυγχάνουσιν ἐξαμαρτάνοντες.