Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΑΡΕΟΠΑΓΙΤΙΚΟΣ

ΙΣΟΚΡ 7.56–61

(ΙΣΟΚΡ 7. Πίστις: §20–76): Ανασκευή ενδεχόμενων κατηγοριών ότι ο αγορητής επιθυμεί την εγκαθίδρυση ολιγαρχικού πολιτεύματος

    [56] Περὶ μὲν οὖν τῶν ποτε καθεστώτων τὰ μὲν πλεῖστα
διεληλύθαμεν· ὅσα δὲ παραλελοίπαμεν, ἐκ τῶν εἰρημένων,
ὅτι κἀκεῖνα τὸν αὐτὸν τρόπον εἶχε τούτοις, ῥᾴδιόν ἐστι
καταμαθεῖν. ἤδη δέ τινες ἀκούσαντές μου ταῦτα διεξιόν-
τος ἐπῄνεσαν μὲν ὡς οἷόν τε μάλιστα, καὶ τοὺς προγόνους
ἐμακάρισαν ὅτι τὸν τρόπον τοῦτον τὴν πόλιν διῴκουν,
[57] οὐ μὴν ὑμᾶς γε ᾤοντο πεισθήσεσθαι χρῆσθαι τούτοις,
ἀλλ’ αἱρήσεσθαι διὰ τὴν συνήθειαν ἐν τοῖς καθεστηκόσι
πράγμασι κακοπαθεῖν μᾶλλον ἢ μετὰ πολιτείας ἀκριβεστέ-
ρας ἄμεινον τὸν βίον διάγειν. εἶναι δ’ ἔφασαν ἐμοὶ καὶ
κίνδυνον, μὴ τὰ βέλτιστα συμβουλεύων μισόδημος εἶναι
δόξω καὶ τὴν πόλιν ζητεῖν εἰς ὀλιγαρχίαν ἐμβαλεῖν.

    [58] Ἐγὼ δ’ εἰ μὲν περὶ πραγμάτων ἀγνοουμένων καὶ μὴ
κοινῶν τοὺς λόγους ἐποιούμην, καὶ περὶ τούτων ἐκέλευον
ὑμᾶς ἑλέσθαι συνέδρους ἢ συγγραφέας, δι’ ὧν ὁ δῆμος κατ-
ελύθη τὸ πρότερον, εἰκότως ἂν εἶχον ταύτην τὴν αἰτίαν·
νῦν δ’ οὐδὲν εἴρηκα τοιοῦτον, ἀλλὰ διείλεγμαι περὶ διοική-
σεως οὐκ ἀποκεκρυμμένης, ἀλλὰ πᾶσι φανερᾶς, [59] ἣν
πάντες ἴστε καὶ πατρίαν ἡμῖν οὖσαν καὶ πλείστων ἀγαθῶν
καὶ τῇ πόλει καὶ τοῖς ἄλλοις Ἕλλησιν αἰτίαν γεγενημένην,
πρὸς δὲ τούτοις ὑπὸ τοιούτων ἀνδρῶν νομοθετηθεῖσαν καὶ
κατασταθεῖσαν, οὓς οὐδεὶς ὅστις οὐκ ἂν ὁμολογήσειε δημο-
τικωτάτους γεγενῆσθαι τῶν πολιτῶν. ὥστε πάντων ἄν μοι
συμβαίη δεινότατον, εἰ τοιαύτην πολιτείαν εἰσηγούμενος
νεωτέρων δόξαιμι πραγμάτων ἐπιθυμεῖν.

    [60] Ἔπειτα κἀκεῖθεν ῥᾴδιον γνῶναι τὴν ἐμὴν διάνοιαν·
ἐν γὰρ τοῖς πλείστοις τῶν λόγων τῶν εἰρημένων ὑπ’ ἐμοῦ
φανήσομαι ταῖς μὲν ὀλιγαρχίαις καὶ ταῖς πλεονεξίαις
ἐπιτιμῶν, τὰς δ’ ἰσότητας καὶ τὰς δημοκρατίας ἐπαινῶν,
οὐ πάσας, ἀλλὰ τὰς καλῶς καθεστηκυίας, οὐδ’ ὡς ἔτυχον,
ἀλλὰ δικαίως καὶ λόγον ἐχόντως. [61] οἶδα γὰρ τούς τε
προγόνους τοὺς ἡμετέρους ἐν ταύτῃ τῇ καταστάσει πολὺ
τῶν ἄλλων διενεγκόντας, καὶ Λακεδαιμονίους διὰ τοῦτο
κάλλιστα πολιτευομένους, ὅτι μάλιστα δημοκρατούμενοι
τυγχάνουσιν. ἐν γὰρ τῇ τῶν ἀρχῶν αἱρέσει καὶ τῷ βίῳ
τῷ καθ’ ἡμέραν καὶ τοῖς ἄλλοις ἐπιτηδεύμασιν ἴδοιμεν ἂν
παρ’ αὐτοῖς τὰς ἰσότητας καὶ τὰς ὁμοιότητας μᾶλλον ἢ
παρὰ τοῖς ἄλλοις ἰσχυούσας· οἷς αἱ μὲν ὀλιγαρχίαι πολεμοῦ-
σιν, οἱ δὲ καλῶς δημοκρατούμενοι χρώμενοι διατελοῦσιν.