Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 8.69.1–8.72.2

(ΘΟΥΚ 8.69.1–8.77.1: Πολιτειακή μεταβολή στην Αθήνα) Κατάληψη του βουλευτηρίου από τους Τετρακοσίους – Πρώτες ενέργειές τους
Ο Πείσανδρος και οι υπόλοιποι αθηναίοι ολιγαρχικοί δεν εγκατέλειψαν τα σχέδιά τους για την επιβολή ολιγαρχίας. Εκμεταλλευόμενοι τη δυσμενή θέση στην οποία είχε περιέλθει η Αθήνα λόγω του πολέμου, πέτυχαν πολιτειακή μεταβολή ολιγαρχικού προσανατολισμού: κύριο ρόλο στη διακυβέρνηση θα είχαν οι 400 βουλευτές, ενώ ο αριθμός των ενεργών πολιτών περιοριζόταν σε 5000. Απέμενε να απαλλαγεί των καθηκόντων της η υπάρχουσα βουλή των 500.

    [8.69.1] Ἐπειδὴ δὲ ἡ ἐκκλησία οὐδενὸς ἀντειπόντος, ἀλλὰ κυρώ-
σασα ταῦτα διελύθη, τοὺς τετρακοσίους ἤδη ὕστερον τρόπῳ
τοιῷδε ἐς τὸ βουλευτήριον ἐσήγαγον. ἦσαν [δ’] Ἀθηναῖοι
πάντες αἰεὶ οἱ μὲν ἐπὶ τείχει, οἱ δ’ ἐν τάξει, τῶν ἐν Δεκε-
λείᾳ πολεμίων ἕνεκα ἐφ’ ὅπλοις· [8.69.2] τῇ οὖν ἡμέρᾳ ἐκείνῃ
τοὺς μὲν μὴ ξυνειδότας εἴασαν ὥσπερ εἰώθεσαν ἀπελθεῖν,
τοῖς δ’ ἐν τῇ ξυνωμοσίᾳ εἴρητο ἡσυχῇ μὴ ἐπ’ αὐτοῖς τοῖς
ὅπλοις, ἀλλ’ ἄπωθεν περιμένειν, καὶ ἤν τις ἐνιστῆται τοῖς
ποιουμένοις, λαβόντας τὰ ὅπλα μὴ ἐπιτρέπειν. [8.69.3] ἦσαν δὲ
καὶ Ἄνδριοι καὶ Τήνιοι καὶ Καρυστίων τριακόσιοι καὶ Αἰ-
γινητῶν τῶν ἐποίκων, οὓς Ἀθηναῖοι ἔπεμψαν οἰκήσοντας,
ἐπ’ αὐτὸ τοῦτο ἥκοντες ἐν τοῖς ἑαυτῶν ὅπλοις, οἷς ταὐτὰ
προείρητο. [8.69.4] τούτων δὲ διατεταγμένων οὕτως ἐλθόντες οἱ
τετρακόσιοι μετὰ ξιφιδίου ἀφανοῦς ἕκαστος, καὶ οἱ εἴκοσι
καὶ ἑκατὸν μετ’ αὐτῶν [Ἕλληνες] νεανίσκοι, οἷς ἐχρῶντο
εἴ τί που δέοι χειρουργεῖν, ἐπέστησαν τοῖς ἀπὸ τοῦ κυάμου
βουλευταῖς οὖσιν ἐν τῷ βουλευτηρίῳ καὶ εἶπον αὐτοῖς
ἐξιέναι λαβοῦσι τὸν μισθόν· ἔφερον δὲ αὐτοῖς τοῦ ὑπο-
λοίπου χρόνου παντὸς αὐτοὶ καὶ ἐξιοῦσιν ἐδίδοσαν. [8.70.1] ὡς δὲ
τούτῳ τῷ τρόπῳ ἥ τε βουλὴ οὐδὲν ἀντειποῦσα ὑπεξῆλθε καὶ
οἱ ἄλλοι πολῖται οὐδὲν ἐνεωτέριζον, ἀλλ’ ἡσύχαζον, οἱ [δὲ]
τετρακόσιοι ἐσελθόντες ἐς τὸ βουλευτήριον τότε μὲν πρυ-
τάνεις τε σφῶν αὐτῶν ἀπεκλήρωσαν καὶ ὅσα πρὸς τοὺς
θεοὺς εὐχαῖς καὶ θυσίαις καθιστάμενοι ἐς τὴν ἀρχὴν ἐχρή-
σαντο, ὕστερον δὲ πολὺ μεταλλάξαντες τῆς τοῦ δήμου
διοικήσεως (πλὴν τοὺς φεύγοντας οὐ κατῆγον τοῦ Ἀλκιβιάδου
ἕνεκα) τά τε ἄλλα ἔνεμον κατὰ κράτος τὴν πόλιν. [8.70.2] καὶ ἄνδρας
τέ τινας ἀπέκτειναν οὐ πολλούς, οἳ ἐδόκουν ἐπιτήδειοι εἶναι
ὑπεξαιρεθῆναι, καὶ ἄλλους ἔδησαν, τοὺς δὲ καὶ μετεστή-
σαντο· πρός τε Ἆγιν τὸν Λακεδαιμονίων βασιλέα ὄντα ἐν
τῇ Δεκελείᾳ ἐπεκηρυκεύοντο, λέγοντες διαλλαγῆναι βούλεσθαι
καὶ εἰκὸς εἶναι αὐτὸν σφίσι καὶ οὐκέτι τῷ ἀπίστῳ δήμῳ μᾶλ-
λον ξυγχωρεῖν. [8.71.1] ὁ δὲ νομίζων τὴν πόλιν οὐχ ἡσυχάζειν,
οὐδ’ εὐθὺς οὕτω τὸν δῆμον τὴν παλαιὰν ἐλευθερίαν παραδώ-
σειν, εἴ τε στρατιὰν πολλὴν ἴδοι σφῶν, οὐκ ἂν ἡσυχάζειν,
οὐδ’ ἐν τῷ παρόντι πάνυ τι πιστεύων μὴ οὐκέτι ταράσσεσθαι
αὐτούς, τοῖς μὲν ἀπὸ τῶν τετρακοσίων ἐλθοῦσιν οὐδὲν ξυμ-
βατικὸν ἀπεκρίνατο, προσμεταπεμψάμενος δὲ ἐκ Πελοπον-
νήσου στρατιὰν πολλὴν οὐ πολλῷ ὕστερον καὶ αὐτὸς τῇ
ἐκ τῆς Δεκελείας φρουρᾷ μετὰ τῶν ἐλθόντων κατέβη πρὸς
αὐτὰ τὰ τείχη τῶν Ἀθηναίων, ἐλπίσας ἢ ταραχθέντας
αὐτοὺς μᾶλλον ἂν χειρωθῆναι σφίσιν ᾗ βούλονται ἢ καὶ
αὐτοβοεὶ ἂν διὰ τὸν ἔνδοθέν τε καὶ ἔξωθεν κατὰ τὸ εἰκὸς
γενησόμενον θόρυβον· τῶν γὰρ μακρῶν τειχῶν διὰ τὴν
κατ’ αὐτὰ ἐρημίαν λήψεως οὐκ ἂν ἁμαρτεῖν. [8.71.2] ὡς δὲ προσ-
έμειξέ τε ἐγγὺς καὶ οἱ Ἀθηναῖοι τὰ μὲν ἔνδοθεν οὐδ’ ὁπωσ-
τιοῦν ἐκίνησαν, τοὺς δὲ ἱππέας ἐκπέμψαντες καὶ μέρος
τι τῶν ὁπλιτῶν καὶ ψιλῶν καὶ τοξοτῶν ἄνδρας τε κατέ-
βαλον αὐτῶν διὰ τὸ ἐγγὺς προσελθεῖν καὶ ὅπλων τινῶν
καὶ νεκρῶν ἐκράτησαν, οὕτω δὴ γνοὺς ἀπήγαγε πάλιν τὴν
στρατιάν. [8.71.3] καὶ αὐτὸς μὲν καὶ οἱ μετ’ αὐτοῦ κατὰ χώραν
ἐν τῇ Δεκελείᾳ ἔμενον, τοὺς δ’ ἐπελθόντας ὀλίγας τινὰς
ἡμέρας ἐν τῇ γῇ μείναντας ἀπέπεμψεν ἐπ’ οἴκου. μετὰ
δὲ τοῦτο παρά τε τὸν Ἆγιν ἐπρεσβεύοντο οἱ τετρακόσιοι
οὐδὲν ἧσσον, κἀκείνου μᾶλλον ἤδη προσδεχομένου καὶ
παραινοῦντος ἐκπέμπουσι καὶ ἐς τὴν Λακεδαίμονα περὶ
ξυμβάσεως πρέσβεις, βουλόμενοι διαλλαγῆναι.

    [8.72.1] Πέμπουσι δὲ καὶ ἐς τὴν Σάμον δέκα ἄνδρας παραμυθη-
σομένους τὸ στρατόπεδον καὶ διδάξοντας ὡς οὐκ ἐπὶ βλάβῃ
τῆς πόλεως καὶ τῶν πολιτῶν ἡ ὀλιγαρχία κατέστη, ἀλλ’
ἐπὶ σωτηρίᾳ τῶν ξυμπάντων πραγμάτων, πεντακισχίλιοί τε
ὅτι εἶεν καὶ οὐ τετρακόσιοι μόνον οἱ πράσσοντες· καίτοι οὐ
πώποτε Ἀθηναίους διὰ τὰς στρατείας καὶ τὴν ὑπερόριον
ἀσχολίαν ἐς οὐδὲν πρᾶγμα οὕτω μέγα ἐλθεῖν βουλεύσοντας
ἐν ᾧ πεντακισχιλίους ξυνελθεῖν. [8.72.2] ἄλλα τ’ ἐπιστείλαντες
τὰ πρέποντα εἰπεῖν ἀπέπεμψαν αὐτοὺς εὐθὺς μετὰ τὴν ἑαυ-
τῶν κατάστασιν, δείσαντες μή, ὅπερ ἐγένετο, ναυτικὸς ὄχλος
οὔτ’ αὐτὸς μένειν ἐν τῷ ὀλιγαρχικῷ κόσμῳ ἐθέλῃ, σφᾶς τε
μὴ ἐκεῖθεν ἀρξαμένου τοῦ κακοῦ μεταστήσωσιν.