Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 1.24.1–1.26.2

(ΘΟΥΚ 1.24.1–1.55.2: Τα "Κερκυραϊκά") Άρνηση των Κερκυραίων να παρέμβουν στη διαμάχη των Επιδαμνίων – Οι Κορίνθιοι αποδέχονται την πρόταση
Ο ιστορικός προσπάθησε να αποδείξει ότι ο Πελοποννησιακός πόλεμος ήταν πιο αξιόλογος ακόμη και από τα Μηδικά. Αφού εντόπισε ως κύριο αίτιό του την ολοένα αυξανόμενη δύναμη της Αθήνας, που προκαλούσε ανησυχία στους Σπαρτιάτες, περνά στην έκθεση των αφορμών του πολέμου. Πρώτη αφορμή του πολέμου ήταν τα "Κερκυραϊκά" (433 π.Χ.).

    [1.24.1] Ἐπίδαμνός ἐστι πόλις ἐν δεξιᾷ ἐσπλέοντι ἐς τὸν Ἰόνιον
κόλπον· προσοικοῦσι δ’ αὐτὴν Ταυλάντιοι βάρβαροι, Ἰλλυ-
ρικὸν ἔθνος. [1.24.2] ταύτην ἀπῴκισαν μὲν Κερκυραῖοι, οἰκιστὴς δ’
ἐγένετο Φαλίος Ἐρατοκλείδου Κορίνθιος γένος τῶν ἀφ’
Ἡρακλέους, κατὰ δὴ τὸν παλαιὸν νόμον ἐκ τῆς μητροπόλεως
κατακληθείς. ξυνῴκισαν δὲ καὶ Κορινθίων τινὲς καὶ τοῦ
ἄλλου Δωρικοῦ γένους. [1.24.3] προελθόντος δὲ τοῦ χρόνου ἐγένετο
ἡ τῶν Ἐπιδαμνίων δύναμις μεγάλη καὶ πολυάνθρωπος·
[1.24.4] στασιάσαντες δὲ ἐν ἀλλήλοις ἔτη πολλά, ὡς λέγεται, ἀπὸ
πολέμου τινὸς τῶν προσοίκων βαρβάρων ἐφθάρησαν καὶ τῆς
δυνάμεως τῆς πολλῆς ἐστερήθησαν. [1.24.5] τὰ δὲ τελευταῖα πρὸ
τοῦδε τοῦ πολέμου ὁ δῆμος αὐτῶν ἐξεδίωξε τοὺς δυνατούς,
οἱ δὲ ἐπελθόντες μετὰ τῶν βαρβάρων ἐλῄζοντο τοὺς ἐν τῇ
πόλει κατά τε γῆν καὶ κατὰ θάλασσαν. [1.24.6] οἱ δὲ ἐν τῇ πόλει
ὄντες Ἐπιδάμνιοι ἐπειδὴ ἐπιέζοντο, πέμπουσιν ἐς τὴν Κέρ-
κυραν πρέσβεις ὡς μητρόπολιν οὖσαν, δεόμενοι μὴ σφᾶς
περιορᾶν φθειρομένους, ἀλλὰ τούς τε φεύγοντας ξυναλλάξαι
σφίσι καὶ τὸν τῶν βαρβάρων πόλεμον καταλῦσαι. [1.24.7] ταῦτα
δὲ ἱκέται καθεζόμενοι ἐς τὸ Ἥραιον ἐδέοντο. οἱ δὲ Κερκυ-
ραῖοι τὴν ἱκετείαν οὐκ ἐδέξαντο, ἀλλ’ ἀπράκτους ἀπέπεμψαν.

    [1.25.1] Γνόντες δὲ οἱ Ἐπιδάμνιοι οὐδεμίαν σφίσιν ἀπὸ Κερκύρας
τιμωρίαν οὖσαν ἐν ἀπόρῳ εἴχοντο θέσθαι τὸ παρόν, καὶ
πέμψαντες ἐς Δελφοὺς τὸν θεὸν ἐπήροντο εἰ παραδοῖεν
Κορινθίοις τὴν πόλιν ὡς οἰκισταῖς καὶ τιμωρίαν τινὰ πει-
ρῷντ’ ἀπ’ αὐτῶν ποιεῖσθαι. ὁ δ’ αὐτοῖς ἀνεῖλε παραδοῦναι
καὶ ἡγεμόνας ποιεῖσθαι. [1.25.2] ἐλθόντες δὲ οἱ Ἐπιδάμνιοι ἐς τὴν
Κόρινθον κατὰ τὸ μαντεῖον παρέδοσαν τὴν ἀποικίαν, τόν τε
οἰκιστὴν ἀποδεικνύντες σφῶν ἐκ Κορίνθου ὄντα καὶ τὸ χρη-
στήριον δηλοῦντες, ἐδέοντό τε μὴ σφᾶς περιορᾶν φθειρομένους,
ἀλλ’ ἐπαμῦναι. [1.25.3] Κορίνθιοι δὲ κατά τε τὸ δίκαιον ὑπεδέξαντο
τὴν τιμωρίαν, νομίζοντες οὐχ ἧσσον ἑαυτῶν εἶναι τὴν ἀποι-
κίαν ἢ Κερκυραίων, ἅμα δὲ καὶ μίσει τῶν Κερκυραίων, ὅτι
αὐτῶν παρημέλουν ὄντες ἄποικοι· [1.25.4] οὔτε γὰρ ἐν πανηγύρεσι
ταῖς κοιναῖς διδόντες γέρα τὰ νομιζόμενα οὔτε Κορινθίῳ
ἀνδρὶ προκαταρχόμενοι τῶν ἱερῶν ὥσπερ αἱ ἄλλαι ἀποικίαι,
περιφρονοῦντες δὲ αὐτοὺς καὶ χρημάτων δυνάμει ὄντες κατ’
ἐκεῖνον τὸν χρόνον ὁμοῖα τοῖς Ἑλλήνων πλουσιωτάτοις καὶ
τῇ ἐς πόλεμον παρασκευῇ δυνατώτεροι, ναυτικῷ δὲ καὶ πολὺ
προὔχειν ἔστιν ὅτε ἐπαιρόμενοι καὶ κατὰ τὴν Φαιάκων προ-
ενοίκησιν τῆς Κερκύρας κλέος ἐχόντων τὰ περὶ τὰς ναῦς (ᾗ
καὶ μᾶλλον ἐξηρτύοντο τὸ ναυτικὸν καὶ ἦσαν οὐκ ἀδύνατοι·
τριήρεις γὰρ εἴκοσι καὶ ἑκατὸν ὑπῆρχον αὐτοῖς ὅτε ἤρχοντο
πολεμεῖν), [1.26.1] πάντων οὖν τούτων ἐγκλήματα ἔχοντες οἱ Κορίνθιοι
ἔπεμπον ἐς τὴν Ἐπίδαμνον ἄσμενοι τὴν ὠφελίαν, οἰκήτορά
τε τὸν βουλόμενον ἰέναι κελεύοντες καὶ Ἀμπρακιωτῶν καὶ
Λευκαδίων καὶ ἑαυτῶν φρουρούς. [1.26.2] ἐπορεύθησαν δὲ πεζῇ ἐς
Ἀπολλωνίαν, Κορινθίων οὖσαν ἀποικίαν, δέει τῶν Κερκυραίων
μὴ κωλύωνται ὑπ’ αὐτῶν κατὰ θάλασσαν περαιούμενοι.