Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΑΝΗΓΥΡΙΚΟΣ

ΙΣΟΚΡ 4.167–174

Η αδήριτη ανάγκη για άμεση κοινή εκστρατεία εναντίον των Περσών
Ο Ισοκράτης στο συμβουλευτικό μέρος του λόγου αυτού υποστηρίζει την ανάγκη μιας πανελλήνιας εκστρατείας εναντίον των Περσών υπό την ηγεσία των Αθηναίων. Στις προηγούμενες παραγράφους τόνισε ότι δεν ήταν απλώς δίκαιο να αντιμετωπιστούν με πολεμικές ενέργειες οι προαιώνιοι αντίπαλοι των Ελλήνων, οι Πέρσες, αλλά και ότι κάτι τέτοιο το επέβαλλαν οι ίδιες οι περιστάσεις ( καιρός ), που ήταν ιδιαίτερα ευνοϊκές για την ανάληψη του εγχειρήματος μιας πανελλήνιας εκστρατείας. Και συνεχίζει:

    [167] Ἄξιον δ’ ἐπὶ τῆς νῦν ἡλικίας ποιήσασθαι τὴν
στρατείαν, ἵν’ οἱ τῶν συμφορῶν κοινωνήσαντες, οὗτοι καὶ
τῶν ἀγαθῶν ἀπολαύσωσι καὶ μὴ πάντα τὸν χρόνον δυστυ-
χοῦντες διαγάγωσιν. ἱκανὸς γὰρ ὁ παρεληλυθώς, ἐν ᾧ τί
τῶν δεινῶν οὐ γέγονεν; πολλῶν γὰρ κακῶν τῇ φύσει τῇ
τῶν ἀνθρώπων ὑπαρχόντων αὐτοὶ πλείω τῶν ἀναγκαίων
προσεξευρήκαμεν, πολέμους καὶ στάσεις ἡμῖν αὐτοῖς
ἐμποιήσαντες, [168] ὥστε τοὺς μὲν ἐν ταῖς αὑτῶν ἀνό-
μως ἀπόλλυσθαι, τοὺς δ’ ἐπὶ ξένης μετὰ παίδων καὶ
γυναικῶν ἀλᾶσθαι, πολλοὺς δὲ δι’ ἔνδειαν τῶν καθ’ ἡμέραν
ἐπικουρεῖν ἀναγκαζομένους ὑπὲρ τῶν ἐχθρῶν τοῖς φίλοις
μαχομένους ἀποθνῄσκειν.

    Ὑπὲρ ὧν οὐδεὶς πώποτ’ ἠγανάκτησεν, ἀλλ’ ἐπὶ μὲν
ταῖς συμφοραῖς ταῖς ὑπὸ τῶν ποιητῶν συγκειμέναις δακρύειν
ἀξιοῦσιν, ἀληθινὰ δὲ πάθη πολλὰ καὶ δεινὰ γιγνόμενα διὰ
τὸν πόλεμον ἐφορῶντες τοσούτου δέουσιν ἐλεεῖν, ὥστε καὶ
μᾶλλον χαίρουσιν ἐπὶ τοῖς ἀλλήλων κακοῖς ἢ τοῖς αὑτῶν
ἰδίοις ἀγαθοῖς. [169] ἴσως δ’ ἂν καὶ τῆς ἐμῆς εὐηθείας πολλοὶ
καταγελάσειαν, εἰ δυστυχίας ἀνδρῶν ὀδυροίμην ἐν τοῖς
τοιούτοις καιροῖς, ἐν οἷς Ἰταλία μὲν ἀνάστατος γέγονε, Σικε-
λία δὲ καταδεδούλωται, τοσαῦται δὲ πόλεις τοῖς βαρβάροις
ἐκδέδονται, τὰ δὲ λοιπὰ μέρη τῶν Ἑλλήνων ἐν τοῖς μεγίστοις
κινδύνοις ἐστίν.

    [170] Θαυμάζω δὲ τῶν δυναστευόντων ἐν ταῖς πόλεσιν,
εἰ προσήκειν αὑτοῖς ἡγοῦνται μέγα φρονεῖν, μηδὲν πώποθ’
ὑπὲρ τηλικούτων πραγμάτων μήτ’ εἰπεῖν μήτ’ ἐνθυμηθῆ-
ναι δυνηθέντες. ἐχρῆν γὰρ αὐτούς, εἴπερ ἦσαν ἄξιοι τῆς
παρούσης δόξης, ἁπάντων ἀφεμένους τῶν ἄλλων περὶ τοῦ
πολέμου τοῦ πρὸς τοὺς βαρβάρους εἰσηγεῖσθαι καὶ συμ-
βουλεύειν. [171] τυχὸν μὲν γὰρ ἄν τι συνεπέραναν· εἰ δὲ
καὶ προαπεῖπον, ἀλλ’ οὖν τούς γε λόγους ὥσπερ χρησμοὺς
εἰς τὸν ἐπιόντα χρόνον ἂν κατέλιπον. νῦν δ’ οἱ μὲν ἐν ταῖς
μεγίσταις δόξαις ὄντες ἐπὶ μικροῖς σπουδάζουσιν, ἡμῖν δὲ
τοῖς τῶν πολιτικῶν ἐξεστηκόσι περὶ τηλικούτων πραγ-
μάτων συμβουλεύειν παραλελοίπασιν.

    [172] Οὐ μὴν ἀλλ’ ὅσῳ μικροψυχότεροι τυγχάνουσιν
ὄντες οἱ προεστῶτες ἡμῶν, τοσούτῳ τοὺς ἄλλους ἐρρωμε-
νεστέρως δεῖ σκοπεῖν ὅπως ἀπαλλαγησόμεθα τῆς παρούσης
ἔχθρας. νῦν μὲν γὰρ μάτην ποιούμεθα τὰς περὶ τῆς
εἰρήνης συνθήκας· οὐ γὰρ διαλυόμεθα τοὺς πολέμους ἀλλ’
ἀναβαλλόμεθα, καὶ περιμένομεν τοὺς καιροὺς ἐν οἷς ἀνή-
κεστόν τι κακὸν ἀλλήλους ἐργάσασθαι δυνησόμεθα.

    [173] Δεῖ δὲ ταύτας τὰς ἐπιβουλὰς ἐκποδὼν ποιησαμένους
ἐκείνοις τοῖς ἔργοις ἐπιχειρεῖν, ἐξ ὧν τάς τε πόλεις ἀσφαλέ-
στερον οἰκήσομεν καὶ πιστότερον διακεισόμεθα πρὸς ἡμᾶς
αὐτούς. ἔστι δ’ ἁπλοῦς καὶ ῥᾴδιος ὁ λόγος ὁ περὶ τούτων· οὔτε
γὰρ εἰρήνην οἷόν τε βεβαίαν ἀγαγεῖν, ἢν μὴ κοινῇ τοῖς βαρ-
βάροις πολεμήσωμεν, οὔθ’ ὁμονοῆσαι τοὺς Ἕλληνας, πρὶν
ἂν καὶ τὰς ὠφελείας ἐκ τῶν αὐτῶν καὶ τοὺς κινδύνους
πρὸς τοὺς αὐτοὺς ποιησώμεθα. [174] τούτων δὲ γενο-
μένων, καὶ τῆς ἀπορίας τῆς περὶ τὸν βίον ἡμῶν ἀφαιρεθεί-
σης, ἣ καὶ τὰς ἑταιρίας διαλύει καὶ τὰς συγγενείας εἰς
ἔχθραν προάγει καὶ πάντας ἀνθρώπους εἰς πολέμους καὶ
στάσεις καθίστησιν, οὐκ ἔστιν ὅπως οὐχ ὁμονοήσομεν καὶ
τὰς εὐνοίας ἀληθινὰς πρὸς ἡμᾶς αὐτοὺς ἕξομεν. ὧν
ἕνεκα περὶ παντὸς ποιητέον ὅπως ὡς τάχιστα τὸν ἐνθένδε
πόλεμον εἰς τὴν ἤπειρον διοριοῦμεν, ὡς μόνον ἂν τοῦτ’
ἀγαθὸν ἀπολαύσαιμεν τῶν κινδύνων τῶν πρὸς ἡμᾶς αὐτούς,
εἰ ταῖς ἐμπειρίαις ταῖς ἐκ τούτων γεγενημέναις πρὸς τὸν
βάρβαρον καταχρήσασθαι δόξειεν ἡμῖν.