Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΘΟΥΚΥΔΙΔΗΣ, ΙΣΤΟΡΙΑΙ

ΘΟΥΚ 3.104.1–3.104.6

Καθαρμός της Δήλου από τους Αθηναίους
Στο τέλος του καλοκαιριού του 427 π.Χ. οι Αθηναίοι έστειλαν για πρώτη φορά στη Σικελία είκοσι τριήρεις με αρχηγούς τους Λάχητα και Χαροιάδη. Αυτό το μικρό εκστρατευτικό σώμα έλαβε μέρος σε πολεμικές επιχειρήσεις χωρίς ιδιαίτερη επιτυχία. Στο σημείο αυτό ο ιστορικός περιγράφει ένα γεγονός που συνέβη τον χειμώνα του 426/5 π.Χ. και δεν σχετίζεται με τον πόλεμο.

    [3.104.1] Τοῦ δ’ αὐτοῦ χειμῶνος καὶ Δῆλον ἐκάθηραν Ἀθηναῖοι
κατὰ χρησμὸν δή τινα. ἐκάθηρε μὲν γὰρ καὶ Πεισίστρατος
ὁ τύραννος πρότερον αὐτήν, οὐχ ἅπασαν, ἀλλ’ ὅσον ἀπὸ τοῦ
ἱεροῦ ἐφεωρᾶτο τῆς νήσου· τότε δὲ πᾶσα ἐκαθάρθη τοιῷδε
τρόπῳ. [3.104.2] θῆκαι ὅσαι ἦσαν τῶν τεθνεώτων ἐν Δήλῳ, πάσας
ἀνεῖλον, καὶ τὸ λοιπὸν προεῖπον μήτε ἐναποθνῄσκειν ἐν τῇ
νήσῳ μήτε ἐντίκτειν, ἀλλ’ ἐς τὴν Ῥήνειαν διακομίζεσθαι.
ἀπέχει δὲ ἡ Ῥήνεια τῆς Δήλου οὕτως ὀλίγον ὥστε Πολυ-
κράτης ὁ Σαμίων τύραννος ἰσχύσας τινὰ χρόνον ναυτικῷ
καὶ τῶν τε ἄλλων νήσων ἄρξας καὶ τὴν Ῥήνειαν ἑλὼν
ἀνέθηκε τῷ Ἀπόλλωνι τῷ Δηλίῳ ἁλύσει δήσας πρὸς τὴν
Δῆλον. καὶ τὴν πεντετηρίδα τότε πρῶτον μετὰ τὴν κάθαρσιν
ἐποίησαν οἱ Ἀθηναῖοι τὰ Δήλια. [3.104.3] ἦν δέ ποτε καὶ τὸ πάλαι
μεγάλη ξύνοδος ἐς τὴν Δῆλον τῶν Ἰώνων τε καὶ περικτιόνων
νησιωτῶν· ξύν τε γὰρ γυναιξὶ καὶ παισὶν ἐθεώρουν, ὥσπερ
νῦν ἐς τὰ Ἐφέσια Ἴωνες, καὶ ἀγὼν ἐποιεῖτο αὐτόθι καὶ
γυμνικὸς καὶ μουσικός, χορούς τε ἀνῆγον αἱ πόλεις. [3.104.4] δηλοῖ
δὲ μάλιστα Ὅμηρος ὅτι τοιαῦτα ἦν ἐν τοῖς ἔπεσι τοῖσδε, ἅ
ἐστιν ἐκ προοιμίου Ἀπόλλωνος·
ἀλλ’ ὅτε Δήλῳ, Φοῖβε, μάλιστά γε θυμὸν ἐτέρφθης,
ἔνθα τοι ἑλκεχίτωνες Ἰάονες ἠγερέθονται
σὺν σφοῖσιν τεκέεσσι γυναιξί τε σὴν ἐς ἀγυιάν·
ἔνθα σε πυγμαχίῃ τε καὶ ὀρχηστυῖ καὶ ἀοιδῇ
μνησάμενοι τέρπουσιν, ὅταν καθέσωσιν ἀγῶνα.
[3.104.5] ὅτι δὲ καὶ μουσικῆς ἀγὼν ἦν καὶ ἀγωνιούμενοι ἐφοίτων ἐν
τοῖσδε αὖ δηλοῖ, ἅ ἐστιν ἐκ τοῦ αὐτοῦ προοιμίου· τὸν γὰρ
Δηλιακὸν χορὸν τῶν γυναικῶν ὑμνήσας ἐτελεύτα τοῦ ἐπαίνου
ἐς τάδε τὰ ἔπη, ἐν οἷς καὶ ἑαυτοῦ ἐπεμνήσθη·
ἀλλ’ ἄγεθ’, ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν,
χαίρετε δ’ ὑμεῖς πᾶσαι. ἐμεῖο δὲ καὶ μετόπισθε
μνήσασθ’, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
ἐνθάδ’ ἀνείρηται ταλαπείριος ἄλλος ἐπελθών·
«ὦ κοῦραι, τίς δ’ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα;»
ὑμεῖς δ’ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως·
«τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ.»
[3.104.6] τοσαῦτα μὲν Ὅμηρος ἐτεκμηρίωσεν ὅτι ἦν καὶ τὸ πάλαι
μεγάλη ξύνοδος καὶ ἑορτὴ ἐν τῇ Δήλῳ· ὕστερον δὲ τοὺς
μὲν χοροὺς οἱ νησιῶται καὶ οἱ Ἀθηναῖοι μεθ’ ἱερῶν ἔπεμ-
πον, τὰ δὲ περὶ τοὺς ἀγῶνας καὶ τὰ πλεῖστα κατελύθη ὑπὸ
ξυμφορῶν, ὡς εἰκός, πρὶν δὴ οἱ Ἀθηναῖοι τότε τὸν ἀγῶνα
ἐποίησαν καὶ ἱπποδρομίας, ὃ πρότερον οὐκ ἦν.