| ΓΡ. Α’ οὗτος, τί κόπτεις; μῶν ἐμὲ ζητεῖς; ΝΕΑΣ. πόθεν;
 ΓΡ. Α’ καὶ τὴν θύραν γ᾽ ἤραττες. ΝΕΑΣ. ἀποθάνοιμ᾽ ἄρα.
 ΓΡ. Α’ τοῦ δαὶ δεόμενος δᾷδ᾽ ἔχων ἐλήλυθας;
 ΝΕΑΣ. Ἀναφλύστιον ζητῶν τιν᾽ ἄνθρωπον. ΓΡ. Α’ τίνα;
 980ΝΕΑΣ. οὐ τὸν Σεβῖνον, ὃν σὺ προσδοκᾷς ἴσως.
 ΓΡ. Α’ νὴ τὴν Ἀφροδίτην, ἤν τε βούλῃ γ᾽ ἤν τε μή—
 ΝΕΑΣ. ἀλλ᾽ οὐχὶ νυνὶ τὰς ὑπερεξηκοντέτεις
 εἰσάγομεν, ἀλλ᾽ εἰσαῦθις ἀναβεβλήμεθα.
 τὰς ἐντὸς εἴκοσιν γὰρ ἐκδικάζομεν.
 985ΓΡ. Α’ ἐπὶ τῆς προτέρας ἀρχῆς γε ταῦτ᾽ ἦν, ὦ γλύκων·
 νυνὶ δὲ πρῶτον εἰσάγειν ἡμᾶς δοκεῖ.
 ΝΕΑΣ. τῷ βουλομένῳ γε κατὰ τὸν ἐν πεττοῖς νόμον.
 ΓΡ. Α’ ἀλλ᾽ οὐδὲ δειπνεῖς κατὰ τὸν ἐν πεττοῖς νόμον.
 ΝΕΑΣ. οὐκ οἶδ᾽ ὅ τι λέγεις· τηνδεδί μοι κρουστέον.
 990ΓΡ. Α’ ὅταν γε κρούσῃς τὴν ἐμὴν πρῶτον θύραν.
 ΝΕΑΣ. ἀλλ᾽ οὐχὶ νυνὶ κρησέραν αἰτούμεθα.
 ΓΡ. Α’ οἶδ᾽ ὅτι φιλοῦμαι· νῦν δὲ θαυμάζεις ὅτι
 θύρασί μ᾽ ηὗρες. ἀλλὰ πρόσαγε τὸ στόμα.
 ΝΕΑΣ. ἀλλ᾽, ὦ μέλ᾽, ὀρρωδῶ τὸν ἐραστήν σου. ΓΡ. Α’ τίνα;
 995ΝΕΑΣ. τὸν τῶν γραφέων ἄριστον. ΓΡ. Α’ οὗτος δ᾽ ἐστὶ τίς;
 ΝΕΑΣ. ὃς τοῖς νεκροῖσι ζωγραφεῖ τὰς ληκύθους.
 ἀλλ᾽ ἄπιθ᾽, ὅπως μή σ᾽ ἐπὶ θύραισιν ὄψεται.
 ΓΡ. Α’ οἶδ᾽, οἶδ᾽ ὅ τι βούλει. ΝΕΑΣ. καὶ γὰρ ἐγὼ σὲ νὴ Δία.
 ΓΡ. Α’ μὰ τὴν Ἀφροδίτην, ἥ μ᾽ ἔλαχε κληρουμένη,
 1000μὴ ᾽γώ σ᾽ ἀφήσω. ΝΕΑΣ. παραφρονεῖς, ὦ γρᾴδιον.
 ΓΡ. Α’ ληρεῖς· ἐγὼ δ᾽ ἄξω σ᾽ ἐπὶ τἀμὰ στρώματα.
 ΝΕΑΣ. τί δῆτα κρεάγρας τοῖς κάδοις ὠνοίμεθ᾽ ἄν,
 ἐξὸν καθέντα γρᾴδιον τοιουτονὶ
 ἐκ τῶν φρεάτων τοὺς κάδους ξυλλαμβάνειν;
 1005ΓΡ. Α’ μὴ σκῶπτέ μ᾽, ὦ τάλαν, ἀλλ᾽ ἕπου δεῦρ᾽ ὡς ἐμέ.
 ΝΕΑΣ. ἀλλ᾽ οὐκ ἀνάγκη μοὐστίν, εἰ μὴ τῶν ἐμῶν
 τὴν πεντακοσιοστὴν κατέθηκας τῇ πόλει.
 ΓΡ. Α’ νὴ τὴν Ἀφροδίτην, δεῖ γε μέντοι ‹σ᾽›· ὡς ἐγὼ
 τοῖς τηλικούτοις ξυγκαθεύδουσ᾽ ἥδομαι.
 1010ΝΕΑΣ. ἐγὼ δὲ ταῖς γε τηλικαύταις ἄχθομαι,
 κοὐκ ἂν πιθοίμην οὐδέποτ᾽. ΓΡ. Α’ ἀλλά, νὴ Δία,
 ἀναγκάσει τουτί σε. ΝΕΑΣ. τοῦτο δ᾽ ἐστὶ τί;
 ΓΡ. Α’ ψήφισμα, καθ᾽ ὅ σε δεῖ βαδίζειν ὡς ἐμέ.
 ΝΕΑΣ. λέγ᾽ αὐτὸ τί ποτε κἄστι. ΓΡ. Α’ καὶ δή σοι λέγω.
 1015ἔδοξε ταῖς γυναιξίν, ἢν ἀνὴρ νέος
 νέας ἐπιθυμῇ, μὴ σποδεῖν αὐτὴν πρὶν ἂν
 τὴν γραῦν προκρούσῃ πρῶτον. ἢν δὲ μὴ ᾽θέλῃ
 πρότερον προκρούειν, ἀλλ᾽ ἐπιθυμῇ τῆς νέας,
 ταῖς πρεσβυτέραις γυναιξὶν ἔστω τὸν νέον
 1020ἕλκειν ἀνατεὶ λαβομένας τοῦ παττάλου.
 
 |