110ΓΥ. Α’ καὶ πῶς γυναικῶν θηλύφρων ξυνουσία
δημηγορήσει; ΠΡ. πολὺ μὲν οὖν ἄριστά που.
λέγουσι γὰρ καὶ τῶν νεανίσκων ὅσοι
πλεῖστα σποδοῦνται, δεινοτάτους εἶναι λέγειν·
ἡμῖν δ᾽ ὑπάρχει τοῦτο κατὰ τύχην τινά.
115ΓΥ. Α’ οὐκ οἶδα· δεινὸν δ᾽ ἐστὶν ἡ μὴ ᾽μπειρία.
ΠΡ. οὐκοῦν ἐπίτηδες ξυνελέγημεν ἐνθάδε,
ὅπως προμελετήσωμεν ἁκεῖ δεῖ λέγειν.
οὐκ ἂν φθάνοις τὸ γένειον ἂν περιδουμένη
ἄλλαι θ᾽ ὅσαι λαλεῖν μεμελετήκασί που.
120ΓΥ. Β’ τίς δ᾽, ὦ μέλ᾽, ἡμῶν οὐ λαλεῖν ἐπίσταται;
ΠΡ. ἴθι δὴ σὺ περιδοῦ καὶ ταχέως ἀνὴρ γενοῦ·
ἐγὼ δὲ θεῖσα τοὺς στεφάνους περιδήσομαι
καὐτὴ μεθ᾽ ὑμῶν, ἤν τί μοι δόξῃ λέγειν.
ΓΥ. Β’ δεῦρ᾽, ὦ γλυκυτάτη Πραξαγόρα, σκέψαι, τάλαν,
125ὡς καὶ καταγέλαστον τὸ πρᾶγμα φαίνεται.
ΠΡ. πῶς καταγέλαστον; ΓΥ. Β’ ὥσπερ εἴ τις σηπίαις
πώγωνα περιδήσειεν ἐσταθευμέναις.
ΠΡ. ὁ περιστίαρχος, περιφέρειν χρὴ τὴν γαλῆν.
πάριτ᾽ ἐς τὸ πρόσθεν. Ἀρίφραδες, παῦσαι λαλῶν.
130κάθιζ᾽, ὁ παριών. τίς ἀγορεύειν βούλεται;
ΓΥ. Β’ ἐγώ. ΠΡ. περίθου δὴ τὸν στέφανον τύχἀγαθῇ.
ΓΥ. Β’ ἰδού. ΠΡ. λέγοις ἄν. ΓΥ. Β’ εἶτα πρὶν πιεῖν λέγω;
ΠΡ. ἰδοὺ πιεῖν. ΓΥ. Β’ τί γάρ, ὦ μέλ᾽, ἐστεφανωσάμην;
ΠΡ. ἄπιθ᾽ ἐκποδών· τοιαῦτ᾽ ἂν ἡμᾶς ἠργάσω
135κἀκεῖ. ΓΥ. Β’ τί δ᾽; οὐ πίνουσι κἀν τἠκκλησίᾳ;
ΠΡ. ἰδού γε, σοὶ πίνουσι; ΓΥ. Β’ νὴ τὴν Ἄρτεμιν,
καὶ ταῦτά γ᾽ εὔζωρον. τὰ γοῦν βουλεύματα
αὐτῶν, ὅσ᾽ ἂν πράξωσιν ἐνθυμουμένοις,
ὥσπερ μεθυόντων ἐστὶ παραπεπληγμένα.
140καὶ νὴ Δία σπένδουσί γ᾽· ἢ τίνος χάριν
τοσαῦτ᾽ ἂν ηὔχοντ᾽, εἴπερ οἶνος μὴ παρῆν;
καὶ λοιδοροῦνταί γ᾽ ὥσπερ ἐμπεπωκότες,
καὶ τὸν παροινοῦντ᾽ ἐκφέρουσ᾽ οἱ τοξόται.
ΠΡ. σὺ μὲν βάδιζε καὶ κάθησ᾽· οὐδὲν γὰρ εἶ.
145ΓΥ. Β’ νὴ τὸν Δί᾽, ἦ μοι μὴ γενειᾶν κρεῖττον ἦν·
δίψῃ γάρ, ὡς ἔοικ᾽, ἀφαυανθήσομαι.
|