Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (8.1-8.77)


Ραψωδία Θ


Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ᾽ αἶαν·
Ζεὺς δὲ θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
αὐτὸς δέ σφ᾽ ἀγόρευε, θεοὶ δ᾽ ὑπὸ πάντες ἄκουον·
«κέκλυτέ μευ, πάντες τε θεοὶ πᾶσαί τε θέαιναι, 5
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσι κελεύει.
μήτε τις οὖν θήλεια θεὸς τό γε μήτε τις ἄρσην
πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ᾽ ἅμα πάντες
αἰνεῖτ᾽, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα.
ὃν δ᾽ ἂν ἐγὼν ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω 10
ἐλθόντ᾽ ἢ Τρώεσσιν ἀρηγέμεν ἢ Δαναοῖσι,
πληγεὶς οὐ κατὰ κόσμον ἐλεύσεται Οὔλυμπόνδε·
ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα,
τῆλε μάλ᾽, ἧχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον,
ἔνθα σιδήρειαί τε πύλαι καὶ χάλκεος οὐδός, 15
τόσσον ἔνερθ᾽ Ἀΐδεω ὅσον οὐρανός ἐστ᾽ ἀπὸ γαίης·
γνώσετ᾽ ἔπειθ᾽ ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων.
εἰ δ᾽ ἄγε πειρήσασθε, θεοί, ἵνα εἴδετε πάντες·
σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες
πάντες τ᾽ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι· 20
ἀλλ᾽ οὐκ ἂν ἐρύσαιτ᾽ ἐξ οὐρανόθεν πεδίονδε
Ζῆν᾽ ὕπατον μήστωρ᾽, οὐδ᾽ εἰ μάλα πολλὰ κάμοιτε.
ἀλλ᾽ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι,
αὐτῇ κεν γαίῃ ἐρύσαιμ᾽ αὐτῇ τε θαλάσσῃ·
σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο 25
δησαίμην, τὰ δέ κ᾽ αὖτε μετήορα πάντα γένοιτο.
τόσσον ἐγὼ περί τ᾽ εἰμὶ θεῶν περί τ᾽ εἴμ᾽ ἀνθρώπων.»
Ὣς ἔφαθ᾽, οἱ δ᾽ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ
μῦθον ἀγασσάμενοι· μάλα γὰρ κρατερῶς ἀγόρευσεν.
ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη· 30
«ὦ πάτερ ἡμέτερε Κρονίδη, ὕπατε κρειόντων,
εὖ νυ καὶ ἡμεῖς ἴδμεν ὅ τοι σθένος οὐκ ἐπιεικτόν·
ἀλλ᾽ ἔμπης Δαναῶν ὀλοφυρόμεθ᾽ αἰχμητάων,
οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται.
ἀλλ᾽ ἤτοι πολέμου μὲν ἀφεξόμεθ᾽, ὡς σὺ κελεύεις· 35
βουλὴν δ᾽ Ἀργείοις ὑποθησόμεθ᾽, ἥ τις ὀνήσει,
ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο.»
Τὴν δ᾽ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς·
«θάρσει, Τριτογένεια, φίλον τέκος· οὔ νύ τι θυμῷ
πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἤπιος εἶναι.» 40
Ὣς εἰπὼν ὑπ᾽ ὄχεσφι τιτύσκετο χαλκόποδ᾽ ἵππω,
ὠκυπέτα, χρυσέῃσιν ἐθείρῃσιν κομόωντε,
χρυσὸν δ᾽ αὐτὸς ἔδυνε περὶ χροΐ, γέντο δ᾽ ἱμάσθλην
χρυσείην εὔτυκτον, ἑοῦ δ᾽ ἐπεβήσετο δίφρου,
μάστιξεν δ᾽ ἐλάαν· τὼ δ᾽ οὐκ ἀέκοντε πετέσθην 45
μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος.
Ἴδην δ᾽ ἵκανεν πολυπίδακα, μητέρα θηρῶν,
Γάργαρον, ἔνθα τέ οἱ τέμενος βωμός τε θυήεις.
ἔνθ᾽ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε
λύσας ἐξ ὀχέων, κατὰ δ᾽ ἠέρα πουλὺν ἔχευεν. 50
αὐτὸς δ᾽ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων,
εἰσορόων Τρώων τε πόλιν καὶ νῆας Ἀχαιῶν.
Οἱ δ᾽ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ
ῥίμφα κατὰ κλισίας, ἀπὸ δ᾽ αὐτοῦ θωρήσσοντο.
Τρῶες δ᾽ αὖθ᾽ ἑτέρωθεν ἀνὰ πτόλιν ὁπλίζοντο, 55
παυρότεροι· μέμασαν δὲ καὶ ὧς ὑσμῖνι μάχεσθαι,
χρειοῖ ἀναγκαίῃ, πρό τε παίδων καὶ πρὸ γυναικῶν.
πᾶσαι δ᾽ ὠΐγνυντο πύλαι, ἐκ δ᾽ ἔσσυτο λαός,
πεζοί θ᾽ ἱππῆές τε· πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.
Οἱ δ᾽ ὅτε δή ῥ᾽ ἐς χῶρον ἕνα ξυνιόντες ἵκοντο, 60
σύν ῥ᾽ ἔβαλον ῥινούς, σὺν δ᾽ ἔγχεα καὶ μένε᾽ ἀνδρῶν
χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι
ἔπληντ᾽ ἀλλήλῃσι, πολὺς δ᾽ ὀρυμαγδὸς ὀρώρει.
ἔνθα δ᾽ ἅμ᾽ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν
ὀλλύντων τε καὶ ὀλλυμένων, ῥέε δ᾽ αἵματι γαῖα. 65
Ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ,
τόφρα μάλ᾽ ἀμφοτέρων βέλε᾽ ἥπτετο, πῖπτε δὲ λαός.
ἦμος δ᾽ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει,
καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα·
ἐν δὲ τίθει δύο κῆρε τανηλεγέος θανάτοιο, 70
Τρώων θ᾽ ἱπποδάμων καὶ Ἀχαιῶν χαλκοχιτώνων,
ἕλκε δὲ μέσσα λαβών· ῥέπε δ᾽ αἴσιμον ἦμαρ Ἀχαιῶν.
αἱ μὲν Ἀχαιῶν κῆρες ἐπὶ χθονὶ πουλυβοτείρῃ
ἑζέσθην, Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν·
αὐτὸς δ᾽ ἐξ Ἴδης μεγάλ᾽ ἔκτυπε, δαιόμενον δὲ 75
ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν· οἱ δὲ ἰδόντες
θάμβησαν, καὶ πάντας ὑπὸ χλωρὸν δέος εἷλεν.


Ραψωδία Θ

Θεῶν ἀγορά. Κόλος μάχη.

Η Έως άπλωνε η χρυσή σ᾽ όλην την γην το φως της,
κι εσυγκαλούσε τους θεούς ο υπέρτατος Κρονίδης
στην ακροτάτην κορυφήν του πολυλόφου Ολύμπου.
Έλεγε αυτός και όλ᾽ οι θεοί προσέχαν εις τον λόγον:
5«Αθάνατοι και αθάνατες θεές, ακούσετ᾽ όλοι
ό,τι στα στήθη μου η ψυχή να ειπώ παρακινεί με·
μήτε θεός μήτε θεά τολμήσει ν᾽ αντικόψει
τούτον που λέγω τον σκοπόν και στέρξετ᾽ όλοι αντάμα
ώστε στα έργα τούτα εγώ γοργό να δώσω τέλος.
10Και όποιον θεόν αλλόγνωμα νοήσω να βοηθήσει
τους Τρώας ή τους Δαναούς, άσχημα κτυπημένος
στον Όλυμπον θα στρέψει αυτός ή θα τον ρίξω κάτω
με τούτα εγώ τα χέρια μου στα σκότη του Ταρτάρου,
πολύ μακράν στα τρίσβαθα του κόσμου καταχθόνια,
15που πύλες έχει σιδηρές και χάλκινο κατώφλι,
κάτω απ᾽ τον Άδη όσο της γης ο ουρανός απέχει·
τότε θα μάθει αν τους θεούς νικώ στην ρώμην όλους.
Και δοκιμάσετε, ω θεοί, να το γνωρίσετ᾽ όλοι.
Χρυσήν κρεμάσετ᾽ άλυσον απ᾽ τ᾽ ουρανού την άκρην,
20και αθάνατοι και αθάνατες όλοι απ᾽ αυτήν πιασθείτε.
Αλλά δεν θα ᾽σθε δυνατοί μ᾽ όσον και αν βάλτε κόπον
να σύρετ᾽ απ᾽ τον ουρανόν τον πάνσοφον Κρονίδην.
Αλλ᾽ αν εγώ το ήθελα θα εδύνομουν και μόνος
μ᾽ όλην την γην και θάλασσαν επάνω να σας σύρω·
25και θα ᾽δενα την άλυσον στην κορυφήν του Ολύμπου
ώστε τα πάντ᾽ ανάερα να μείνουν εις τον κόσμον·
τόσον ανώτερος εγώ θεών και ανθρώπων είμαι».
Είπεν αυτά κι εσίγησεν, άφωνοι εμείναν όλοι·
ότι με φόβον άκουσαν τον αυστηρόν του λόγον·
30και τέλος η γλαυκόματη θεά σ᾽ εκείνον είπε:
«Κρονίδη, ω πατέρα μας, των βασιλέων πρώτε,
το ηξεύρομ᾽ ότι αντίσταση δεν έχ᾽ η δύναμίς σου·
αλλ᾽ όμως δια τους Δαναούς πονούμε τους ανδρείους,
οπού θα πάθουν και άσφαλτα θ᾽ αδικοθανατήσουν·
35αλλ᾽ όμως θέλει απέχομεν, ως θέλεις, απ᾽ την μάχην.
Πλην συμβουλήν θα δώσομεν καλήν εις τους Αργείους,
να μη χαθούν όλοι δια μιας απ᾽ το βαρύ σου μίσος».
Της είπε με χαμόγελον ο νεφελοσυνάκτης:
«Παρηγορήσου, τέκνον μου· με την ψυχήν δεν είπα
40τον λόγον οπού επρόφερα· και μαλακόν θα μ᾽ έβρεις».
Είπε· στ᾽ αμάξι έζεψε τα ορμητικά πουλάρια,
χαλκόποδα, μ᾽ ολόχρυσην και φουντωμένην κόμην,
ολόχρυσ᾽ άρματα και αυτός εζώσθηκε κι επήρε
χρυσήν ωραία μάστιγα και ανέβηκε στον θρόνον
45κι εράβδισε να κινηθούν και πρόθυμα επετούσαν
τ΄ άλογ᾽ ανάμεσα στην γην και τ᾽ ουρανού τ᾽ αστέρια.
Έφθασε στην πολύβρυσην και θηριοθρέπτραν Ίδην,
στο Γάργαρον, που του Διός έχει βωμόν και κτήμα·
αυτού εστάθη των θεών και ανθρώπων ο πατέρας,
50και τ᾽ άλογ᾽ αφού ξέζεψε και τα ᾽ζωσε με νέφος,
στην κορυφήν περήφανος εκάθισε να βλέπει
των Τρώων και των Αχαιών την πόλιν και τα πλοία.
Και εις τες σκηνές των οι Αχαιοί το πρόγευμά τους παίρναν
σύντομα και αρματώνονταν ευθύς κατόπιν όλοι,
55και οι Τρώες εις την πόλιν των, και αν και ολιγότερ᾽ ήσαν,
διψούσαν δια τον πόλεμον, βιασμένοι απ᾽ την ανάγκην,
δια τες γυναίκες, την ζωήν, δια τα παιδιά να βάλουν·
οι πύλες όλες άνοιξαν κι εχύνονταν τα πλήθη,
πεζοί και ιππείς, και αλαλαγμός μεγάλος ακουόνταν.
60Και ότ᾽ έφθασαν και εβρέθηκαν εις έναν τόπον όλοι,
τα τόμαρα και τ᾽ άρματα και τ᾽ ανδρειωμένα στήθη,
τα χαλκοθώρηκτ᾽ έσμιξαν· κι οι ομφαλωτές ασπίδες
απ᾽ τα δυο μέρη εγγίζονταν, και ο κόσμος εβροντούσε.
Κι εκεί κραυγή χαράς ανδρών που φόνευαν και βόγγος
65ανδρών οπού εφονεύοντο και η γη πλημμύριζ᾽ αίμα.
Και όσο ήτο αυγή και τ᾽ άγιο φως αύξαινε της ημέρας,
επέφταν και των δυο στρατών άνδρες πολλοί στην μάχην.
Και όταν ο ήλιος τ᾽ ουρανού στην μέσην είχε φθάσει,
τα χρυσά τάλαντ᾽ άνοιξεν ο ύψιστος πατέρας
70και εις το καθέν᾽ απέδωσε πικρού θανάτου μοίραν,
των χαλκοφράκτων Αχαιών, των ιπποδάμων Τρώων·
τα σήκωσε κι έκλιν᾽ ευθύς των Αχαιών η μοίρα·
των Αχαιών εκάθισαν κάτω στην γην οι μοίρες·
των Τρώων ως τον ουρανόν οι μοίρες πεταχθήκαν·
75και από την Ίδην βρόντησεν ο Ζευς και αστροπελέκι
φρικτόν στην μέσην έριξε των Αχαιών· κι εκείνοι
την φλόγα ως είδαν έμειναν και αχνός τούς πήρε φόβος.