| 1255ΑΓΑ. ἐγὼ τά τ᾽ οἰκτρὰ συνετός εἰμι καὶ τὰ μή,
 φιλῶ  τ᾽ ἐμαυτοῦ τέκνα· μαινοίμην γὰρ ἄν.
 δεινῶς δ᾽ ἔχει μοι ταῦτα τολμῆσαι, γύναι,
 δεινῶς δὲ καὶ μή· τοῦτο γὰρ πρᾶξαί με δεῖ.
 ὁρᾶθ᾽ ὅσον στράτευμα ναύφρακτον τόδε,
 1260χαλκέων θ᾽ ὅπλων ἄνακτες Ἑλλήνων ὅσοι,
 οἷς νόστος οὐκ ἔστ᾽ Ἰλίου πύργους ἔπι,
 εἰ μή σε θύσω, μάντις ὡς Κάλχας λέγει,
 οὐδ᾽ ἔστι Τροίας ἐξελεῖν κλεινὸν βάθρον.
 μέμηνε δ᾽ Ἀφροδίτη τις Ἑλλήνων στρατῷ
 1265πλεῖν ὡς τάχιστα βαρβάρων ἐπὶ χθόνα,
 παῦσαί τε λέκτρων ἁρπαγὰς Ἑλληνικῶν·
 οἳ τὰς ἐν Ἄργει παρθένους κτενοῦσί μου
 ὑμᾶς τε κἀμέ, θέσφατ᾽ εἰ λύσω θεᾶς.
 οὐ Μενέλεώς με καταδεδούλωται, τέκνον,
 1270οὐδ᾽ ἐπὶ τὸ κείνου βουλόμενον ἐλήλυθα,
 ἀλλ᾽ Ἑλλάς, ᾗ δεῖ, κἂν θέλω κἂν μὴ θέλω,
 θῦσαί σε· τούτου δ᾽ ἥσσονες καθέσταμεν.
 ἐλευθέραν γὰρ δεῖ νιν ὅσον ἐν σοί, τέκνον,
 κἀμοὶ γενέσθαι, μηδὲ βαρβάρων ὕπο
 1275Ἕλληνας ὄντας λέκτρα συλᾶσθαι βίᾳ.
 
 |