Λοκρῶν δ᾽ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας, 
μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας, 
ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην, λινοθώρηξ, 
530 ἐγχείῃ δ᾽ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς· 
οἳ Κῦνόν τ᾽ ἐνέμοντ᾽ Ὀπόεντά τε Καλλίαρόν τε 
Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς 
Τάρφην τε Θρόνιόν τε Βοαγρίου ἀμφὶ ῥέεθρα· 
τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο 
535 Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. 
Οἳ δ᾽ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες, 
Χαλκίδα τ᾽ Εἰρέτριάν τε πολυστάφυλόν θ᾽ Ἱστίαιαν 
Κήρινθόν τ᾽ ἔφαλον Δίου τ᾽ αἰπὺ πτολίεθρον, 
οἵ τε Κάρυστον ἔχον ἠδ᾽ οἳ Στύρα ναιετάασκον, 
540 τῶν αὖθ᾽ ἡγεμόνευ᾽ Ἐλεφήνωρ, ὄζος Ἄρηος, 
Χαλκωδοντιάδης, μεγαθύμων ἀρχὸς Ἀβάντων. 
τῷ δ᾽ ἅμ᾽ Ἄβαντες ἕποντο θοοί, ὄπιθεν κομόωντες, 
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι 
θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι· 
545 τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 
Οἳ δ᾽ ἄρ᾽ Ἀθήνας εἶχον, ἐϋκτίμενον πτολίεθρον, 
δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ᾽ Ἀθήνη 
θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα, 
κὰδ δ᾽ ἐν Ἀθήνῃς εἷσεν, ἑῷ ἐν πίονι νηῷ· 
550 ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται 
κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν· 
τῶν αὖθ᾽ ἡγεμόνευ᾽ υἱὸς Πετεῶο Μενεσθεύς. 
τῷ δ᾽ οὔ πώ τις ὁμοῖος ἐπιχθόνιος γένετ᾽ ἀνὴρ 
κοσμῆσαι ἵππους τε καὶ ἀνέρας ἀσπιδιώτας· 
555 Νέστωρ οἶος ἔριζεν· ὁ γὰρ προγενέστερος ἦεν· 
τῷ δ᾽ ἅμα πεντήκοντα μέλαιναι νῆες ἕποντο. 
Αἴας δ᾽ ἐκ Σαλαμῖνος ἄγεν δυοκαίδεκα νῆας, 
στῆσε δ᾽ ἄγων ἵν᾽ Ἀθηναίων ἵσταντο φάλαγγες. 
Οἳ δ᾽ Ἄργος τ᾽ εἶχον Τίρυνθά τε τειχιόεσσαν, 
560 Ἑρμιόνην Ἀσίνην τε, βαθὺν κατὰ κόλπον ἐχούσας, 
Τροιζῆν᾽ Ἠϊόνας τε καὶ ἀμπελόεντ᾽ Ἐπίδαυρον, 
οἵ τ᾽ ἔχον Αἴγιναν Μάσητά τε κοῦροι Ἀχαιῶν, 
τῶν αὖθ᾽ ἡγεμόνευε βοὴν ἀγαθὸς Διομήδης 
καὶ Σθένελος, Καπανῆος ἀγακλειτοῦ φίλος υἱός· 
565 τοῖσι δ᾽ ἅμ᾽ Εὐρύαλος τρίτατος κίεν, ἰσόθεος φώς, 
Μηκιστέος υἱὸς Ταλαϊονίδαο ἄνακτος· 
συμπάντων δ᾽ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης· 
τοῖσι δ᾽ ἅμ᾽ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο. 
Οἳ δὲ Μυκήνας εἶχον, ἐϋκτίμενον πτολίεθρον, 
570 ἀφνειόν τε Κόρινθον ἐϋκτιμένας τε Κλεωνάς, 
Ὀρνειάς τ᾽ ἐνέμοντο Ἀραιθυρέην τ᾽ ἐρατεινὴν 
καὶ Σικυῶν᾽, ὅθ᾽ ἄρ᾽ Ἄδρηστος πρῶτ᾽ ἐμβασίλευεν, 
οἵ θ᾽ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν 
Πελλήνην τ᾽ εἶχον ἠδ᾽ Αἴγιον ἀμφινέμοντο 
575 Αἰγιαλόν τ᾽ ἀνὰ πάντα καὶ ἀμφ᾽ Ἑλίκην εὐρεῖαν, 
τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων 
Ἀτρεΐδης· ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι 
λαοὶ ἕποντ᾽· ἐν δ᾽ αὐτὸς ἐδύσετο νώροπα χαλκὸν 
κυδιόων, πᾶσιν δὲ μετέπρεπεν ἡρώεσσιν, 
580 οὕνεκ᾽ ἄριστος ἔην, πολὺ δὲ πλείστους ἄγε λαούς. 
Οἳ δ᾽ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν, 
Φᾶρίν τε Σπάρτην τε πολυτρήρωνά τε Μέσσην, 
Βρυσειάς τ᾽ ἐνέμοντο καὶ Αὐγειὰς ἐρατεινάς, 
οἵ τ᾽ ἄρ᾽ Ἀμύκλας εἶχον Ἕλος τ᾽, ἔφαλον πτολίεθρον, 
585 οἵ τε Λάαν εἶχον ἠδ᾽ Οἴτυλον ἀμφενέμοντο, 
τῶν οἱ ἀδελφεὸς ἦρχε, βοὴν ἀγαθὸς Μενέλαος, 
ἑξήκοντα νεῶν· ἀπάτερθε δὲ θωρήσσοντο· 
ἐν δ᾽ αὐτὸς κίεν ᾗσι προθυμίῃσι πεποιθώς, 
ὀτρύνων πόλεμόνδε· μάλιστα δὲ ἵετο θυμῷ 
590 τείσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε. 
 
 |