Γραφικό

Μνημοσύνη
Ψηφιακή Βιβλιοθήκη της Αρχαίας Ελληνικής Γραμματείας

Μνημοσύνης δ᾽ ἐξαῦτις ἐράσσατο καλλικόμοιο,
ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο
ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Ησίοδος, Θεογονία 915-7

ΟΜΗΡΟΣ

Ἰλιάς (17.567-17.625)


Ὣς φάτο, γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
ὅττι ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,
570 καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,
ἥ τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
ἰσχανάᾳ δακέειν, λαρόν τέ οἱ αἷμ᾽ ἀνθρώπου·
τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,
βῆ δ᾽ ἐπὶ Πατρόκλῳ, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
575 ἔσκε δ᾽ ἐνὶ Τρώεσσι Ποδῆς, υἱὸς Ἠετίωνος,
ἀφνειός τ᾽ ἀγαθός τε· μάλιστα δέ μιν τίεν Ἕκτωρ
δήμου, ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής·
τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
ἀΐξαντα φόβονδε, διαπρὸ δὲ χαλκὸν ἔλασσε·
580 δούπησεν δὲ πεσών· ἀτὰρ Ἀτρεΐδης Μενέλαος
νεκρὸν ὑπὲκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
Ἕκτορα δ᾽ ἐγγύθεν ἱστάμενος ὤτρυνεν Ἀπόλλων,
Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος, ὅς οἱ ἁπάντων
ξείνων φίλτατος ἔσκεν, Ἀβυδόθι οἰκία ναίων·
585 τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων·
«Ἕκτορ, τίς κέ σ᾽ ἔτ᾽ ἄλλος Ἀχαιῶν ταρβήσειεν;
οἷον δὴ Μενέλαον ὑπέτρεσας, ὃς τὸ πάρος γε
μαλθακὸς αἰχμητής· νῦν δ᾽ οἴχεται οἶος ἀείρας
νεκρὸν ὑπὲκ Τρώων, σὸν δ᾽ ἔκτανε πιστὸν ἑταῖρον,
590 ἐσθλὸν ἐνὶ προμάχοισι, Ποδῆν, υἱὸν Ἠετίωνος.»
Ὣς φάτο, τὸν δ᾽ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
καὶ τότ᾽ ἄρα Κρονίδης ἕλετ᾽ αἰγίδα θυσσανόεσσαν
μαρμαρέην, Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
595 ἀστράψας δὲ μάλα μεγάλ᾽ ἔκτυπε, τὴν δ᾽ ἐτίναξε,
νίκην δὲ Τρώεσσι δίδου, ἐφόβησε δ᾽ Ἀχαιούς.
Πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ
ἄκρον ἐπιλίγδην· γράψεν δέ οἱ ὀστέον ἄχρις
600 αἰχμὴ Πουλυδάμαντος· ὁ γάρ ῥ᾽ ἔβαλε σχεδὸν ἐλθών.
Λήϊτον αὖθ᾽ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ᾽ ἐπὶ καρπῷ,
υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·
τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
605 Ἕκτορα δ᾽ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·
ἐν καυλῷ δ᾽ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν
Τρῶες· ὁ δ᾽ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο
δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥ᾽ ἀπὸ τυτθὸν ἅμαρτεν·
610 αὐτὰρ ὁ Μηριόναο ὀπάονά θ᾽ ἡνίοχόν τε,
Κοίρανον, ὅς ῥ᾽ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ᾽ αὐτῷ—
πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·
615 καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,
αὐτὸς δ᾽ ὤλεσε θυμὸν ὑφ᾽ Ἕκτορος ἀνδροφόνοιο—
τὸν βάλ᾽ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δ᾽ ἄρ᾽ ὀδόντας
ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.
ἤριπε δ᾽ ἐξ ὀχέων, κατὰ δ᾽ ἡνία χεῦεν ἔραζε.
620 καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι
κύψας ἐκ πεδίοιο, καὶ Ἰδομενῆα προσηύδα·
«μάστιε νῦν, ἧός κε θοὰς ἐπὶ νῆας ἵκηαι·
γιγνώσκεις δὲ καὶ αὐτὸς ὅ τ᾽ οὐκέτι κάρτος Ἀχαιῶν.»
Ὣς ἔφατ᾽, Ἰδομενεὺς δ᾽ ἵμασεν καλλίτριχας ἵππους
625 νῆας ἔπι γλαφυράς· δὴ γὰρ δέος ἔμπεσε θυμῷ.


Είπε και η γλυκόφθαλμη θεά χαρά το πήρε
διότι απ᾽ όλους τους θεούς σ᾽ αυτήν ευχήθη πρώτον.
Και ορμήν πολλήν του έβαλε στα γόνατα, στους ώμους,
570και μέσα τον εγέμισε με πείσμα ως έχ᾽ η μύγα,
που όσο την διώχνουν στο κορμί το ανθρώπινο κολλάει
να το δαγκάνει και πολύ το αίμ᾽ αγαπά του ανθρώπου.
Με τόσο πείσμα εγέμισε τα βάθη της καρδιάς του.
Κι επήγε προς τον Πάτροκλον και ακόντισε την λόγχην.
575Άνθρωπος τ᾽ όνομα Ποδής ευρίσκετο εις την Τροίαν
υιός του Ηετίωνος και πλούσιος και γενναίος
σύντροφος ομοτράπεζος του Έκτορος και φίλος·
αυτόν ως έφευγε, ο ξανθός Μενέλαος στον ζωστήρα
κτύπησε και του πέρασε την λόγχην πέρα πέρα·
580και όπως βροντώντας έπεσεν, ο Ατρείδης απ᾽ τους Τρώας
έσυρε αμέσως τον νεκρόν στες τάξες των συντρόφων.
Και ο Φοίβος τότ᾽ εστάθηκεν στου Έκτορος το πλάγι
του Ασιάδου Φαίνοπος προσόμοιος, της Αβύδου,
που ήταν φίλος του ακριβός όσον κανείς των ξένων.
585«Έκτωρ», του είπεν ο θεός, «και ποιος θα σε τρομάξει
άλλος στο εξής των Αχαιών; Που εμπρός του Μενελάου
έφυγες, οπού ελέγετο πολεμιστής αχρείος·
και τώρα μόνος τον νεκρόν εσήκωσε απ᾽ την μέσην
των Τρώων, κι ήταν ο Ποδής αγαπητός σου φίλος,
590του Ηετίωνος υιός καλός και ανδρειωμένος».
Είπε κι εκείνον σκέπασε πόνου βαθιά μαυρίλα
και ολόφρακτος μες στ᾽ άρματα εβγήκε απ᾽ τους προμάχους·
και τότε, ο Ζευς την κροσσωτήν αιγίδ᾽ ακτινοβόλον
επήρε και όλην σκέπασε με σύννεφα την Ίδην,
595άστραψ᾽ εβρόντησε βαριά και σειώντας την αιγίδα
νίκην των Τρώων έδιδε και τρόμον των Αργείων.
Την φυγήν άρχισε ο Βοιωτός Πηνέλαος, ότι ως ήταν
πάντοτ᾽ εμπρός, τον λόγχισεν εγγύς ο Πολυδάμας,
κι επήρε η λόγχη ξέδερμα του ώμου του την άκραν
600κι εξάκρισε το κόκαλο· τον Λήιτον ο Έκτωρ
του Αλεκτρύονος τον υιόν ελάβωσε στο χέρι
μες στον αρμόν, κι εμάκρυνεν αυτόν από την μάχην·
τηρώντας γύρω εσύρθηκε, ότι στο χέρι μέσα
την λόγχην είχε, ανίκανος να πολεμήσει πλέον.
605Ο Ιδομενεύς τον Έκτορα που εχύνετο στον Λήιτον
εκτύπησε κατάστηθα προς το βυζί κι εκόπη
στην λόγχην το κοντάρι του και αλάλαξαν οι Τρώες.
Ο Έκτωρ τότε ακόντισεν εις τον Ιδομενέα
ορθόν στ᾽ αμάξι κι έλειψεν ολίγο να τον πάρει·
610κι εκτύπησε τον Κοίρανον, που απ᾽ την ωραίαν Λύκτον
του Μηριόνη ήλθε οπαδός στ᾽ αμάξι κυβερνήτης.
Ότ᾽ είχεν έλθει ο Ιδομενεύς πεζός απ᾽ τα καράβια
και δόξης θα ήταν αφορμή μεγάλης εις τους Τρώας,
αν δεν έφθανε ο Κοίρανος των ίππων κυβερνήτης·
615και σώστης του απ᾽ τον όλεθρον προφύλαξεν εκείνον
και του ανδροφόνου Έκτορος αυτόν επήρε η λόγχη,
κάτω απ᾽ τ᾽ αυτί τον κτύπησε, και του ᾽σπασεν η λόγχη
όλα τα δόντια κι έκοψε την γλώσσαν μες στην μέσην,
από το αμάξι εβρόντησε και απόλυσε απ᾽ τα χέρια
620τα χαλινάρια· κι έσκυψε στην γην ο Μηριόνης,
τα επήρε κι έπειτα έλεγε προς τον Ιδομενέα:
«Ράβδιζε τώρα, γρήγορα να φθάσεις εις τα πλοία·
το βλέπεις, που των Αχαιών δεν είναι η νίκη πλέον».
Είπε κι ευθύς εράβδισε τους ίππους προς τα πλοία
625ο Ιδομενεύς, ότι έπεσε μες στην ψυχήν του ο φόβος.