| ΦΑ. τάλανες ὦ κακοτυχεῖς [ἀντ.]
 γυναικῶν πότμοι·
 670 τίν᾽ ἢ νῦν τέχναν ἔχομεν ἢ λόγον
 σφαλεῖσαι κάθαμμα λύειν λόγου;
 ἐτύχομεν δίκας. ἰὼ γᾶ καὶ φῶς·
 πᾶι ποτ᾽ ἐξαλύξω τύχας;
 πῶς δὲ πῆμα κρύψω, φίλαι;
 675 τίς ἂν θεῶν ἀρωγὸς ἢ τίς ἂν βροτῶν
 πάρεδρος ἢ ξυνεργὸς ἀδίκων ἔργων
 φανείη; τὸ γὰρ παρ᾽ ἡμῖν πάθος
 πέραν δυσεκπέρατον ἔρχεται βίου.
 κακοτυχεστάτα γυναικῶν ἐγώ.
 
 680 ΧΟ. φεῦ φεῦ, πέπρακται, κοὐ κατώρθωνται τέχναι,
 δέσποινα, τῆς σῆς προσπόλου, κακῶς δ᾽ ἔχει.
 ΦΑ. ὦ παγκακίστη καὶ φίλων διαφθορεῦ,
 οἷ᾽ εἰργάσω με. Ζεύς σε γεννήτωρ ἐμὸς
 πρόρριζον ἐκτρίψειεν οὐτάσας πυρί.
 685 οὐκ εἶπον, οὐ σῆς προυνοησάμην φρενός,
 σιγᾶν ἐφ᾽ οἷσι νῦν ἐγὼ κακύνομαι;
 σὺ δ᾽ οὐκ ἀνέσχου· τοιγὰρ οὐκέτ᾽ εὐκλεεῖς
 θανούμεθ᾽. ἀλλὰ δεῖ με δὴ καινῶν λόγων·
 οὗτος γὰρ ὀργῆι συντεθηγμένος φρένας
 690 ἐρεῖ καθ᾽ ἡμῶν πατρὶ σὰς ἁμαρτίας,
 ἐρεῖ δὲ Πιτθεῖ τῶι γέροντι συμφοράς,
 πλήσει τε πᾶσαν γαῖαν αἰσχίστων λόγων.
 ὄλοιο καὶ σὺ χὤστις ἄκοντας φίλους
 πρόθυμός ἐστι μὴ καλῶς εὐεργετεῖν.
 695 ΤΡ. δέσποιν᾽, ἔχεις μὲν τἀμὰ μέμψασθαι κακά,
 τὸ γὰρ δάκνον σου τὴν διάγνωσιν κρατεῖ·
 ἔχω δὲ κἀγὼ πρὸς τάδ᾽, εἰ δέξηι, λέγειν.
 ἔθρεψά σ᾽ εὔνους τ᾽ εἰμί· τῆς νόσου δέ σοι
 ζητοῦσα φάρμαχ᾽ ηὗρον οὐχ ἁβουλόμην.
 700 εἰ δ᾽ εὖ γ᾽ ἔπραξα, κάρτ᾽ ἂν ἐν σοφοῖσιν ἦ·
 πρὸς τὰς τύχας γὰρ τὰς φρένας κεκτήμεθα.
 ΦΑ. ἦ γὰρ δίκαια ταῦτα κἀξαρκοῦντά μοι,
 τρώσασαν ἡμᾶς εἶτα συγχωρεῖν λόγοις;
 ΤΡ. μακρηγοροῦμεν· οὐκ ἐσωφρόνουν ἐγώ.
 705 ἀλλ᾽ ἔστι κἀκ τῶνδ᾽ ὥστε σωθῆναι, τέκνον.
 
 |