Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΟΙΚΟΝΟΜΙΚΟΣ

ΞΕΝ Οικ 1.18–1.23

Ελαττώματα και πάθη που υποδουλώνουν
Στον Οικονομικό παρουσιάζεται ο Σωκράτης να συζητά αρχικά με τον Κριτόβουλο (κεφ.1–6) και στη συνέχεια με τον Ισχόμαχο (κεφ. 7–21) για ζητήματα οικιακής οικονομίας και αγροτικής παραγωγής. Με τον πρώτο συνομιλητή του ο μεγάλος φιλόσοφος επιχείρησε αρχικά να συνεξετάσει τι αποτελεί περιουσία και τι όχι. Συμφώνησαν ότι κάτι γίνεται περιουσία μας, μόνον αν γνωρίζουμε πώς να το χρησιμοποιούμε. Ο Κριτόβουλος αναρωτιέται, λοιπόν, πώς εξηγείται κάποιοι να μην μπορούν να ευδοκιμήσουν, ενώ διαθέτουν και γνώσεις και κεφάλαια. Ο Σωκράτης τότε επισημαίνει ότι ο Κριτόβουλος αναφέρεται σε δούλους, ο συνομιλητής του όμως επιμένει ότι μιλά για ελεύθερους ανθρώπους, προκαλώντας την παρακάτω διευκρίνιση του φιλοσόφου.

[1.18] Καὶ πῶς ἄν, ἔφη ὁ Σωκράτης, δεσπότας οὐκ ἔχοιεν, εἰ
εὐχόμενοι εὐδαιμονεῖν καὶ ποιεῖν βουλόμενοι ἀφ’ ὧν <ἂν>
ἔχοιεν ἀγαθὰ ἔπειτα κωλύονται ποιεῖν ταῦτα ὑπὸ τῶν
ἀρχόντων; Καὶ τίνες δὴ οὗτοί εἰσιν, ἔφη ὁ Κριτόβουλος,
οἳ ἀφανεῖς ὄντες ἄρχουσιν αὐτῶν; [1.19] Ἀλλὰ μὰ Δί’, ἔφη ὁ
Σωκράτης, οὐκ ἀφανεῖς εἰσιν, ἀλλὰ καὶ πάνυ φανεροί. καὶ
ὅτι πονηρότατοί γέ εἰσιν οὐδὲ σὲ λανθάνουσιν, εἴπερ πονηρίαν
γε νομίζεις ἀργίαν τ’ εἶναι καὶ μαλακίαν ψυχῆς καὶ ἀμέλειαν.
[1.20] καὶ ἄλλαι δ’ εἰσὶν ἀπατηλαί τινες δέσποιναι προσποιούμεναι
ἡδοναὶ εἶναι, κυβεῖαί τε καὶ ἀνωφελεῖς ἀνθρώπων ὁμιλίαι,
αἳ προϊόντος τοῦ χρόνου καὶ αὐτοῖς τοῖς ἐξαπατηθεῖσι κατα-
φανεῖς γίγνονται ὅτι λῦπαι ἄρα ἦσαν ἡδοναῖς περιπεπεμ-
μέναι, αἳ διακωλύουσιν αὐτοὺς ἀπὸ τῶν ὠφελίμων ἔργων
κρατοῦσαι. [1.21] Ἀλλὰ καὶ ἄλλοι, ἔφη, ὦ Σώκρατες, ἐργάζεσθαι
μὲν οὐ κωλύονται ὑπὸ τούτων, ἀλλὰ καὶ πάνυ σφοδρῶς πρὸς
τὸ ἐργάζεσθαι ἔχουσι καὶ μηχανᾶσθαι προσόδους· ὅμως δὲ
καὶ τοὺς οἴκους κατατρίβουσι καὶ ἀμηχανίαις συνέχονται.
[1.22] Δοῦλοι γάρ εἰσι καὶ οὗτοι, ἔφη ὁ Σωκράτης, καὶ πάνυ γε
χαλεπῶν δεσποτῶν, οἱ μὲν λιχνειῶν, οἱ δὲ λαγνειῶν, οἱ δὲ
οἰνοφλυγιῶν, οἱ δὲ φιλοτιμιῶν τινων μώρων καὶ δαπανηρῶν,
ἃ οὕτω χαλεπῶς ἄρχει τῶν ἀνθρώπων ὧν ἂν ἐπικρατήσωσιν,
ὥσθ’ ἕως μὲν ἂν ὁρῶσιν ἡβῶντας αὐτοὺς καὶ δυναμένους
ἐργάζεσθαι, ἀναγκάζουσι φέρειν ἃ ἂν αὐτοὶ ἐργάσωνται καὶ
τελεῖν εἰς τὰς αὑτῶν ἐπιθυμίας, ἐπειδὰν δὲ αὐτοὺς ἀδυνάτους
αἴσθωνται ὄντας ἐργάζεσθαι διὰ τὸ γῆρας, ἀπολείπουσι
τούτους κακῶς γηράσκειν, ἄλλοις δ’ αὖ πειρῶνται δούλοις
χρῆσθαι. [1.23] ἀλλὰ δεῖ, ὦ Κριτόβουλε, πρὸς ταῦτα οὐχ ἧττον
διαμάχεσθαι περὶ τῆς ἐλευθερίας ἢ πρὸς τοὺς σὺν ὅπλοις
πειρωμένους καταδουλοῦσθαι. πολέμιοι μὲν οὖν ἤδη ὅταν
καλοὶ κἀγαθοὶ ὄντες καταδουλώσωνταί τινας, πολλοὺς δὴ
βελτίους ἠνάγκασαν εἶναι σωφρονίσαντες, καὶ ῥᾷον βιοτεύειν
τὸν λοιπὸν χρόνον ἐποίησαν· αἱ δὲ τοιαῦται δέσποιναι αἰκιζό-
μεναι τὰ σώματα τῶν ἀνθρώπων καὶ τὰς ψυχὰς καὶ τοὺς
οἴκους οὔποτε λήγουσιν, ἔστ’ ἂν ἄρχωσιν αὐτῶν.