Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΑΘΗΝΑΙΩΝ ΠΟΛΙΤΕΙΑ

ΑΡΙΣΤ ΑθΠολ 13.1–13.5

Η πολιτική κατάσταση στην Αθήνα μετά την αναχώρηση του Σόλωνα για την Αίγυπτο
Στο πρώτο μέρος αυτής της πραγματείας ο Αριστοτέλης ανατέμνει την πολιτειακή ιστορία της Αθήνας. Αφού αναφέρθηκε διεξοδικά στη νομοθεσία του Δράκοντα, εξέθεσε τον τρόπο με τον οποίον ο Σόλωνας προσπάθησε να αντιμετωπίσει τις κοινωνικές αναταραχές της εποχής του – αν και τελικά καμιά από τις κοινωνικές ομάδες δεν έμεινε ευχαριστημένη. Και συνεχίζει:

    [13.1] Τὴν μὲν οὖν ἀποδημίαν ἐποιήσατο διὰ ταύτας τὰς
αἰτίας. Σόλωνος δ’ ἀποδημήσαντος, ἔτι τῆς πόλεως τετα-
ραγμένης, ἐπὶ μὲν ἔτη τέτταρα διῆγον ἐν ἡσυχίᾳ· τῷ δὲ πέμ-
πτῳ μετὰ τὴν Σόλωνος ἀρχὴν οὐ κατέστησαν ἄρχοντα
διὰ τὴν στάσιν, καὶ πάλιν ἔτει πέμπτῳ διὰ τὴν αὐτὴν αἰτίαν
ἀναρχίαν ἐποίησαν. [13.2] μετὰ δὲ ταῦτα διὰ τῶν αὐτῶν χρόνων
Δαμασίας αἱρεθεὶς ἄρχων ἔτη δύο καὶ δύο μῆνας ἦρξεν,
ἕως ἐξηλάθη βίᾳ τῆς ἀρχῆς. εἶτ’ ἔδοξεν αὐτοῖς διὰ τὸ
στασιάζειν ἄρχοντας ἑλέσθαι δέκα, πέντε μὲν εὐπατρι-
δῶν, τρεῖς δὲ ἀγροίκων, δύο δὲ δημιουργῶν, καὶ οὗτοι
τὸν μετὰ Δαμασίαν ἦρξαν ἐνιαυτόν. ᾧ καὶ δῆλον ὅτι
μεγίστην εἶχεν δύναμιν ὁ ἄρχων· φαίνονται γὰρ αἰεὶ στα-
σιάζοντες περὶ ταύτης τῆς ἀρχῆς. [13.3] ὅλως δὲ διετέλουν νο-
σοῦντες τὰ πρὸς ἑαυτούς, οἱ μὲν ἀρχὴν καὶ πρόφασιν ἔχον-
τες τὴν τῶν χρεῶν ἀποκοπήν (συνεβεβήκει γὰρ αὐτοῖς
γεγονέναι πένησιν), οἱ δὲ τῇ πολιτείᾳ δυσχεραίνοντες διὰ τὸ
μεγάλην γεγονέναι μεταβολήν, ἔνιοι δὲ διὰ τὴν πρὸς ἀλλή-
λους φιλονικίαν. [13.4] ἦσαν δ’ αἱ στάσεις τρεῖς· μία μὲν τῶν
παραλίων, ὧν προειστήκει Μεγακλῆς ὁ Ἀλκμέωνος, οἵπερ
ἐδόκουν μάλιστα διώκειν τὴν μέσην πολιτείαν· ἄλλη δὲ
τῶν πεδιακῶν, οἳ τὴν ὀλιγαρχίαν ἐζήτουν, ἡγεῖτο δ’ αὐτῶν
Λυκοῦργος· τρίτη δ’ ἡ τῶν διακρίων, ἐφ’ ᾗ τεταγμένος ἦν
Πεισίστρατος, δημοτικώτατος εἶναι δοκῶν. [13.5] προσεκεκό-
σμηντο δὲ τούτοις οἵ τε ἀφῃρημένοι τὰ χρέα διὰ τὴν
ἀπορίαν καὶ οἱ τῷ γένει μὴ καθαροὶ διὰ τὸν φόβον·
σημεῖον δ’, ὅτι μετὰ τὴν τῶν τυράννων κατάλυσιν ἐποίησαν
διαψηφισμόν, ὡς πολλῶν κοινωνούντων τῆς πολιτείας οὐ
προσῆκον. εἶχον δ’ ἕκαστοι τὰς ἐπωνυμίας ἀπὸ τῶν τόπων
ἐν οἷς ἐγεώργουν.