Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΠΑΡΑΓΡΑΦΗ ΥΠΕΡ ΦΟΡΜΙΩΝΟΣ

ΔΗΜ 36.23–27

Απαράδεκτη, σύμφωνα με τους νόμους, η αγωγή κατά του Φορμίωνα
Στο παρακάτω απόσπασμα ο ομιλητής ανακεφαλαιώνει όσα υποστήριξε στις παραγράφους της διηγήσεως και της πίστεως που προηγήθηκαν (βλ. ΔΗΜ 36.1–3).

    [23] Ἃ τοίνυν ἤδη περὶ αὐτοῦ τοῦ μὴ εἰσαγώγιμον εἶναι τὴν
δίκην δεῖ σκοπεῖν ὑμᾶς, ταῦτ’ ἀναμνήσθητ’ ἐκ τῶν εἰρημένων.
ἡμεῖς γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, γεγενημένου μὲν διαλογισμοῦ
καὶ ἀφέσεως τῆς τραπέζης καὶ τοῦ ἀσπιδοπηγείου τῆς μισθώ-
σεως, γεγενημένης δὲ διαίτης καὶ πάλιν πάντων ἀφέσεως,
οὐκ ἐώντων τῶν νόμων δίκας ὧν ἂν ἀφῇ τις ἅπαξ λαγχάνειν,
[24] συκοφαντοῦντος τούτου καὶ παρὰ τοὺς νόμους δικαζομένου
παρεγραψάμεθ’ ἐκ τῶν νόμων μὴ εἶναι τὴν δίκην εἰσαγώγιμον.
ἵν’ οὖν εἰδῆθ’ ὑπὲρ οὗ τὴν ψῆφον οἴσετε, τόν τε νόμον ὑμῖν
τοῦτον ἀναγνώσεται καὶ τὰς μαρτυρίας ἐφεξῆς τῶν παρόν-
των, ὅτ’ ἀφίει τῆς μισθώσεως καὶ τῶν ἄλλων ἁπάντων
ἐγκλημάτων Ἀπολλόδωρος. λαβέ μοι τὰς μαρτυρίας ταυ-
τασὶ καὶ τὸν νόμον.
ΜΑΡΤΥΡΙΑΙ. ΝΟΜΟΣ.

    [25] Ἀκούετε τοῦ νόμου λέγοντος, ὦ ἄνδρες Ἀθηναῖοι, τά τ’
ἄλλ’ ὧν μὴ εἶναι δίκας, καὶ ὅσα τις ἀφῆκεν ἢ ἀπήλλαξεν.
εἰκότως· εἰ γάρ ἐστι δίκαιον, ὧν ἂν ἅπαξ γένηται δίκη,
μηκέτ’ ἐξεῖναι δικάζεσθαι, πολὺ τῶν ἀφεθέντων δικαιότερον
μὴ εἶναι δίκας. ὁ μὲν γὰρ ἐν ὑμῖν ἡττηθεὶς τάχ’ ἂν εἴποι
τοῦθ’ ὡς ἐξηπατήθηθ’ ὑμεῖς· ὁ δ’ αὑτοῦ φανερῶς καταγνοὺς
καὶ ἀφεὶς καὶ ἀπαλλάξας, τίν’ ἂν ἑαυτὸν αἰτίαν αἰτιασάμενος
τῶν αὐτῶν πάλιν εἰκότως δικάζοιτο; οὐδεμίαν δήπου. διόπερ
τοῦτο πρῶτον ἔγραψεν ὁ τὸν νόμον θεὶς ὧν μὴ εἶναι δίκας,
ὅσα τις ἀφῆκεν ἢ ἀπήλλαξεν. ἃ τῷδε γέγονεν ἀμφότερα·
καὶ γὰρ ἀφῆκεν καὶ ἀπήλλαξεν. ὡς δ’ ἀληθῆ λέγω, μεμαρ-
τύρηται ὑμῖν, ὦ ἄνδρες Ἀθηναῖοι.

    Λαβὲ δή μοι καὶ τὸν τῆς προθεσμίας νόμον.
ΝΟΜΟΣ.

    [26] Ὁ μὲν τοίνυν νόμος, ὦ ἄνδρες Ἀθηναῖοι, σαφῶς οὑτωσὶ
τὸν χρόνον ὥρισεν· Ἀπολλόδωρος δ’ οὑτοσὶ παρεληλυθότων
ἐτῶν πλέον ἢ εἴκοσιν τὴν ἑαυτοῦ συκοφαντίαν ἀξιοῖ περὶ
πλείονος ὑμᾶς ποιήσασθαι τῶν νόμων, καθ’ οὓς ὀμωμοκότες
δικάζετε. καίτοι πᾶσι μὲν τοῖς νόμοις προσέχειν εἰκός ἐσθ’
ὑμᾶς, οὐχ ἥκιστα δὲ τούτῳ, ὦ ἄνδρες Ἀθηναῖοι. [27] δοκεῖ γάρ
μοι καὶ ὁ Σόλων οὐδενὸς ἄλλου ἕνεκα θεῖναι αὐτὸν ἢ τοῦ μὴ
συκοφαντεῖσθαι ὑμᾶς. τοῖς μὲν γὰρ ἀδικουμένοις τὰ πέντ’
ἔτη ἱκανὸν ἡγήσατ’ εἶναι εἰσπράξασθαι· κατὰ δὲ τῶν ψευ-
δομένων τὸν χρόνον ἐνόμισεν σαφέστατον ἔλεγχον ἔσεσθαι.
καὶ ἅμ’ ἐπειδὴ ἀδύνατον ἔγνω ὂν τούς τε συμβάλλοντας καὶ
τοὺς μάρτυρας ἀεὶ ζῆν, τὸν νόμον ἀντὶ τούτων ἔθηκεν, ὅπως
μάρτυς εἴη τοῦ δικαίου τοῖς ἐρήμοις.