Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤΑ ΚΟΝΩΝΟΣ ΑΙΚΕΙΑΣ

ΔΗΜ 54.15–23

Ανατροπή των αναμενόμενων ισχυρισμών του κατηγορουμένου
Ο Αρίστωνας μηνύει τον Κόνωνα για δόλια επίθεση και ξυλοδαρμό εναντίον του στην Αγορά. Στη διήγησιν προσπάθησε να σκιαγραφήσει την υβριστική συμπεριφορά και τους προπηλακισμούς που υπέστη σε δύο περιπτώσεις: αρχικά από τους γιους του Κόνωνα στο Πάνακτο και στη συνέχεια την κυρίως επίθεση, απότοκο της πρώτης, από τον ίδιο τον Κόνωνα και την παρέα του στην Αγορά, επίθεση που προκάλεσε τον σοβαρότατο τραυματισμό του. Συνεχίζοντας έσπευσε να ανατρέψει τον κύριο ισχυρισμό που ανέμενε ότι θα επικαλούνταν ο κατηγορούμενος, ότι δηλαδή οι νέοι της πόλεως συνήθιζαν να τριγυρίζουν σε συντροφιές, οι οποίες είχαν ονόματα όπως ἰθύφαλλοι ή αὐτολήκυθοι , και ότι δεν ήταν σπάνιες οι περιπτώσεις που τα πειράγματά τους τούς οδηγούσαν σε καυγάδες με άλλες παρέες.

[15] ἐγὼ δ’,
ὦ ἄνδρες δικασταί, χαλεπῶς ἐφ’ οἷς πέπονθα ἐνηνοχώς, οὐχ
ἧττον τοῦτ’ ἀγανακτήσαιμ’ ἂν καὶ ὑβρίσθαι νομίσαιμι, εἰ
οἷόν τ’ εἰπεῖν, εἰ ταῦτ’ ἀληθῆ δόξει Κόνων οὑτοσὶ λέγειν
περὶ ἡμῶν, καὶ τοσαύτη τις ἄγνοια παρ’ ὑμῖν ἐστιν, ὥσθ’,
ὁποῖος ἄν τις ἕκαστος εἶναι φῇ ἢ ὁ πλησίον αὐτὸν αἰτιά-
σηται, τοιοῦτος νομισθήσεται, τοῦ δὲ καθ’ ἡμέραν βίου καὶ
τῶν ἐπιτηδευμάτων μηδ’ ὁτιοῦν ἔσται τοῖς μετρίοις ὄφελος.
[16] ἡμεῖς γὰρ οὔτε παροινοῦντες οὔθ’ ὑβρίζοντες ὑπ’ οὐδενὸς
ἀνθρώπων ἑωράμεθα, οὐδ’ ἄγνωμον οὐδὲν ἡγούμεθα ποιεῖν,
εἰ περὶ ὧν ἠδικήμεθ’ ἀξιοῦμεν κατὰ τοὺς νόμους δίκην
λαβεῖν. ἰθυφάλλοις δὲ καὶ αὐτοληκύθοις συγχωροῦμεν
εἶναι τοῖς υἱέσι τοῖς τούτου, καὶ ἔγωγ’ εὔχομαι τοῖς θεοῖς εἰς
Κόνωνα καὶ τοὺς υἱεῖς τοὺς τούτου καὶ ταῦτα καὶ τὰ τοιαῦθ’
ἅπαντα τρέπεσθαι. [17] οὗτοι γάρ εἰσιν οἱ τελοῦντες ἀλλήλους
τῷ ἰθυφάλλῳ, καὶ τοιαῦτα ποιοῦντες ἃ πολλὴν αἰσχύνην
ἔχει καὶ λέγειν, μή τί γε δὴ ποιεῖν ἀνθρώπους μετρίους.
ἀλλὰ τί ταῦτ’ ἐμοί; θαυμάζω γὰρ ἔγωγε, εἴ τίς ἐστιν πρό-
φασις παρ’ ὑμῖν ἢ σκῆψις ηὑρημένη δι’ ἥν, ἂν ὑβρίζων τις
ἐξελέγχηται καὶ τύπτων, δίκην οὐ δώσει. οἱ μὲν γὰρ νόμοι
πολὺ τἀναντία καὶ τὰς ἀναγκαίας προφάσεις, ὅπως μὴ μεί-
ζους γίγνωνται, προείδοντο, οἷον (ἀνάγκη γάρ μοι ταῦτα καὶ
ζητεῖν καὶ πυνθάνεσθαι διὰ τοῦτον γέγονεν) εἰσὶ κακηγορίας
δίκαι· [18] φασὶ τοίνυν ταύτας διὰ τοῦτο γίγνεσθαι, ἵνα μὴ
λοιδορούμενοι τύπτειν ἀλλήλους προάγωνται. πάλιν αἰκείας
εἰσί· καὶ ταύτας ἀκούω διὰ τοῦτ’ εἶναι τὰς δίκας, ἵνα
μηδείς, ὅταν ἥττων ᾖ, λίθῳ μηδὲ τῶν τοιούτων ἀμύνηται
μηδενί, ἀλλὰ τὴν ἐκ τοῦ νόμου δίκην ἀναμένῃ. τραύματος
πάλιν εἰσὶν γραφαὶ τοῦ μὴ τιτρωσκομένων τινῶν φόνους
γίγνεσθαι. [19] τὸ φαυλότατον, οἶμαι, τὸ τῆς λοιδορίας, πρὸ
τοῦ τελευταίου καὶ δεινοτάτου προεώραται, τοῦ μὴ φόνον
γίγνεσθαι, μηδὲ κατὰ μικρὸν ὑπάγεσθαι ἐκ μὲν λοιδορίας
εἰς πληγάς, ἐκ δὲ πληγῶν εἰς τραύματα, ἐκ δὲ τραυμάτων
εἰς θάνατον, ἀλλ’ ἐν τοῖς νόμοις εἶναι τούτων ἑκάστου τὴν
δίκην, μὴ τῇ τοῦ προστυχόντος ὀργῇ μηδὲ βουλήσει ταῦτα
κρίνεσθαι. [20] εἶτ’ ἐν μὲν τοῖς νόμοις οὕτως· ἂν δ’ εἴπῃ
Κόνων «ἰθύφαλλοί τινές ἐσμεν ἡμεῖς συνειλεγμένοι, καὶ
ἐρῶντες οὓς ἂν ἡμῖν δόξῃ παίομεν καὶ ἄγχομεν», εἶτα γελά-
σαντες ὑμεῖς ἀφήσετε; οὐκ οἴομαί γε. οὐ γὰρ ἂν γέλως
ὑμῶν ἔλαβεν οὐδένα, εἰ παρὼν ἐτύγχανεν ἡνίχ’ εἱλκόμην
καὶ ἐξεδυόμην καὶ ὑβριζόμην, καὶ ὑγιὴς ἐξελθὼν φοράδην
ἦλθον οἴκαδε, ἐξεπεπηδήκει δὲ μετὰ ταῦθ’ ἡ μήτηρ, καὶ
κραυγὴ καὶ βοὴ τῶν γυναικῶν τοσαύτη παρ’ ἡμῖν ἦν ὡσπερ-
ανεὶ τεθνεῶτός τινος, ὥστε τῶν γειτόνων τινὰς πέμψαι
πρὸς ἡμᾶς ἐρησομένους ὅ τι ἐστὶν τὸ συμβεβηκός. [21] ὅλως
δ’, ὦ ἄνδρες δικασταί, δίκαιον μὲν οὐδενὶ δήπου σκῆψιν
οὐδεμίαν τοιαύτην οὐδ’ ἄδειαν ὑπάρχειν παρ’ ὑμῖν, δι’ ἣν
ὑβρίζειν ἐξέσται· εἰ δ’ ἄρ’ ἐστίν τῳ, τοῖς δι’ ἡλικίαν τούτων
τι πράττουσιν, τούτοις ἀποκεῖσθαι προσήκει τὰς τοιαύτας
καταφυγάς, κἀκείνοις οὐκ εἰς τὸ μὴ δοῦναι δίκην, ἀλλ’ εἰς
τὸ τῆς προσηκούσης ἐλάττω. [22] ὅστις δ’ ἐτῶν μέν ἐστιν
πλειόνων ἢ πεντήκοντα, παρὼν δὲ νεωτέροις ἀνθρώποις καὶ
τούτοις υἱέσιν, οὐχ ὅπως ἀπέτρεψεν ἢ διεκώλυσεν, ἀλλ’
αὐτὸς ἡγεμὼν καὶ πρῶτος καὶ πάντων βδελυρώτατος γεγέ-
νηται, τίν’ ἂν οὗτος ἀξίαν τῶν πεπραγμένων ὑπόσχοι δίκην;
ἐγὼ μὲν γὰρ οὐδ’ ἀποθανόντ’ οἴομαι. καὶ γὰρ εἰ μηδὲν
αὐτὸς εἴργαστο τῶν πεπραγμένων, ἀλλ’ εἰ παρεστηκότος
τούτου Κτησίας ὁ υἱὸς ὁ τούτου ταὔθ’ ἅπερ νυνὶ πεποιηκὼς
ἐφαίνετο, τοῦτον ἐμισεῖτ’ ἂν δικαίως. [23] εἰ γὰρ οὕτω τοὺς
αὑτοῦ προῆκται παῖδας ὥστ’ ἐναντίον ἐξαμαρτάνοντας ἑαυτοῦ,
καὶ ταῦτ’ ἐφ’ ὧν ἐνίοις θάνατος ἡ ζημία κεῖται, μήτε φο-
βεῖσθαι μήτ’ αἰσχύνεσθαι, τί τοῦτον οὐκ ἂν εἰκότως παθεῖν
οἴεσθε; ἐγὼ μὲν γὰρ ἡγοῦμαι ταῦτ’ εἶναι σημεῖα τοῦ μηδὲ
τοῦτον τὸν ἑαυτοῦ πατέρ’ αἰσχύνεσθαι· εἰ γὰρ ἐκεῖνον αὐτὸς
ἐτίμα καὶ ἐδεδίει, κἂν τούτους αὑτὸν ἠξίου.