Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΔΗΜΟΣΘΕΝΗΣ, ΚΑΤ' ΑΡΙΣΤΟΓΕΙΤΟΝΟΣ Α΄

ΔΗΜ 25.29–35

(ΔΗΜ 25.15–35: Η στάση του Αριστογείτονα απέναντι στους νόμους της πόλεως) Η ανηθικότητα του Αριστογείτονα αποτελεί σοβαρή απειλή για την πόλη

    [29] Καὶ μὴν μέγα καὶ σαφὲς ὑμῖν ἐρῶ παράδειγμα, ὅτι ταῦτ’
οὐδὲ καθ’ ἓν προσήκει παριδεῖν. εἰ γάρ τις αὐτίκα δὴ μάλ’
εἴποι ὡς ἐκ τῶν νεωτάτων ἢ τῶν πλουσιωτάτων ἢ τῶν λελῃ-
τουργηκότων ἢ τῶν τοιούτων τι μερῶν ἀφορίσας, τοὺς
λέγοντας εἶναι δεῖ, ἀποκτείναιτ’ ἂν αὐτὸν εὖ οἶδ’ ὅτι, ὡς
καταλύοντα τὸν δῆμον, καὶ δικαίως ἂν τοῦτο ποιήσαιτε. [30] καὶ
μὴν ὅ τι βούλεσθε τούτων ἧττόν ἐστι δεινὸν ἢ εἴ τις ἐξ ὧν
οὗτός ἐστι μερῶν εἴποι τοῖς βιαζομένοις ἐξεῖναι λέγειν, ἢ
τοῖς ἐκ τοῦ δεσμωτηρίου, ἢ τοῖς ὧν ἀπέκτεινεν ὁ δῆμος τοὺς
πατέρας, ἢ τοῖς ἀποδεδοκιμασμένοις ἄρχειν λαχοῦσιν, ἢ τοῖς
ὀφείλουσι τῷ δημοσίῳ, ἢ τοῖς καθάπαξ ἀτίμοις, ἢ τοῖς πονη-
ροτάτοις καὶ δοκοῦσι καὶ οὖσι· πάντα γὰρ ταῦθ’ ὑπάρχει
τούτῳ, καὶ πρόσεστι τοῖς οἷος οὗτός ἐστι τὴν φύσιν. ἐγὼ
γάρ, ὦ ἄνδρες Ἀθηναῖοι, νομίζω μὲν αὐτὸν καὶ ἐφ’ οἷς νυνὶ
ποιεῖ δικαίως ἂν ἀποθανεῖν, πολὺ μέντοι μᾶλλον, ἢ οὐδέν
γ’ ἧττον, ἐφ’ οἷς δῆλός ἐστι ποιήσων, εἰ τὴν παρ’ ὑμῶν
ἐξουσίαν λήψεται καὶ καιρόν· [31] ὃ μὴ γένοιτο. ὃ καὶ θαυμα-
στόν ἐστιν, εἴ τις ὑμῶν ἀγνοεῖ ὅτι ἐπὶ μὲν καλὸν ἢ χρηστὸν
ἢ τῆς πόλεως ἄξιον πρᾶγμ’ οὐδὲν οὗτός ἐστι χρήσιμος (μὴ
γάρ, ὦ Ζεῦ καὶ θεοί, τοσαύτη σπάνις ἀνδρῶν γένοιτο τῇ
πόλει ὥστε παρ’ Ἀριστογείτονος τῶν καλῶν τι ποιήσασθαι)·
ἐφ’ ἃ δ’ ἂν καὶ χρήσαιτό τις τοιούτῳ θηρίῳ, ἀπεύχεσθαι τοῖς
θεοῖς μὴ γενέσθαι δεῖ. εἰ δ’ ἄρα συμβαίη, μεῖζόν ἐστιν
εὐτύχημα τῇ πόλει ἀπορῆσαι τοὺς βουλομένους ἐξαμαρτεῖν
δι’ οὗ τοῦτο ποιήσουσιν, ἢ τοῦτον ἀφειμένον αὐτοῖς ἕτοιμον
ὑπάρξαι. [32] τί γὰρ οὗτος ὀκνήσειεν ἄν, ὦ ἄνδρες Ἀθηναῖοι,
τῶν ἀνηκέστων ἢ δεινῶν, ἄνθρωπος μιαρὸς καὶ πατρικῆς
ἔχθρας πρὸς τὸν δῆμον ἀνάμεστος; τίς δ’ ἂν ἄλλος μᾶλλον,
ὃ μὴ γένοιτο, ἀνατρέψειεν τὴν πόλιν, εἰ λάβοιτ’ ἐξουσίας;
οὐχ ὁρᾶθ’ ὅτι τῆς φύσεως αὐτοῦ καὶ πολιτείας οὐ λογισμὸς
οὐδ’ αἰδὼς οὐδεμία, ἀλλ’ ἀπόνοι’ ἡγεῖται, μᾶλλον δ’ ὅλον
ἔστ’ ἀπόνοι’ ἡ τούτου πολιτεία; ἣ μέγιστον μέν ἐστιν αὐτῷ
τῷ ἔχοντι κακόν, δεινὸν δὲ καὶ χαλεπὸν πᾶσι, πόλει δ’ οὐκ
ἀνεκτόν. ὁ γὰρ ἀπονενοημένος ἅπας ἑαυτὸν μὲν προεῖται
καὶ τὴν ἐκ λογισμοῦ σωτηρίαν, ἐκ δὲ τοῦ παραδόξου καὶ
παραλόγου, ἐὰν ἄρα σωθῇ, σῴζεται. [33] τίς ἂν οὖν εὖ φρονῶν αὑ-
τὸν ἂν ἢ τὰ τῇ πατρίδι συμφέροντα ταύτῃ συνάψειεν; τίς οὐκ
ἂν εἰς ὅσον δυνατὸν φεύγοι, καὶ τὸν ἔχοντα ταύτην ἐκ-
ποδὼν ποιήσαιτο, ἵνα μηδ’ ἄκων αὐτῇ ποτε περιπέσῃ; οὐκ
ἀπονοίας, ὦ ἄνδρες Ἀθηναῖοι, τοὺς ὑπὲρ πατρίδος βουλευο-
μένους δεῖ ζητεῖν ὅτῳ κοινωνήσουσιν, ἀλλὰ νοῦ καὶ φρενῶν
ἀγαθῶν καὶ προνοίας πολλῆς. ταῦτα μὲν γὰρ εἰς εὐδαι-
μονίαν ἄγει πάντας ἀνθρώπους, ἐκείνη δ’ οἷ τοῦτον ἀπελθεῖν
δεῖ. [34] θεωρεῖτε δὲ μὴ πρὸς τὸν ἐμὸν λόγον, ἀλλ’ εἰς ἅπαντα
τὰ τῶν ἀνθρώπων ἔθη βλέποντες. εἰσὶ ταῖς πόλεσι πάσαις
βωμοὶ καὶ νεῲ πάντων τῶν θεῶν, ἐν δὲ τούτοις καὶ Προνοίας
Ἀθηνᾶς ὡς ἀγαθῆς καὶ μεγάλης θεοῦ, καὶ παρὰ τῷ Ἀπόλλωνι
ἐν Δελφοῖς κάλλιστος καὶ μέγιστος νεὼς εὐθὺς εἰσιόντι εἰς
τὸ ἱερόν, ὃς ὢν θεὸς καὶ μάντις οἶδε τὸ βέλτιστον· ἀλλ’ οὐκ
ἀπονοίας οὐδ’ ἀναιδείας. [35] καὶ δίκης γε καὶ εὐνομίας καὶ
αἰδοῦς εἰσι πᾶσιν ἀνθρώποις βωμοί, οἱ μὲν κάλλιστοι καὶ
ἁγιώτατοι ἐν αὐτῇ τῇ ψυχῇ ἑκάστου καὶ τῇ φύσει, οἱ δὲ καὶ
κοινῇ τοῖς πᾶσι τιμᾶν ἱδρυμένοι· ἀλλ’ οὐκ ἀναισχυντίας
οὐδὲ συκοφαντίας οὐδ’ ἐπιορκίας οὐδ’ ἀχαριστίας, ἃ πάντα
τούτῳ πρόσεστιν.