Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΣΟΦΟΚΛΗΣ, ΦΙΛΟΚΤΗΤΗΣ

ΣΟΦ Φιλ 1222–1471

Έξοδος: Ο Νεοπτόλεμος επιστρέφει τα όπλα του Φιλοκτήτη – Ο Ηρακλής πείθει τον Φιλοκτήτη να μεταβεί στην Τροία
Στο τέλος του τρίτου επεισοδίου ο Νεοπτόλεμος και ο Οδυσσέας έφυγαν, έχοντας πλέον στην κατοχή τους το τόξο του Φιλοκτήτη, όχι όμως και τη συγκατάθεσή του να τους ακολουθήσει στην Τροία (βλ. σχετικά και ΣΟΦ Φιλ 1–134). Το τρίτο στάσιμο είναι ένας κομμός , στον οποίον ο Φιλοκτήτης, γεμάτος απογοήτευση για τη στάση των Αχαιών, εξέφρασε την επιθυμία να πεθάνει στη Λήμνο, ενώ ο χορός προσπάθησε μάταια να τον μεταπείσει. Πριν επιστρέψουν στη σκηνή ο Νεοπτόλεμος και ο Οδυσσέας, ο Φιλοκτήτης αποσύρθηκε στη σπηλιά του, για να πεθάνει, δηλώνοντας ότι δεν θα πήγαινε στην Τροία, ακόμα και αν τον έκαιγε με τους κεραυνούς του ο Δίας.

ΟΔ. Οὐκ ἂν φράσειας ἥντιν’ αὖ παλίντροπος
κέλευθον ἕρπεις ὧδε σὺν σπουδῇ ταχύς;
ΝΕ. Λύσων ὅσ’ ἐξήμαρτον ἐν τῷ πρὶν χρόνῳ.
(1225) ΟΔ. Δεινόν γε φωνεῖς· ἡ δ’ ἁμαρτία τίς ἦν;
ΝΕ. Ἣν σοὶ πιθόμενος τῷ τε σύμπαντι στρατῷ
ΟΔ. Ἔπραξας ἔργον ποῖον ὧν οὔ σοι πρέπον;
ΝΕ. Ἀπάταισιν αἰσχραῖς ἄνδρα καὶ δόλοις ἑλών.
ΟΔ. Τὸν ποῖον; Ὤμοι· μῶν τι βουλεύῃ νέον;
(1230) ΝΕ. Νέον μὲν οὐδέν, τῷ δὲ Ποίαντος τόκῳ
ΟΔ. Τί χρῆμα δράσεις; Ὥς μ’ ὑπῆλθέ τις φόβος.
ΝΕ. Παρ’ οὗπερ ἔλαβον τάδε τὰ τόξ’, αὖθις πάλιν
ΟΔ. Ὦ Ζεῦ, τί λέξεις; Οὔ τί που δοῦναι νοεῖς;
ΝΕ. Αἰσχρῶς γὰρ αὐτὰ κοὐ δίκῃ λαβὼν ἔχω.
(1235) ΟΔ. Πρὸς θεῶν, πότερα δὴ κερτομῶν λέγεις τάδε;
ΝΕ. Εἰ κερτόμησίς ἐστι τἀληθῆ λέγειν.
ΟΔ. Τί φῄς, Ἀχιλλέως παῖ; Τίν’ εἴρηκας λόγον;
ΝΕ. Δὶς ταὐτὰ βούλει καὶ τρὶς ἀναπολεῖν μ’ ἔπη;
ΟΔ. Ἀρχὴν κλύειν ἂν οὐδ’ ἅπαξ ἐβουλόμην.
(1240) ΝΕ. Εὖ νῦν ἐπίστω πάντ’ ἀκηκοὼς λόγον.
ΟΔ. Ἔστιν τις, ἔστιν ὅς σε κωλύσει τὸ δρᾶν.
ΝΕ. Τί φῄς; Τίς ἔσται μ’ οὑπικωλύσων τάδε;
ΟΔ. Ξύμπας Ἀχαιῶν λαός, ἐν δὲ τοῖς ἐγώ.
ΝΕ. Σοφὸς πεφυκὼς οὐδὲν ἐξαυδᾷς σοφόν.
(1245) ΟΔ. Σὺ δ’ οὔτε φωνεῖς οὔτε δρασείεις σοφά.
ΝΕ. Ἀλλ’ εἰ δίκαια, τῶν σοφῶν κρείσσω τάδε.
ΟΔ. Καὶ πῶς δίκαιον, ἅ γ’ ἔλαβες βουλαῖς ἐμαῖς,
πάλιν μεθεῖναι ταῦτα; ΝΕ. Τὴν ἁμαρτίαν
αἰσχρὰν ἁμαρτὼν ἀναλαβεῖν πειράσομαι.
(1250) ΟΔ. Στρατὸν δ’ Ἀχαιῶν οὐ φοβῇ, πράσσων τάδε;
(1251) ΝΕ. Ξὺν τῷ δικαίῳ τὸν σὸν οὐ ταρβῶ φόβον.
(1251) ΟΔ. .......................................................
ΝΕ. Ἀλλ’ οὐδέ τοι σῇ χειρὶ πείθομαι τὸ δρᾶν.
ΟΔ. Οὔ τἄρα Τρωσίν, ἀλλὰ σοὶ μαχούμεθα.
ΝΕ. Ἔστω τὸ μέλλον. ΟΔ. Χεῖρα δεξιὰν ὁρᾷς
(1255) κώπης ἐπιψαύουσαν; ΝΕ. Ἀλλὰ κἀμέ τοι
ταὐτὸν τόδ’ ὄψει δρῶντα κοὐ μέλλοντ’ ἔτι.
ΟΔ. Καίτοι σ’ ἐάσω· τῷ δὲ σύμπαντι στρατῷ
λέξω τάδ’ ἐλθών, ὅς σε τιμωρήσεται.
ΝΕ. Ἐσωφρόνησας· κἂν τὰ λοίφ’ οὕτω φρονῇς,
(1260) ἴσως ἂν ἐκτὸς κλαυμάτων ἔχοις πόδα.
Σὺ δ’, ὦ Ποίαντος παῖ, Φιλοκτήτην λέγω,
ἔξελθ’, ἀμείψας τάσδε πετρήρεις στέγας.
ΦΙ. Τίς αὖ παρ’ ἄντροις θόρυβος ἵσταται βοῆς;
τί μ’ ἐκκαλεῖσθε; Τοῦ κεχρημένοι, ξένοι;
(1265) Ὤμοι· κακὸν τὸ χρῆμα. Μῶν τί μοι μέγα
πάρεστε πρὸς κακοῖσι πέμποντες κακά;
ΝΕ. Θάρσει· λόγους δ’ ἄκουσον οὓς ἥκω φέρων.
ΦΙ. Δέδοικ’ ἔγωγε. Καὶ τὰ πρὶν γὰρ ἐκ λόγων
καλῶν κακῶς ἔπραξα σοῖς πεισθεὶς λόγοις.
(1270) ΝΕ. Οὔκουν ἔνεστι καὶ μεταγνῶναι πάλιν;
ΦΙ. Τοιοῦτος ἦσθα τοῖς λόγοισι χὤτε μου
τὰ τόξ’ ἔκλεπτες πιστὸς ἀτηρὸς λάθρᾳ.
ΝΕ. Ἀλλ’ οὔ τι μὴν νῦν· βούλομαι δέ σου κλύειν,
πότερα δέδοκταί σοι μένοντι καρτερεῖν,
(1275) ἢ πλεῖν μεθ’ ἡμῶν. ΦΙ. Παῦε, μὴ λέξῃς πέρα·
μάτην γὰρ ἃν εἴπῃς γε πάντ’ εἰρήσεται.
ΝΕ. Οὕτω δέδοκται; ΦΙ. Καὶ πέρα γ’ ἴσθ’ ἢ λέγω.
ΝΕ. Ἀλλ’ ἤθελον μὲν ἄν σε πεισθῆναι λόγοις
ἐμοῖσιν· εἰ δὲ μή τι πρὸς καιρὸν λέγων
(1280) κυρῶ, πέπαυμαι. ΦΙ. Πάντα γὰρ φράσεις μάτην·
οὐ γάρ ποτ’ εὔνουν τὴν ἐμὴν κτήσῃ φρένα,
ὅστις γ’ ἐμοῦ δόλοισι τὸν βίον λαβὼν
ἀπεστέρηκας· κᾆτα νουθετεῖς ἐμὲ
ἐλθών, ἀρίστου πατρὸς αἴσχιστος γεγώς.
(1285) Ὄλοισθ’, Ἀτρεῖδαι μὲν μάλιστ’, ἔπειτα δὲ
ὁ Λαρτίου παῖς, καὶ σύ. ΝΕ. Μὴ ’πεύξῃ πέρα·
δέχου δὲ χειρὸς ἐξ ἐμῆς βέλη τάδε.
ΦΙ. Πῶς εἶπας; Ἆρα δεύτερον δολούμεθα;
ΝΕ. Ἀπώμοσ’ ἁγνοῦ Ζηνὸς ὕψιστον σέβας.
(1290) ΦΙ. Ὦ φίλτατ’ εἰπών, εἰ λέγεις ἐτήτυμα.
ΝΕ. Τοὔργον παρέσται φανερόν· ἀλλὰ δεξιὰν
πρότεινε χεῖρα, καὶ κράτει τῶν σῶν ὅπλων.
ΟΔ. Ἐγὼ δ’ ἀπαυδῶ γ’, ᾧ θεοὶ ξυνίστορες,
ὑπέρ τ’ Ἀτρειδῶν τοῦ τε σύμπαντος στρατοῦ.
(1295) ΦΙ. Τέκνον, τίνος φώνημα, μῶν Ὀδυσσέως
ἐπῃσθόμην; ΟΔ. Σάφ’ ἴσθι· καὶ πέλας γ’ ὁρᾷς,
ὅς σ’ ἐς τὰ Τροίας πεδί’ ἀποστελῶ βίᾳ,
ἐάν τ’ Ἀχιλλέως παῖς ἐάν τε μὴ θέλῃ.
ΦΙ. Ἀλλ’ οὔ τι χαίρων, ἢν τόδ’ ὀρθωθῇ βέλος.
(1300) ΝΕ. Ἆ, μηδαμῶς, μὴ πρὸς θεῶν, μεθῇς βέλος.
ΦΙ. Μέθες με, πρὸς θεῶν, χεῖρα, φίλτατον τέκνον.
ΝΕ. Οὐκ ἂν μεθείην. ΦΙ. Φεῦ· τί μ’ ἄνδρα πολέμιον
ἐχθρόν τ’ ἀφείλου μὴ κτανεῖν τόξοις ἐμοῖς;
ΝΕ. Ἀλλ’ οὔτ’ ἐμοὶ τοῦτ’ ἐστὶν οὔτε σοὶ καλόν.
(1305) ΦΙ. Ἀλλ’ οὖν τοσοῦτόν γ’ ἴσθι, τοὺς πρώτους στρατοῦ,
τοὺς τῶν Ἀχαιῶν ψευδοκήρυκας, κακοὺς
ὄντας πρὸς αἰχμήν, ἐν δὲ τοῖς λόγοις θρασεῖς.
ΝΕ. Εἶεν. Τὰ μὲν δὴ τόξ’ ἔχεις, κοὐκ ἔσθ’ ὅτου
ὀργὴν ἔχοις ἂν οὐδὲ μέμψιν εἰς ἐμέ.
(1310) ΦΙ. Ξύμφημι. Τὴν φύσιν δ’ ἔδειξας, ὦ τέκνον,
ἐξ ἧς ἔβλαστες, οὐχὶ Σισύφου πατρός,
ἀλλ’ ἐξ Ἀχιλλέως, ὃς μετὰ ζώντων ὅτ’ ἦν
ἤκου’ ἄριστα, νῦν δὲ τῶν τεθνηκότων.
ΝΕ. Ἥσθην πατέρα τὸν ἀμὸν εὐλογοῦντά σε
(1315) αὐτόν τ’ ἔμ’· ὧν δέ σου τυχεῖν ἐφίεμαι
ἄκουσον. Ἀνθρώποισι τὰς μὲν ἐκ θεῶν
τύχας δοθείσας ἔστ’ ἀναγκαῖον φέρειν·
ὅσοι δ’ ἑκουσίοισιν ἔγκεινται βλάβαις,
ὥσπερ σύ, τούτοις οὔτε συγγνώμην ἔχειν
(1320) δίκαιόν ἐστιν οὔτ’ ἐποικτίρειν τινά.
Σὺ δ’ ἠγρίωσαι, κοὔτε σύμβουλον δέχῃ,
ἐάν τε νουθετῇ τις εὐνοίᾳ λέγων,
στυγεῖς, πολέμιον δυσμενῆ θ’ ἡγούμενος.
Ὅμως δὲ λέξω· Ζῆνα δ’ ὅρκιον καλῶ·
(1325) καὶ ταῦτ’ ἐπίστω, καὶ γράφου φρενῶν ἔσω.
Σὺ γὰρ νοσεῖς τόδ’ ἄλγος ἐκ θείας τύχης,
Χρύσης πελασθεὶς φύλακος, ὃς τὸν ἀκαλυφῆ
σηκὸν φυλάσσει κρύφιος οἰκουρῶν ὄφις·
καὶ παῦλαν ἴσθι τῆσδε μή ποτ’ ἂν τυχεῖν
(1330) νόσου βαρείας, ἕως ἂν αὑτὸς ἥλιος
ταύτῃ μὲν αἴρῃ, τῇδε δ’ αὖ δύνῃ πάλιν,
πρὶν ἂν τὰ Τροίας πεδί’ ἑκὼν αὐτὸς μόλῃς,
καὶ τοῖν παρ’ ἡμῖν ἐντυχὼν Ἀσκληπίδαιν
νόσου μαλαχθῇς τῆσδε, καὶ τὰ πέργαμα
(1335) ξὺν τοῖσδε τόξοις ξύν τ’ ἐμοὶ πέρσας φανῇς.
Ὡς δ’ οἶδα ταῦτα τῇδ’ ἔχοντ’ ἐγὼ φράσω.
Ἀνὴρ γὰρ ἡμῖν ἔστιν ἐκ Τροίας ἁλούς,
Ἕλενος ἀριστόμαντις, ὃς λέγει σαφῶς
ὡς δεῖ γενέσθαι ταῦτα· καὶ πρὸς τοῖσδ’ ἔτι,
(1340) ὡς ἔστ’ ἀνάγκη τοῦ παρεστῶτος θέρους
Τροίαν ἁλῶναι πᾶσαν· ἢ δίδωσ’ ἑκὼν
κτείνειν ἑαυτόν, ἢν τάδε ψευσθῇ λέγων.
Ταῦτ’ οὖν ἐπεὶ κάτοισθα, συγχώρει θέλων.
Καλὴ γὰρ ἡ ’πίκτησις, Ἑλλήνων ἕνα
(1345) κριθέντ’ ἄριστον, τοῦτο μὲν παιωνίας
ἐς χεῖρας ἐλθεῖν, εἶτα τὴν πολύστονον
Τροίαν ἑλόντα κλέος ὑπέρτατον λαβεῖν.
ΦΙ. Ὦ στυγνὸς αἰών, τί με, ἔτι δῆτ’ ἔχεις ἄνω
βλέποντα, κοὐκ ἀφῆκας εἰς Ἅιδου μολεῖν;
(1350) Οἴμοι, τί δράσω; Πῶς ἀπιστήσω λόγοις
τοῖς τοῦδ’, ὃς εὔνους ὢν ἐμοὶ παρῄνεσεν;
Ἀλλ’ εἰκάθω δῆτ’; Εἶτα πῶς ὁ δύσμορος
εἰς φῶς τάδ’ ἔρξας εἶμι; Τῷ προσήγορος;
Πῶς, ὦ τὰ πάντ’ ἰδόντες ἀμφ’ ἐμοὶ κύκλοι,
(1355) ταῦτ’ ἐξανασχήσεσθε, τοῖσιν Ἀτρέως
ἐμὲ ξυνόντα παισίν, οἵ μ’ ἀπώλεσαν;
Πῶς τῷ πανώλει παιδὶ τῷ Λαερτίου;
Οὐ γάρ με τἆλγος τῶν παρελθόντων δάκνει,
ἀλλ’ οἷα χρὴ παθεῖν με πρὸς τούτων ἔτι
(1360) δοκῶ προλεύσσειν· οἷς γὰρ ἡ γνώμη κακῶν
μήτηρ γένηται, πάντα παιδεύει κακούς.
Καὶ σοῦ δ’ ἔγωγε θαυμάσας ἔχω τόδε.
Χρῆν γάρ σε μήτ’ αὐτόν ποτ’ ἐς Τροίαν μολεῖν,
ἡμᾶς τ’ ἀπείργειν· οἵ γέ σου καθύβρισαν,
(1365) πατρὸς γέρας συλῶντες [οἳ τὸν ἄθλιον
(1365) Αἴανθ’ ὅπλων σοῦ πατρὸς ὕστερον δίκῃ
(1365) Ὀδυσσέως ἔκριναν]. Εἶτα τοῖσδε σὺ
εἶ ξυμμαχήσων, κἄμ’ ἀναγκάζεις τάδε;
Μὴ δῆτα, τέκνον· ἀλλ’, ἅ μοι ξυνώμοσας,
πέμψον πρὸς οἴκους· καὐτὸς ἐν Σκύρῳ μένων
ἔα κακῶς αὐτοὺς ἀπόλλυσθαι κακούς.
(1370) Χοὔτω διπλῆν μὲν ἐξ ἐμοῦ κτήσῃ χάριν,
διπλῆν δὲ πατρὸς· κοὐ κακοὺς ἐπωφελῶν
δόξεις ὁμοῖος τοῖς κακοῖς πεφυκέναι.
ΝΕ. Λέγεις μὲν εἰκότ’, ἀλλ’ ὅμως σε βούλομαι
θεοῖς τε πιστεύσαντα τοῖς τ’ ἐμοῖς λόγοις
(1375) φίλου μετ’ ἀνδρὸς τοῦδε τῆσδ’ ἐκπλεῖν χθονός.
ΦΙ. Ἦ πρὸς τὰ Τροίας πεδία καὶ τὸν Ἀτρέως
ἔχθιστον υἱὸν τῷδε δυστήνῳ ποδί;
ΝΕ. Πρὸς τοὺς μὲν οὖν σε τήνδε τ’ ἔμπυον βάσιν
παύσοντας ἄλγους κἀποσώσοντας νόσου.
(1380) ΦΙ. Ὦ δεινὸν αἶνον αἰνέσας, τί φῄς ποτε;
ΝΕ. Ἃ σοί τε κἀμοὶ λῷσθ’ ὁρῶ τελούμενα.
ΦΙ. Καὶ ταῦτα λέξας οὐ καταισχύνῃ θεούς;
ΝΕ. Πῶς γάρ τις αἰσχύνοιτ’ ἂν ὠφελούμενος;
ΦΙ. Λέγεις δ’ Ἀτρείδαις ὄφελος, ἢ ’π’ ἐμοὶ τόδε;
(1385) ΝΕ. Σοί που φίλος γ’ ὤν· χὠ λόγος τοιόσδε μου.
ΦΙ. Πῶς, ὅς γε τοῖς ἐχθροῖσί μ’ ἐκδοῦναι θέλεις;
ΝΕ. Ὦ τᾶν, διδάσκου μὴ θρασύνεσθαι κακοῖς.
ΦΙ. Ὀλεῖς με, γιγνώσκω σε, τοῖσδε τοῖς λόγοις.
ΝΕ. Οὔκουν ἔγωγε· φημὶ δ’ οὔ σε μανθάνειν.
(1390) ΦΙ. Ἐγὼ οὐκ Ἀτρείδας ἐκβαλόντας οἶδά με;
ΝΕ. Ἀλλ’ ἐκβαλόντες εἰ πάλιν σώσουσ’ ὅρα.
ΦΙ. Οὐδέποθ’ ἑκόντα γ’ ὥστε τὴν Τροίαν ἰδεῖν.
ΝΕ. Τί δῆτ’ ἂν ἡμεῖς δρῷμεν, εἰ σέ γ’ ἐν λόγοις
πείσειν δυνησόμεσθα μηδὲν ὧν λέγω;
(1395) Ὡς ῥᾷστ’ ἐμοὶ μὲν τῶν λόγων λῆξαι, σὲ δὲ
ζῆν, ὥσπερ ἤδη ζῇς, ἄνευ σωτηρίας.
ΦΙ. Ἔα με πάσχειν ταῦθ’ ἅπερ παθεῖν με δεῖ·
ἃ δ’ ᾔνεσάς μοι δεξιᾶς ἐμῆς θιγών,
πέμπειν πρὸς οἴκους, ταῦτά μοι πρᾶξον, τέκνον,
(1400) καὶ μὴ βράδυνε μηδ’ ἐπιμνησθῇς ἔτι
Τροίας· ἅλις γάρ μοι τεθρήνηται γόοις.
ΝΕ. Εἰ δοκεῖ, στείχωμεν. ΦΙ. Ὦ γενναῖον εἰρηκὼς ἔπος.
ΝΕ. Ἀντέρειδε νῦν βάσιν σήν. ΦΙ. Εἰς ὅσον γ’ ἐγὼ σθένω.
ΝΕ. Αἰτίαν δὲ πῶς Ἀχαιῶν φεύξομαι; ΦΙ. Μὴ φροντίσῃς.
(1405) ΝΕ. Τί γάρ, ἐὰν πορθῶσι χώραν τὴν ἐμήν; ΦΙ. Ἐγὼ παρὼν
ΝΕ. Τίνα προσωφέλησιν ἔρξεις; ΦΙ. Βέλεσι τοῖς Ἡρακλέους
ΝΕ. Πῶς λέγεις; ΦΙ. Εἴρξω πελάζειν σῆς πάτρας. ΝΕ. Ἀλλ’ εἰ <δοκεῖ
σοὶ τό> δρᾶν τάδ’ ὥσπερ αὐδᾷς, στεῖχε προσκύσας χθόνα.
ΗΡ. Μήπω γε, πρὶν ἂν τῶν ἡμετέρων
(1410) ἀΐῃς μύθων, παῖ Ποίαντος·
φάσκειν δ’ αὐδὴν τὴν Ἡρακλέους
ἀκοῇ τε κλύειν λεύσσειν τ’ ὄψιν.
Τὴν σὴν δ’ ἥκω χάριν οὐρανίας
ἕδρας προλιπὼν,
(1415) τὰ Διός τε φράσων βουλεύματά σοι,
κατερητύσων θ’ ὁδὸν ἣν στέλλῃ·
σὺ δ’ ἐμῶν μύθων ἐπάκουσον.
Καὶ πρῶτα μέν σοι τὰς ἐμὰς λέξω τύχας,
ὅσους πονήσας καὶ διεξελθὼν πόνους
(1420) ἀθάνατον ἀρετὴν ἔσχον, ὡς πάρεσθ’ ὁρᾶν.
καὶ σοί, σάφ’ ἴσθι, τοῦτ’ ὀφείλεται παθεῖν,
ἐκ τῶν πόνων τῶνδ’ εὐκλεᾶ θέσθαι βίον.
Ἐλθὼν δὲ σὺν τῷδ’ ἀνδρὶ πρὸς τὸ Τρωϊκὸν
πόλισμα πρῶτον μὲν νόσου παύσῃ λυγρᾶς,
(1425) ἀρετῇ τε πρῶτος ἐκκριθεὶς στρατεύματος,
Πάριν μέν, ὃς τῶνδ’ αἴτιος κακῶν ἔφυ,
τόξοισι τοῖς ἐμοῖσι νοσφιεῖς βίου,
πέρσεις τε Τροίαν, σκῦλά τ’ εἰς μέλαθρα σὰ
πέμψεις, ἀριστεῖ’ ἐκλαβὼν στρατεύματος,
(1430) Ποίαντι πατρὶ πρὸς πάτρας Οἴτης πλάκα.
Ἃ δ’ ἂν λάβῃς σὺ σκῦλα τοῦδε τοῦ στρατοῦ,
τόξων ἐμῶν μνημεῖα πρὸς πυρὰν ἐμὴν
κόμιζε. Καὶ σοὶ ταῦτ’, Ἀχιλλέως τέκνον,
παρῄνεσ’· οὔτε γὰρ σὺ τοῦδ’ ἄτερ σθένεις
(1435) ἑλεῖν τὸ Τροίας πεδίον οὔθ’ οὗτος σέθεν.
ἀλλ’ ὡς λέοντε συννόμω φυλάσσετον
οὗτος σὲ καὶ σὺ τόνδ’. Ἐγὼ δ’ Ἀσκληπιὸν
παυστῆρα πέμψω σῆς νόσου πρὸς Ἴλιον.
Τὸ δεύτερον γὰρ τοῖς ἐμοῖς αὐτὴν χρεὼν
(1440) τόξοις ἁλῶναι. Τοῦτο δ’ ἐννοεῖθ’, ὅταν
πορθῆτε γαῖαν, εὐσεβεῖν τὰ πρὸς θεούς·
ὡς τἆλλα πάντα δεύτερ’ ἡγεῖται πατὴρ
Ζεύς. Οὐ γὰρ ηὑσέβεια συνθνῄσκει βροτοῖς·
κἂν ζῶσι κἂν θάνωσιν, οὐκ ἀπόλλυται.
(1445) ΦΙ. Ὦ φθέγμα ποθεινὸν ἐμοὶ πέμψας,
χρόνιός τε φανείς,
οὐκ ἀπιθήσω τοῖς σοῖς μύθοις.
ΝΕ. Κἀγὼ γνώμην ταύτῃ τίθεμαι.
ΗΡ. Μή νυν χρόνιοι μέλλετε πράσσειν.
(1450) Καιρὸς καὶ πλοῦς
ὅδ’ ἐπείγει γὰρ κατὰ πρύμναν.
ΦΙ. Φέρε νυν στείχων χώραν καλέσω.
Χαῖρ’, ὦ μέλαθρον ξύμφρουρον ἐμοί,
Νύμφαι τ’ ἔνυδροι λειμωνιάδες,
(1455) καὶ κτύπος ἄρσην πόντου προβολῆς,
οὗ πολλάκι δὴ τοὐμὸν ἐτέγχθη
κρᾶτ’ ἐνδόμυχον πληγῇσι νότου,
πολλὰ δὲ φωνῆς τῆς ἡμετέρας
Ἑρμαῖον ὄρος παρέπεμψεν ἐμοὶ
(1460) στόνον ἀντίτυπον χειμαζομένῳ.
Νῦν δ’, ὦ κρῆναι Λύκιόν τε ποτόν,
λείπομεν ὑμᾶς, λείπομεν ἤδη,
δόξης οὔ ποτε τῆσδ’ ἐπιβάντες.
Χαῖρ’, ὦ Λήμνου πέδον ἀμφίαλον,
(1465) καί μ’ εὐπλοίᾳ πέμψον ἀμέμπτως,
ἔνθ’ ἡ μεγάλη Μοῖρα κομίζει,
γνώμη τε φίλων, χὠ πανδαμάτωρ
δαίμων, ὃς ταῦτ’ ἐπέκρανεν.
ΧΟ. Χωρῶμεν δὴ πάντες ἀολλεῖς,
(1470) Νύμφαις ἁλίαισιν ἐπευξάμενοι
νόστου σωτῆρας ἱκέσθαι.