Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΠΟΛΙΤΕΙΑ

ΠΛ Πολ 401b–403c

Η παιδαγωγική σημασία της μουσικής για την αρμονική πνευματική καλλιέργεια των φυλάκων
Κατά τη συζήτηση για το περιεχόμενο της εκπαίδευσης των φυλάκων (βλ. σχετικά και ΠΛ Πολ 392c–394b) καθορίστηκαν τα είδη της μουσικής που θα μπορούσαν να γίνουν αποδεκτά για την ορθή διαπαιδαγώγησή τους, και οι συνομιλητές συμφώνησαν ότι όλες οι τέχνες επιτελούν παιδαγωγικό ρόλο.

    [401b] Ἆρ’ οὖν τοῖς ποιηταῖς ἡμῖν μόνον ἐπιστατητέον καὶ
προσαναγκαστέον τὴν τοῦ ἀγαθοῦ εἰκόνα ἤθους ἐμποιεῖν
τοῖς ποιήμασιν ἢ μὴ παρ’ ἡμῖν ποιεῖν, ἢ καὶ τοῖς ἄλλοις
δημιουργοῖς ἐπιστατητέον καὶ διακωλυτέον τὸ κακόηθες τοῦτο
καὶ ἀκόλαστον καὶ ἀνελεύθερον καὶ ἄσχημον μήτε ἐν εἰκόσι
ζῴων μήτε ἐν οἰκοδομήμασι μήτε ἐν ἄλλῳ μηδενὶ δημιουρ-
γουμένῳ ἐμποιεῖν, ἢ ὁ μὴ οἷός τε ὢν οὐκ ἐατέος παρ’ ἡμῖν
δημιουργεῖν, ἵνα μὴ ἐν κακίας εἰκόσι τρεφόμενοι ἡμῖν οἱ
[401c] φύλακες ὥσπερ ἐν κακῇ βοτάνῃ, πολλὰ ἑκάστης ἡμέρας
κατὰ σμικρὸν ἀπὸ πολλῶν δρεπόμενοί τε καὶ νεμόμενοι, ἕν
τι συνιστάντες λανθάνωσιν κακὸν μέγα ἐν τῇ αὑτῶν ψυχῇ,
ἀλλ’ ἐκείνους ζητητέον τοὺς δημιουργοὺς τοὺς εὐφυῶς δυνα-
μένους ἰχνεύειν τὴν τοῦ καλοῦ τε καὶ εὐσχήμονος φύσιν,
ἵνα ὥσπερ ἐν ὑγιεινῷ τόπῳ οἰκοῦντες οἱ νέοι ἀπὸ παντὸς
ὠφελῶνται, ὁπόθεν ἂν αὐτοῖς ἀπὸ τῶν καλῶν ἔργων ἢ πρὸς
ὄψιν ἢ πρὸς ἀκοήν τι προσβάλῃ, ὥσπερ αὔρα φέρουσα ἀπὸ
[401d] χρηστῶν τόπων ὑγίειαν, καὶ εὐθὺς ἐκ παίδων λανθάνῃ εἰς
ὁμοιότητά τε καὶ φιλίαν καὶ συμφωνίαν τῷ καλῷ λόγῳ
ἄγουσα;

    Πολὺ γὰρ ἄν, ἔφη, κάλλιστα οὕτω τραφεῖεν.

    Ἆρ’ οὖν, ἦν δ’ ἐγώ, ὦ Γλαύκων, τούτων ἕνεκα κυριωτάτη
ἐν μουσικῇ τροφή, ὅτι μάλιστα καταδύεται εἰς τὸ ἐντὸς τῆς
ψυχῆς ὅ τε ῥυθμὸς καὶ ἁρμονία, καὶ ἐρρωμενέστατα ἅπτεται
αὐτῆς φέροντα τὴν εὐσχημοσύνην, καὶ ποιεῖ εὐσχήμονα,
[401e] ἐάν τις ὀρθῶς τραφῇ, εἰ δὲ μή, τοὐναντίον; καὶ ὅτι αὖ τῶν
παραλειπομένων καὶ μὴ καλῶς δημιουργηθέντων ἢ μὴ καλῶς
φύντων ὀξύτατ’ ἂν αἰσθάνοιτο ὁ ἐκεῖ τραφεὶς ὡς ἔδει, καὶ
ὀρθῶς δὴ δυσχεραίνων τὰ μὲν καλὰ ἐπαινοῖ καὶ χαίρων καὶ
καταδεχόμενος εἰς τὴν ψυχὴν τρέφοιτ’ ἂν ἀπ’ αὐτῶν καὶ
[402a] γίγνοιτο καλός τε κἀγαθός, τὰ δ’ αἰσχρὰ ψέγοι τ’ ἂν ὀρθῶς
καὶ μισοῖ ἔτι νέος ὤν, πρὶν λόγον δυνατὸς εἶναι λαβεῖν,
ἐλθόντος δὲ τοῦ λόγου ἀσπάζοιτ’ ἂν αὐτὸν γνωρίζων δι’
οἰκειότητα μάλιστα ὁ οὕτω τραφείς;

    Ἐμοὶ γοῦν δοκεῖ, ἔφη, τῶν τοιούτων ἕνεκα ἐν μουσικῇ
εἶναι ἡ τροφή.

    Ὥσπερ ἄρα, ἦν δ’ ἐγώ, γραμμάτων πέρι τότε ἱκανῶς
εἴχομεν, ὅτε τὰ στοιχεῖα μὴ λανθάνοι ἡμᾶς ὀλίγα ὄντα ἐν
ἅπασιν οἷς ἔστιν περιφερόμενα, καὶ οὔτ’ ἐν σμικρῷ οὔτ’ ἐν
[402b] μεγάλῳ ἠτιμάζομεν αὐτά, ὡς οὐ δέοι αἰσθάνεσθαι, ἀλλὰ
πανταχοῦ προὐθυμούμεθα διαγιγνώσκειν, ὡς οὐ πρότερον
ἐσόμενοι γραμματικοὶ πρὶν οὕτως ἔχοιμεν―

    Ἀληθῆ.

    Οὐκοῦν καὶ εἰκόνας γραμμάτων, εἴ που ἢ ἐν ὕδασιν ἢ ἐν
κατόπτροις ἐμφαίνοιντο, οὐ πρότερον γνωσόμεθα, πρὶν ἂν
αὐτὰ γνῶμεν, ἀλλ’ ἔστιν τῆς αὐτῆς τέχνης τε καὶ μελέτης;

    Παντάπασι μὲν οὖν.

    Ἆρ’ οὖν, ὃ λέγω, πρὸς θεῶν, οὕτως οὐδὲ μουσικοὶ πρό-
[402c] τερον ἐσόμεθα, οὔτε αὐτοὶ οὔτε οὕς φαμεν ἡμῖν παιδευτέον
εἶναι τοὺς φύλακας, πρὶν ἂν τὰ τῆς σωφροσύνης εἴδη καὶ
ἀνδρείας καὶ ἐλευθεριότητος καὶ μεγαλοπρεπείας καὶ ὅσα
τούτων ἀδελφὰ καὶ τὰ τούτων αὖ ἐναντία πανταχοῦ περι-
φερόμενα γνωρίζωμεν καὶ ἐνόντα ἐν οἷς ἔνεστιν αἰσθανώμεθα
καὶ αὐτὰ καὶ εἰκόνας αὐτῶν, καὶ μήτε ἐν σμικροῖς μήτε ἐν
μεγάλοις ἀτιμάζωμεν, ἀλλὰ τῆς αὐτῆς οἰώμεθα τέχνης εἶναι
καὶ μελέτης;

    Πολλὴ ἀνάγκη, ἔφη.

    [402d] Οὐκοῦν, ἦν δ’ ἐγώ, ὅτου ἂν συμπίπτῃ ἔν τε τῇ ψυχῇ
καλὰ ἤθη ἐνόντα καὶ ἐν τῷ εἴδει ὁμολογοῦντα ἐκείνοις καὶ
συμφωνοῦντα, τοῦ αὐτοῦ μετέχοντα τύπου, τοῦτ’ ἂν εἴη
κάλλιστον θέαμα τῷ δυναμένῳ θεᾶσθαι;

    Πολύ γε.

    Καὶ μὴν τό γε κάλλιστον ἐρασμιώτατον;

    Πῶς δ’ οὔ;

    Τῶν δὴ ὅτι μάλιστα τοιούτων ἀνθρώπων ὅ γε μουσικὸς
ἐρῴη ἄν· εἰ δὲ ἀσύμφωνος εἴη, οὐκ ἂν ἐρῴη.

    Οὐκ ἄν, εἴ γέ τι, ἔφη, κατὰ τὴν ψυχὴν ἐλλείποι· εἰ
μέντοι τι κατὰ τὸ σῶμα, ὑπομείνειεν ἂν ὥστε ἐθέλειν
[402e] ἀσπάζεσθαι.

    Μανθάνω, ἦν δ’ ἐγώ· ὅτι ἔστιν σοι ἢ γέγονεν παιδικὰ
τοιαῦτα, καὶ συγχωρῶ. ἀλλὰ τόδε μοι εἰπέ· σωφροσύνῃ
καὶ ἡδονῇ ὑπερβαλλούσῃ ἔστι τις κοινωνία;

    Καὶ πῶς; ἔφη, ἥ γε ἔκφρονα ποιεῖ οὐχ ἧττον ἢ λύπη;

    Ἀλλὰ τῇ ἄλλῃ ἀρετῇ;

    [403a] Οὐδαμῶς.

    Τί δέ; ὕβρει τε καὶ ἀκολασίᾳ;

    Πάντων μάλιστα.

    Μείζω δέ τινα καὶ ὀξυτέραν ἔχεις εἰπεῖν ἡδονὴν τῆς περὶ
τὰ ἀφροδίσια;

    Οὐκ ἔχω, ἦ δ’ ὅς, οὐδέ γε μανικωτέραν.

    Ὁ δὲ ὀρθὸς ἔρως πέφυκε κοσμίου τε καὶ καλοῦ σωφρόνως
τε καὶ μουσικῶς ἐρᾶν;

    Καὶ μάλα, ἦ δ’ ὅς.

    Οὐδὲν ἄρα προσοιστέον μανικὸν οὐδὲ συγγενὲς ἀκολασίας
τῷ ὀρθῷ ἔρωτι;

    Οὐ προσοιστέον.

    [403b] Οὐ προσοιστέον ἄρα αὕτη ἡ ἡδονή, οὐδὲ κοινωνητέον
αὐτῆς ἐραστῇ τε καὶ παιδικοῖς ὀρθῶς ἐρῶσί τε καὶ ἐρωμένοις;

    Οὐ μέντοι μὰ Δί’, ἔφη, ὦ Σώκρατες, προσοιστέον.

    Οὕτω δή, ὡς ἔοικε, νομοθετήσεις ἐν τῇ οἰκιζομένῃ πόλει
φιλεῖν μὲν καὶ συνεῖναι καὶ ἅπτεσθαι ὥσπερ ὑέος παιδικῶν
ἐραστήν, τῶν καλῶν χάριν, ἐὰν πείθῃ, τὰ δ’ ἄλλα οὕτως
ὁμιλεῖν πρὸς ὅν τις σπουδάζοι, ὅπως μηδέποτε δόξει μα-
[403c] κρότερα τούτων συγγίγνεσθαι· εἰ δὲ μή, ψόγον ἀμουσίας καὶ
ἀπειροκαλίας ὑφέξοντα.

    Οὕτως, ἔφη.

    Ἆρ’ οὖν, ἦν δ’ ἐγώ, καὶ σοὶ φαίνεται τέλος ἡμῖν ἔχειν
ὁ περὶ μουσικῆς λόγος; οἷ γοῦν δεῖ τελευτᾶν, τετελεύ-
τηκεν· δεῖ δέ που τελευτᾶν τὰ μουσικὰ εἰς τὰ τοῦ καλοῦ
ἐρωτικά.
Σύμφημι, ἦ δ’ ὅς.