Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΘΕΑΙΤΗΤΟΣ

ΠΛ Θεαιτ 176a–177a

Γιατί πρέπει να αποφεύγουμε το κακό και την αδικία
Συγκρίνοντας τους φιλοσόφους με όσους συχνάζουν στα δικαστήρια (βλ. και ΠΛ Θεαιτ 172a–174a), ο Σωκράτης περιέγραψε τους πρώτους ως αληθινά ελεύθερους ανθρώπους, που, ενώ χλευάζονται για την αδεξιότητά τους στις καθημερινές πρακτικές δραστηριότητες, υπερέχουν σε σχέση με τους δεύτερους στη γνώση του ανθρώπου και την εξέταση της φύσεως της αλήθειας. Και συνεχίζει:

    ΣΩ. Ἀλλ’ οὔτ’ ἀπολέσθαι τὰ κακὰ δυνατόν, ὦ Θεόδωρε
―ὑπεναντίον γάρ τι τῷ ἀγαθῷ ἀεὶ εἶναι ἀνάγκη― οὔτ’ ἐν
θεοῖς αὐτὰ ἱδρῦσθαι, τὴν δὲ θνητὴν φύσιν καὶ τόνδε τὸν
τόπον περιπολεῖ ἐξ ἀνάγκης. διὸ καὶ πειρᾶσθαι χρὴ ἐνθένδε
[176b] ἐκεῖσε φεύγειν ὅτι τάχιστα. φυγὴ δὲ ὁμοίωσις θεῷ κατὰ
τὸ δυνατόν· ὁμοίωσις δὲ δίκαιον καὶ ὅσιον μετὰ φρονήσεως
γενέσθαι. ἀλλὰ γάρ, ὦ ἄριστε, οὐ πάνυ τι ῥᾴδιον πεῖσαι
ὡς ἄρα οὐχ ὧν ἕνεκα οἱ πολλοί φασι δεῖν πονηρίαν μὲν
φεύγειν, ἀρετὴν δὲ διώκειν, τούτων χάριν τὸ μὲν ἐπιτη-
δευτέον, τὸ δ’ οὔ, ἵνα δὴ μὴ κακὸς καὶ ἵνα ἀγαθὸς δοκῇ
εἶναι· ταῦτα μὲν γάρ ἐστιν ὁ λεγόμενος γραῶν ὕθλος, ὡς
ἐμοὶ φαίνεται· τὸ δὲ ἀληθὲς ὧδε λέγωμεν. θεὸς οὐδαμῇ
[176c] οὐδαμῶς ἄδικος, ἀλλ’ ὡς οἷόν τε δικαιότατος, καὶ οὐκ ἔστιν
αὐτῷ ὁμοιότερον οὐδὲν ἢ ὃς ἂν ἡμῶν αὖ γένηται ὅτι δικαιό-
τατος. περὶ τοῦτο καὶ ἡ ὡς ἀληθῶς δεινότης ἀνδρὸς καὶ
οὐδενία τε καὶ ἀνανδρία. ἡ μὲν γὰρ τούτου γνῶσις σοφία
καὶ ἀρετὴ ἀληθινή, ἡ δὲ ἄγνοια ἀμαθία καὶ κακία ἐναργής·
αἱ δ’ ἄλλαι δεινότητές τε δοκοῦσαι καὶ σοφίαι ἐν μὲν
πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις
[176d] βάναυσοι. τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι ἢ πράττοντι
μακρῷ ἄριστ’ ἔχει τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας
εἶναι· ἀγάλλονται γὰρ τῷ ὀνείδει καὶ οἴονται ἀκούειν ὅτι
οὐ λῆροί εἰσι, γῆς ἄλλως ἄχθη, ἀλλ’ ἄνδρες οἵους δεῖ
ἐν πόλει τοὺς σωθησομένους. λεκτέον οὖν τἀληθές, ὅτι
τοσούτῳ μᾶλλόν εἰσιν οἷοι οὐκ οἴονται, ὅτι οὐχὶ οἴονται·
ἀγνοοῦσι γὰρ ζημίαν ἀδικίας, ὃ δεῖ ἥκιστα ἀγνοεῖν. οὐ γάρ
ἐστιν ἣν δοκοῦσιν, πληγαί τε καὶ θάνατοι, ὧν ἐνίοτε πάσχουσιν
[176e] οὐδὲν ἀδικοῦντες, ἀλλὰ ἣν ἀδύνατον ἐκφυγεῖν.

    ΘΕΟ. Τίνα δὴ λέγεις;

    ΣΩ. Παραδειγμάτων, ὦ φίλε, ἐν τῷ ὄντι ἑστώτων, τοῦ
μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, οὐχ
ὁρῶντες ὅτι οὕτως ἔχει, ὑπὸ ἠλιθιότητός τε καὶ τῆς ἐσχάτης
[177a] ἀνοίας λανθάνουσι τῷ μὲν ὁμοιούμενοι διὰ τὰς ἀδίκους
πράξεις, τῷ δὲ ἀνομοιούμενοι. οὗ δὴ τίνουσι δίκην ζῶντες
τὸν εἰκότα βίον ᾧ ὁμοιοῦνται· ἐὰν δ’ εἴπωμεν ὅτι, ἂν μὴ
ἀπαλλαγῶσι τῆς δεινότητος, καὶ τελευτήσαντας αὐτοὺς
ἐκεῖνος μὲν ὁ τῶν κακῶν καθαρὸς τόπος οὐ δέξεται, ἐνθάδε
δὲ τὴν αὑτοῖς ὁμοιότητα τῆς διαγωγῆς ἀεὶ ἕξουσι, κακοὶ
κακοῖς συνόντες, ταῦτα δὴ καὶ παντάπασιν ὡς δεινοὶ καὶ
πανοῦργοι ἀνοήτων τινῶν ἀκούσονται.

    ΘΕΟ. Καὶ μάλα δή, ὦ Σώκρατες.