Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΑΛΚΙΒΙΑΔΗΣ Β΄

ΠΛ Αλκ2 141c–143a

Οι άνθρωποι εύχονται συχνά να αποκτήσουν αγαθά που τελικά τους προκαλούν δυστυχία
Ο Σωκράτης συζητά με τον Αλκιβιάδη για τη σημασία που έχει να προσέχει κανείς τι ζητά με τις προσευχές του από τους θεούς, καθώς πολύ συχνά πρόκειται για πράγματα που τελικά του προξενούν συμφορές. Ο Αλκιβιάδης παραδέχτηκε, μάλιστα, ότι δεν θα ήθελε να του προσφερθεί το αξίωμα του τυράννου όλης της Ευρώπης, σε περίπτωση που γνώριζε εκ των προτέρων ότι το τίμημα θα ήταν η ψυχή του ή η κακή και επιβλαβής χρήση του αξιώματος. Τότε ο Σωκράτης παρατηρεί:

    ΣΩ. Ὁρᾷς οὖν ὡς οὐκ ἀσφαλὲς οὔτε τὰ διδόμενα εἰκῇ
δέχεσθαί τε οὔτε αὐτὸν εὔχεσθαι γενέσθαι, εἴ γέ τις
[141d] βλάπτεσθαι μέλλοι διὰ ταῦτα ἢ τὸ παράπαν τοῦ βίου
ἀπαλλαγῆναι. πολλοὺς δ’ ἂν ἔχοιμεν εἰπεῖν, ὅσοι τυραν-
νίδος ἐπιθυμήσαντες ἤδη καὶ σπουδάσαντες τοῦτ’ αὐτοῖς
παραγενέσθαι, ὡς ἀγαθόν τι πράξαντες, διὰ τὴν τυραννίδα
ἐπιβουλευθέντες τὸν βίον ἀφῃρέθησαν. οἶμαι δέ σε οὐκ
ἀνήκοον εἶναι ἔνιά γε χθιζά τε καὶ πρωϊζὰ γεγενημένα,
ὅτε Ἀρχέλαον τὸν Μακεδόνων τύραννον τὰ παιδικά, ἐρα-
σθέντα τῆς τυραννίδος οὐθὲν ἧττον ἤπερ ἐκεῖνος τῶν παι-
δικῶν, ἀπέκτεινε τὸν ἐραστὴν ὡς τύραννός τε καὶ εὐδαίμων
[141e] ἀνὴρ ἐσόμενος· κατασχὼν δὲ τρεῖς ἢ τέτταρας ἡμέρας τὴν
τυραννίδα πάλιν αὐτὸς ἐπιβουλευθεὶς ὑφ’ ἑτέρων τινῶν
ἐτελεύτησεν. ὁρᾷς δὴ καὶ τῶν ἡμετέρων πολιτῶν ―ταῦτα
γὰρ οὐκ ἄλλων ἀκηκόαμεν, ἀλλ’ αὐτοὶ παρόντες οἴδαμεν―
[142a] ὅσοι στρατηγίας ἐπιθυμήσαντες ἤδη καὶ τυχόντες αὐτῆς οἱ
μὲν ἔτι καὶ νῦν φυγάδες τῆσδε τῆς πόλεώς εἰσιν, οἱ δὲ
τὸν βίον ἐτελεύτησαν· οἱ δὲ ἄριστα δοκοῦντες αὐτῶν πράτ-
τειν διὰ πολλῶν κινδύνων ἐλθόντες καὶ φόβων οὐ μόνον
ἐν ταύτῃ τῇ στρατηγίᾳ, ἀλλ’ ἐπεὶ εἰς τὴν ἑαυτῶν κατῆλθον,
ὑπὸ τῶν συκοφαντῶν πολιορκούμενοι πολιορκίαν οὐδὲν
ἐλάττω τῆς ὑπὸ τῶν πολεμίων διετέλεσαν, ὥστε ἐνίους
αὐτῶν εὔχεσθαι ἀστρατηγήτους εἶναι μᾶλλον ἢ ἐστρατηγη-
[142b] κέναι. εἰ μὲν οὖν ἦσαν οἱ κίνδυνοί τε καὶ πόνοι φέροντες
εἰς ὠφέλειαν, εἶχεν ἄν τινα λόγον· νῦν δὲ καὶ πολὺ τοὐ-
ναντίον. εὑρήσεις δὲ καὶ περὶ τέκνων τὸν αὐτὸν τρόπον,
εὐξαμένους τινὰς ἤδη γενέσθαι καὶ γενομένων εἰς συμφοράς
τε καὶ λύπας τὰς μεγίστας καταστάντας. οἱ μὲν γὰρ
μοχθηρῶν διὰ τέλους ὄντων τῶν τέκνων ὅλον τὸν βίον
λυπούμενοι διήγαγον· τοὺς δὲ χρηστῶν μὲν γενομένων,
[142c] συμφοραῖς δὲ χρησαμένων ὥστε στερηθῆναι, καὶ τούτους
οὐδὲν εἰς ἐλάττονας δυστυχίας καθεστηκότας ἤπερ ἐκείνους
καὶ βουλομένους ἂν ἀγένητα μᾶλλον εἶναι ἢ γενέσθαι.
ἀλλ’ ὅμως τούτων τε καὶ ἑτέρων πολλῶν ὁμοιοτρόπων τού-
τοις οὕτω σφόδρα καταδήλων ὄντων, σπάνιον εὑρεῖν ὅστις
ἂν ἢ διδομένων ἀπόσχοιτο ἢ μέλλων δι’ εὐχῆς τεύξεσθαι
παύσαιτο ἂν εὐχόμενος· οἱ δὲ πολλοὶ οὔτε ἂν τυραννίδος
διδομένης ἀπόσχοιντο ἂν οὔτε στρατηγίας οὐδ’ ἑτέρων
[142d] πολλῶν, ἃ παρόντα βλάπτει μᾶλλον ἢ ὠφελεῖ, ἀλλὰ κἂν
εὔξαιντο ἂν γενέσθαι, εἴ τῳ μὴ παρόντα τυγχάνει· ὀλίγον
δὲ ἐπισχόντες ἐνίοτε παλινῳδοῦσιν, ἀνευχόμενοι ἅττ’ ἂν
τὸ πρῶτον εὔξωνται. ἐγὼ μὲν οὖν ἀπορῶ μὴ ὡς ἀληθῶς
μάτην θεοὺς ἄνθρωποι αἰτιῶνται, ἐξ ἐκείνων φάμενοι
κακά σφισιν εἶναι· οἱ δὲ καὶ αὐτοὶ σφῇσιν εἴτε ἀτα-
σθαλίαισιν εἴτε ἀφροσύναις χρὴ εἰπεῖν, ὑπὲρ μόρον
[142e] ἄλγε’ ἔχουσι. κινδυνεύει γοῦν, ὦ Ἀλκιβιάδη, φρόνιμός
τις εἶναι ἐκεῖνος ὁ ποιητής, ὃς δοκεῖ μοι φίλοις ἀνοήτοις
τισὶ χρησάμενος, ὁρῶν αὐτοὺς καὶ πράττοντας καὶ εὐχο-
μένους ἅπερ οὐ βέλτιον ἦν, ἐκείνοις δὲ ἐδόκει, κοινῇ ὑπὲρ
ἁπάντων αὐτῶν εὐχὴν ποιήσασθαι· λέγει δέ πως ὡδί―

    [143a] Ζεῦ βασιλεῦ, τὰ μὲν ἐσθλά, φησί, καὶ εὐχομένοις

        καὶ ἀνεύκτοις

    ἄμμι δίδου, τὰ δὲ δειλὰ καὶ εὐχομένοις ἀπαλέξειν
κελεύει. ἐμοὶ μὲν οὖν καλῶς δοκεῖ καὶ ἀσφαλῶς λέγειν ὁ
ποιητής· σὺ δ’ εἴ τι ἐν νῷ ἔχεις πρὸς ταῦτα, μὴ σιώπα.