Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΠΛΑΤΩΝ, ΑΛΚΙΒΙΑΔΗΣ Α΄

ΠΛ Αλκ1 104e–106a

Ο Σωκράτης είναι σε θέση να καθοδηγήσει τον Αλκιβιάδη στην επίτευξη των στόχων του
Σε αυτόν τον διάλογο, για τη γνησιότητα του οποίου υπάρχει διχογνωμία, ο Σωκράτης και ο Αλκιβιάδης συζητούν για την αυτογνωσία. Ο φιλόσοφος διαπίστωσε ότι, σε αντίθεση με τον ίδιο, οι περισσότεροι απέφευγαν πλέον τη συναναστροφή με τον Αλκιβιάδη, εξαιτίας της αλαζονείας του χαρισματικού νέου: ο Αλκιβιάδης πίστευε ότι δεν είχε την ανάγκη κανενός. Ο γιος του Κλεινία ζήτησε τότε επίμονα να του εξηγήσει ο φιλόσοφος γιατί επιζητούσε ακόμη τη συναναστροφή μαζί του.

    [104e] ΣΩ. Ὅρα δή· οὐ γάρ τοι εἴη ἂν θαυμαστὸν εἰ, ὥσπερ
μόγις ἠρξάμην, οὕτω μόγις καὶ παυσαίμην.

    ΑΛ. Ὠγαθὲ λέγε· ἀκούσομαι γάρ.

    ΣΩ. Λεκτέον ἂν εἴη. χαλεπὸν μὲν οὖν πρὸς ἄνδρα οὐχ
ἥττονα ἐραστῶν προσφέρεσθαι ἐραστῇ, ὅμως δὲ τολμητέον
φράσαι τὴν ἐμὴν διάνοιαν. ἐγὼ γάρ, ὦ Ἀλκιβιάδη, εἰ μέν
σε ἑώρων ἃ νυνδὴ διῆλθον ἀγαπῶντα καὶ οἰόμενον δεῖν ἐν
τούτοις καταβιῶναι, πάλαι ἂν ἀπηλλάγμην τοῦ ἔρωτος, ὥς
[105a] γε δὴ ἐμαυτὸν πείθω· νῦν δ’ ἕτερ’ αὖ κατηγορήσω διανοή-
ματα σὰ πρὸς αὐτὸν σέ, ᾧ καὶ γνώσῃ ὅτι προσέχων γέ σοι
τὸν νοῦν διατετέλεκα. δοκεῖς γάρ μοι, εἴ τίς σοι εἴποι θεῶν·
«Ὦ Ἀλκιβιάδη, πότερον βούλει ζῆν ἔχων ἃ νῦν ἔχεις, ἢ
αὐτίκα τεθνάναι εἰ μή σοι ἐξέσται μείζω κτήσασθαι;»
δοκεῖς ἄν μοι ἑλέσθαι τεθνάναι· ἀλλὰ νῦν ἐπὶ τίνι δή ποτε
ἐλπίδι ζῇς, ἐγὼ φράσω. ἡγῇ, ἐὰν θᾶττον εἰς τὸν Ἀθηναίων
[105b] δῆμον παρέλθῃς ―τοῦτο δ’ ἔσεσθαι μάλα ὀλίγων ἡμερῶν―
παρελθὼν οὖν ἐνδείξεσθαι Ἀθηναίοις ὅτι ἄξιος εἶ τιμᾶσθαι
ὡς οὔτε Περικλῆς οὔτ’ ἄλλος οὐδεὶς τῶν πώποτε γενομένων,
καὶ τοῦτ’ ἐνδειξάμενος μέγιστον δυνήσεσθαι ἐν τῇ πόλει, ἐὰν
δ’ ἐνθάδε μέγιστος ᾖς, καὶ ἐν τοῖς ἄλλοις Ἕλλησι, καὶ οὐ
μόνον ἐν Ἕλλησιν, ἀλλὰ καὶ ἐν τοῖς βαρβάροις, ὅσοι ἐν τῇ
αὐτῇ ἡμῖν οἰκοῦσιν ἠπείρῳ. καὶ εἰ αὖ σοι εἴποι ὁ αὐτὸς
οὗτος θεὸς ὅτι αὐτοῦ σε δεῖ δυναστεύειν ἐν τῇ Εὐρώπῃ,
[105c] διαβῆναι δὲ εἰς τὴν Ἀσίαν οὐκ ἐξέσται σοι οὐδὲ ἐπιθέσθαι
τοῖς ἐκεῖ πράγμασιν, οὐκ ἂν αὖ μοι δοκεῖς ἐθέλειν οὐδ’ ἐπὶ
τούτοις μόνοις ζῆν, εἰ μὴ ἐμπλήσεις τοῦ σοῦ ὀνόματος καὶ
τῆς σῆς δυνάμεως πάντας ὡς ἔπος εἰπεῖν ἀνθρώπους· καὶ
οἶμαί σε πλὴν Κύρου καὶ Ξέρξου ἡγεῖσθαι οὐδένα ἄξιον
λόγου γεγονέναι. ὅτι μὲν οὖν ἔχεις ταύτην τὴν ἐλπίδα, εὖ
οἶδα καὶ οὐκ εἰκάζω. ἴσως ἂν οὖν εἴποις, ἅτε εἰδὼς ὅτι
ἀληθῆ λέγω, «Τί δὴ οὖν, ὦ Σώκρατες, τοῦτ’ ἐστί σοι πρὸς
[105d] λόγον; [ὃν ἔφησθα ἐρεῖν, διὸ ἐμοῦ οὐκ ἀπαλλάττῃ;]» ἐγὼ δὲ
σοί γε ἐρῶ, ὦ φίλε παῖ Κλεινίου καὶ Δεινομάχης. τούτων
γάρ σοι ἁπάντων τῶν διανοημάτων τέλος ἐπιτεθῆναι ἄνευ
ἐμοῦ ἀδύνατον· τοσαύτην ἐγὼ δύναμιν οἶμαι ἔχειν εἰς τὰ σὰ
πράγματα καὶ εἰς σέ, διὸ δὴ καὶ πάλαι οἴομαί με τὸν θεὸν
οὐκ ἐᾶν διαλέγεσθαί σοι, ὃν ἐγὼ περιέμενον ὁπηνίκα ἐάσει.
ὥσπερ γὰρ σὺ ἐλπίδας ἔχεις ἐν τῇ πόλει ἐνδείξασθαι ὅτι
[105e] αὐτῇ παντὸς ἄξιος εἶ, ἐνδειξάμενος δὲ [ὅτι] οὐδὲν ὅτι οὐ
παραυτίκα δυνήσεσθαι, οὕτω κἀγὼ παρὰ σοὶ ἐλπίζω μέγιστον
δυνήσεσθαι ἐνδειξάμενος ὅτι παντὸς ἄξιός εἰμί σοι καὶ οὔτε
ἐπίτροπος οὔτε συγγενὴς οὔτ’ ἄλλος οὐδεὶς ἱκανὸς παραδοῦναι
τὴν δύναμιν ἧς ἐπιθυμεῖς πλὴν ἐμοῦ, μετὰ τοῦ θεοῦ μέντοι.
νεωτέρῳ μὲν οὖν ὄντι σοι καὶ πρὶν τοσαύτης ἐλπίδος γέμειν,
ὡς ἐμοὶ δοκεῖ, οὐκ εἴα ὁ θεὸς διαλέγεσθαι, ἵνα μὴ μάτην
[106a] διαλεγοίμην. νῦν δ’ ἐφῆκεν· νῦν γὰρ ἄν μου ἀκούσαις.