Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΑΡΙΣΤΟΤΕΛΗΣ, ΠΟΛΙΤΙΚΑ

ΑΡΙΣΤ Πολ 1280a7–1281a10

(ΑΡΙΣΤ Πολ 1279a22–1281a10: Τα είδη των πολιτευμάτων) Κριτική της τρέχουσας άποψης περί δικαίου – Ο σκοπός μιας πολιτικής κοινωνίας και η αληθινή δικαιοσύνη

    Ληπτέον δὲ πρῶτον τίνας ὅρους λέγουσι τῆς ὀλιγαρχίας
καὶ δημοκρατίας, καὶ τί τὸ δίκαιον τό τε ὀλιγαρχικὸν
καὶ δημοκρατικόν. πάντες γὰρ ἅπτονται δικαίου τινός, ἀλλὰ
(10) μέχρι τινὸς προέρχονται, καὶ λέγουσιν οὐ πᾶν τὸ κυρίως
δίκαιον. οἷον δοκεῖ ἴσον τὸ δίκαιον εἶναι, καὶ ἔστιν, ἀλλ’
οὐ πᾶσιν ἀλλὰ τοῖς ἴσοις· καὶ τὸ ἄνισον δοκεῖ δίκαιον
εἶναι, καὶ γὰρ ἔστιν, ἀλλ’ οὐ πᾶσιν ἀλλὰ τοῖς ἀνίσοις· οἱ
δὲ τοῦτ’ ἀφαιροῦσι, τὸ οἷς, καὶ κρίνουσι κακῶς. τὸ δ’ αἴτιον
(15) ὅτι περὶ αὑτῶν ἡ κρίσις· σχεδὸν δ’ οἱ πλεῖστοι φαῦλοι κρι-
ταὶ περὶ τῶν οἰκείων. ὥστ’ ἐπεὶ τὸ δίκαιον τισίν, καὶ διῄρη-
ται τὸν αὐτὸν τρόπον ἐπί τε τῶν πραγμάτων καὶ οἷς, καθ-
άπερ εἴρηται πρότερον ἐν τοῖς Ἠθικοῖς, τὴν μὲν τοῦ πρά-
γματος ἰσότητα ὁμολογοῦσι, τὴν δὲ οἷς ἀμφισβητοῦσι, μά-
(20) λιστα μὲν διὰ τὸ λεχθὲν ἄρτι, διότι κρίνουσι τὰ περὶ αὑτοὺς
κακῶς, ἔπειτα δὲ καὶ διὰ τὸ λέγειν μέχρι τινὸς ἑκατέρους
δίκαιόν τι νομίζουσι δίκαιον λέγειν ἁπλῶς. οἱ μὲν γὰρ
ἂν κατά τι ἄνισοι ὦσιν, οἷον χρήμασιν, ὅλως οἴονται ἄν-
ισοι εἶναι, οἱ δ’ ἂν κατά τι ἴσοι, οἷον ἐλευθερίᾳ, ὅλως
(25) ἴσοι. τὸ δὲ κυριώτατον οὐ λέγουσιν. εἰ μὲν γὰρ τῶν κτη-
μάτων χάριν ἐκοινώνησαν καὶ συνῆλθον, τοσοῦτον μετέχουσι
τῆς πόλεως ὅσον περ καὶ τῆς κτήσεως, ὥσθ’ ὁ τῶν ὀλιγαρ-
χικῶν λόγος δόξειεν ἂν ἰσχύειν (οὐ γὰρ εἶναι δίκαιον ἴσον
μετέχειν τῶν ἑκατὸν μνῶν τὸν εἰσενέγκαντα μίαν μνᾶν τῷ
(30) δόντι τὸ λοιπὸν πᾶν, οὔτε τῶν ἐξ ἀρχῆς οὔτε τῶν ἐπιγινο-
μένων)· εἰ δὲ μήτε τοῦ ζῆν μόνον ἕνεκεν ἀλλὰ μᾶλλον τοῦ
εὖ ζῆν (καὶ γὰρ ἂν δούλων καὶ τῶν ἄλλων ζῴων ἦν πό-
λις· νῦν δ’ οὐκ ἔστι, διὰ τὸ μὴ μετέχειν εὐδαιμονίας μηδὲ
τοῦ ζῆν κατὰ προαίρεσιν), μήτε συμμαχίας ἕνεκεν, ὅπως
(35) ὑπὸ μηδενὸς ἀδικῶνται, μήτε διὰ τὰς ἀλλαγὰς καὶ τὴν
χρῆσιν τὴν πρὸς ἀλλήλους —καὶ γὰρ ἂν Τυρρηνοὶ καὶ Καρχη-
δόνιοι, καὶ πάντες οἷς ἔστι σύμβολα πρὸς ἀλλήλους, ὡς
μιᾶς ἂν πολῖται πόλεως ἦσαν· εἰσὶ γοῦν αὐτοῖς συνθῆκαι
περὶ τῶν εἰσαγωγίμων καὶ σύμβολα περὶ τοῦ μὴ ἀδικεῖν
(40) καὶ γραφαὶ περὶ συμμαχίας. ἀλλ’ οὔτ’ ἀρχαὶ πᾶσιν ἐπὶ
[1280b] τούτοις κοιναὶ καθεστᾶσιν, ἀλλ’ ἕτεραι παρ’ ἑκατέροις, οὔτε τοῦ
ποίους τινὰς εἶναι δεῖ φροντίζουσιν ἅτεροι τοὺς ἑτέρους, οὐδ’
ὅπως μηδεὶς ἄδικος ἔσται τῶν ὑπὸ τὰς συνθήκας μηδὲ μο-
χθηρίαν ἕξει μηδεμίαν, ἀλλὰ μόνον ὅπως μηδὲν ἀδική-
(5) σουσιν ἀλλήλους. περὶ δ’ ἀρετῆς καὶ κακίας πολιτικῆς δια-
σκοποῦσιν ὅσοι φροντίζουσιν εὐνομίας. ᾗ καὶ φανερὸν ὅτι
δεῖ περὶ ἀρετῆς ἐπιμελὲς εἶναι τῇ γ’ ὡς ἀληθῶς ὀνομαζο-
μένῃ πόλει, μὴ λόγου χάριν. γίγνεται γὰρ ἡ κοινωνία συμ-
μαχία τῶν ἄλλων τόπῳ διαφέρουσα μόνον, τῶν ἄπωθεν
(10) συμμαχιῶν, καὶ ὁ νόμος συνθήκη καί, καθάπερ ἔφη Λυκό-
φρων ὁ σοφιστής, ἐγγυητὴς ἀλλήλοις τῶν δικαίων, ἀλλ’
οὐχ οἷος ποιεῖν ἀγαθοὺς καὶ δικαίους τοὺς πολίτας. ὅτι δὲ
τοῦτον ἔχει τὸν τρόπον, φανερόν. εἰ γάρ τις καὶ συναγάγοι
τοὺς τόπους εἰς ἕν, ὥστε ἅπτεσθαι τὴν Μεγαρέων πόλιν καὶ
(15) Κορινθίων τοῖς τείχεσιν, ὅμως οὐ μία πόλις· οὐδ’ εἰ πρὸς
ἀλλήλους ἐπιγαμίας ποιήσαιντο· καίτοι τοῦτο τῶν ἰδίων ταῖς
πόλεσι κοινωνημάτων ἐστίν. ὁμοίως δ’ οὐδ’ εἴ τινες οἰκοῖεν
χωρὶς μέν, μὴ μέντοι τοσοῦτον ἄπωθεν ὥστε μὴ κοινωνεῖν,
ἀλλ’ εἴησαν αὐτοῖς νόμοι τοῦ μὴ σφᾶς αὐτοὺς ἀδικεῖν περὶ
(20) τὰς μεταδόσεις, οἷον εἰ ὁ μὲν εἴη τέκτων ὁ δὲ γεωργὸς
ὁ δὲ σκυτοτόμος ὁ δ’ ἄλλο τι τοιοῦτον, καὶ τὸ πλῆθος εἶεν
μύριοι, μὴ μέντοι κοινωνοῖεν ἄλλου μηδενὸς ἢ τῶν τοιούτων,
οἷον ἀλλαγῆς καὶ συμμαχίας, οὐδ’ οὕτω πω πόλις. διὰ
τίνα δή ποτ’ αἰτίαν; οὐ γὰρ δὴ διὰ τὸ μὴ σύνεγγυς τῆς
(25) κοινωνίας. εἰ γὰρ καὶ συνέλθοιεν οὕτω κοινωνοῦντες (ἕκαστος
μέντοι χρῷτο τῇ ἰδίᾳ οἰκίᾳ ὥσπερ πόλει) καὶ σφίσιν αὐτοῖς
ὡς ἐπιμαχίας οὔσης βοηθοῦντες ἐπὶ τοὺς ἀδικοῦντας μόνον,
οὐδ’ οὕτως ἂν εἶναι δόξειεν πόλις τοῖς ἀκριβῶς θεωροῦσιν, εἴπερ
ὁμοίως ὁμιλοῖεν συνελθόντες καὶ χωρίς. φανερὸν τοίνυν ὅτι
(30) ἡ πόλις οὐκ ἔστι κοινωνία τόπου, καὶ τοῦ μὴ ἀδικεῖν σφᾶς
αὐτοὺς καὶ τῆς μεταδόσεως χάριν· ἀλλὰ ταῦτα μὲν ἀναγ-
καῖον ὑπάρχειν, εἴπερ ἔσται πόλις, οὐ μὴν οὐδ’ ὑπαρχόντων
τούτων ἁπάντων ἤδη πόλις, ἀλλ’ ἡ τοῦ εὖ ζῆν κοινωνία καὶ
ταῖς οἰκίαις καὶ τοῖς γένεσι, ζωῆς τελείας χάριν καὶ αὐτάρ-
(35) κους. οὐκ ἔσται μέντοι τοῦτο μὴ τὸν αὐτὸν καὶ ἕνα κατοικούν-
των τόπον καὶ χρωμένων ἐπιγαμίαις. διὸ κηδεῖαί τ’ ἐγέ-
νοντο κατὰ τὰς πόλεις καὶ φατρίαι καὶ θυσίαι καὶ δια-
γωγαὶ τοῦ συζῆν. τὸ δὲ τοιοῦτον φιλίας ἔργον· ἡ γὰρ τοῦ
συζῆν προαίρεσις φιλία. τέλος μὲν οὖν πόλεως τὸ εὖ ζῆν,
(40) ταῦτα δὲ τοῦ τέλους χάριν. πόλις δὲ ἡ γενῶν καὶ κωμῶν
[1281a] κοινωνία ζωῆς τελείας καὶ αὐτάρκους. τοῦτο δ’ ἐστίν, ὡς
φαμέν, τὸ ζῆν εὐδαιμόνως καὶ καλῶς. τῶν καλῶν ἄρα
πράξεων χάριν θετέον εἶναι τὴν πολιτικὴν κοινωνίαν ἀλλ’
οὐ τοῦ συζῆν. διόπερ ὅσοι συμβάλλονται πλεῖστον εἰς τὴν
(5) τοιαύτην κοινωνίαν, τούτοις τῆς πόλεως μέτεστι πλεῖον ἢ
τοῖς κατὰ μὲν ἐλευθερίαν καὶ γένος ἴσοις ἢ μείζοσι κατὰ
δὲ τὴν πολιτικὴν ἀρετὴν ἀνίσοις, ἢ τοῖς κατὰ πλοῦτον ὑπερ-
έχουσι κατ’ ἀρετὴν δ’ ὑπερεχομένοις. ὅτι μὲν οὖν πάντες
οἱ περὶ τῶν πολιτειῶν ἀμφισβητοῦντες μέρος τι τοῦ δικαίου
(10) λέγουσι, φανερὸν ἐκ τῶν εἰρημένων.