Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΡΟΥ ΑΝΑΒΑΣΙΣ

ΞΕΝ ΚΑναβ 2.6.1–2.6.15

Το πορτρέτο του Κλέαρχου
Ο Τισσαφέρνης διαβεβαίωσε τον Κλέαρχο ότι δεν επιβουλευόταν τους Έλληνες (βλ. και ΞΕΝ ΚΑναβ 2.5.3–2.5.15). Με μια υποκριτική χειρονομία καλής θελήσεως προσκάλεσε τους στρατηγούς των Μυρίων στη σκηνή του, για να τους αποκαλύψει δήθεν ποιοι τους συκοφαντούσαν. Έτσι κατόρθωσε να συλλάβει πέντε από τους στρατηγούς των Ελλήνων, ανάμεσά τους και τον Κλέαρχο. Την ίδια στιγμή δολοφονήθηκαν οι είκοσι λοχαγοί και οι διακόσιοι στρατιώτες που τους είχαν ακολουθήσει στο περσικό στρατόπεδο. Ο Ξενοφώντας θα σκιαγραφήσει τον χαρακτήρα των πέντε στρατηγών. Αρχικά παρατίθεται το πορτρέτο του Κλέαρχου.

    [2.6.1] Οἱ μὲν δὴ στρατηγοὶ οὕτω ληφθέντες ἀνήχθησαν ὡς
βασιλέα καὶ ἀποτμηθέντες τὰς κεφαλὰς ἐτελεύτησαν, εἷς
μὲν αὐτῶν Κλέαρχος ὁμολογουμένως ἐκ πάντων τῶν ἐμ-
πείρως αὐτοῦ ἐχόντων δόξας γενέσθαι ἀνὴρ καὶ πολεμικὸς
καὶ φιλοπόλεμος ἐσχάτως. [2.6.2] καὶ γὰρ δὴ ἕως μὲν πόλεμος ἦν
τοῖς Λακεδαιμονίοις πρὸς τοὺς Ἀθηναίους παρέμενεν, ἐπειδὴ
δὲ εἰρήνη ἐγένετο, πείσας τὴν αὑτοῦ πόλιν ὡς οἱ Θρᾷκες
ἀδικοῦσι τοὺς Ἕλληνας καὶ διαπραξάμενος ὡς ἐδύνατο παρὰ
τῶν ἐφόρων ἐξέπλει ὡς πολεμήσων τοῖς ὑπὲρ Χερρονήσου
καὶ Περίνθου Θρᾳξίν. [2.6.3] ἐπεὶ δὲ μεταγνόντες πως οἱ ἔφοροι
ἤδη ἔξω ὄντος ἀποστρέφειν αὐτὸν ἐπειρῶντο ἐξ Ἰσθμοῦ,
ἐνταῦθα οὐκέτι πείθεται, ἀλλ’ ᾤχετο πλέων εἰς Ἑλλή-
σποντον. [2.6.4] ἐκ τούτου καὶ ἐθανατώθη ὑπὸ τῶν ἐν Σπάρτῃ
τελῶν ὡς ἀπειθῶν. ἤδη δὲ φυγὰς ὢν ἔρχεται πρὸς Κῦρον,
καὶ ὁποίοις μὲν λόγοις ἔπεισε Κῦρον ἄλλῃ γέγραπται, δίδωσι
δὲ αὐτῷ Κῦρος μυρίους δαρεικούς· [2.6.5] ὁ δὲ λαβὼν οὐκ ἐπὶ ῥᾳθυ-
μίαν ἐτράπετο, ἀλλ’ ἀπὸ τούτων τῶν χρημάτων συλλέξας
στράτευμα ἐπολέμει τοῖς Θρᾳξί, καὶ μάχῃ τε ἐνίκησε καὶ
ἀπὸ τούτου δὴ ἔφερε καὶ ἦγε τούτους καὶ πολεμῶν διεγένετο
μέχρι Κῦρος ἐδεήθη τοῦ στρατεύματος· τότε δὲ ἀπῆλθεν ὡς
ξὺν ἐκείνῳ αὖ πολεμήσων. [2.6.6] ταῦτα οὖν φιλοπολέμου μοι
δοκεῖ ἀνδρὸς ἔργα εἶναι, ὅστις ἐξὸν μὲν εἰρήνην ἄγειν ἄνευ
αἰσχύνης καὶ βλάβης αἱρεῖται πολεμεῖν, ἐξὸν δὲ ῥᾳθυμεῖν
βούλεται πονεῖν ὥστε πολεμεῖν, ἐξὸν δὲ χρήματα ἔχειν
ἀκινδύνως αἱρεῖται πολεμῶν μείονα ταῦτα ποιεῖν· ἐκεῖνος
δὲ ὥσπερ εἰς παιδικὰ ἢ εἰς ἄλλην τινὰ ἡδονὴν ἤθελε δαπανᾶν
εἰς πόλεμον. [2.6.7] οὕτω μὲν φιλοπόλεμος ἦν· πολεμικὸς δὲ αὖ
ταύτῃ ἐδόκει εἶναι ὅτι φιλοκίνδυνός τε ἦν καὶ ἡμέρας καὶ
νυκτὸς ἄγων ἐπὶ τοὺς πολεμίους καὶ ἐν τοῖς δεινοῖς φρό-
νιμος, ὡς οἱ παρόντες πανταχοῦ πάντες ὡμολόγουν. [2.6.8] καὶ
ἀρχικὸς δ’ ἐλέγετο εἶναι ὡς δυνατὸν ἐκ τοῦ τοιούτου τρόπου
οἷον κἀκεῖνος εἶχεν. ἱκανὸς μὲν γὰρ ὥς τις καὶ ἄλλος φρον-
τίζειν ἦν ὅπως ἔχοι ἡ στρατιὰ αὐτῷ τὰ ἐπιτήδεια καὶ παρα-
σκευάζειν ταῦτα, ἱκανὸς δὲ καὶ ἐμποιῆσαι τοῖς παροῦσιν ὡς
πειστέον εἴη Κλεάρχῳ. [2.6.9] τοῦτο δ’ ἐποίει ἐκ τοῦ χαλεπὸς
εἶναι· καὶ γὰρ ὁρᾶν στυγνὸς ἦν καὶ τῇ φωνῇ τραχύς,
ἐκόλαζέ τε ἰσχυρῶς, καὶ ὀργῇ ἐνίοτε, ὡς καὶ αὐτῷ μετα-
μέλειν ἔσθ’ ὅτε. [2.6.10] καὶ γνώμῃ δ’ ἐκόλαζεν· ἀκολάστου γὰρ
στρατεύματος οὐδὲν ἡγεῖτο ὄφελος εἶναι, ἀλλὰ καὶ λέγειν
αὐτὸν ἔφασαν ὡς δέοι τὸν στρατιώτην φοβεῖσθαι μᾶλλον
τὸν ἄρχοντα ἢ τοὺς πολεμίους, εἰ μέλλοι ἢ φυλακὰς φυλά-
ξειν ἢ φίλων ἀφέξεσθαι ἢ ἀπροφασίστως ἰέναι πρὸς τοὺς
πολεμίους. [2.6.11] ἐν μὲν οὖν τοῖς δεινοῖς ἤθελον αὐτοῦ ἀκούειν
σφόδρα καὶ οὐκ ἄλλον ᾑροῦντο οἱ στρατιῶται· καὶ γὰρ τὸ
στυγνὸν τότε φαιδρὸν αὐτοῦ †ἐν τοῖς ἄλλοις προσώποις†
ἔφασαν φαίνεσθαι καὶ τὸ χαλεπὸν ἐρρωμένον πρὸς τοὺς
πολεμίους ἐδόκει εἶναι, ὥστε σωτήριον, οὐκέτι χαλεπὸν
ἐφαίνετο· [2.6.12] ὅτε δ’ ἔξω τοῦ δεινοῦ γένοιντο καὶ ἐξείη πρὸς
ἄλλον ἀρξομένους ἀπιέναι, πολλοὶ αὐτὸν ἀπέλειπον· τὸ γὰρ
ἐπίχαρι οὐκ εἶχεν, ἀλλ’ ἀεὶ χαλεπὸς ἦν καὶ ὠμός· ὥστε
διέκειντο πρὸς αὐτὸν οἱ στρατιῶται ὥσπερ παῖδες πρὸς δι-
δάσκαλον. [2.6.13] καὶ γὰρ οὖν φιλίᾳ μὲν καὶ εὐνοίᾳ ἑπομένους
οὐδέποτε εἶχεν· οἵτινες δὲ ἢ ὑπὸ πόλεως τεταγμένοι ἢ ὑπὸ
τοῦ δεῖσθαι ἢ ἄλλῃ τινὶ ἀνάγκῃ κατεχόμενοι παρείησαν
αὐτῷ, σφόδρα πειθομένοις ἐχρῆτο. [2.6.14] ἐπεὶ δὲ ἄρξαιντο νικᾶν
ξὺν αὐτῷ τοὺς πολεμίους, ἤδη μεγάλα ἦν τὰ χρησίμους
ποιοῦντα εἶναι τοὺς ξὺν αὐτῷ στρατιώτας· τό τε γὰρ πρὸς
τοὺς πολεμίους θαρραλέως ἔχειν παρῆν καὶ τὸ τὴν παρ’ ἐκείνου
τιμωρίαν φοβεῖσθαι εὐτάκτους ἐποίει. [2.6.15] τοιοῦτος μὲν δὴ
ἄρχων ἦν· ἄρχεσθαι δὲ ὑπὸ ἄλλων οὐ μάλα ἐθέλειν ἐλέγετο.
ἦν δὲ ὅτε ἐτελεύτα ἀμφὶ τὰ πεντήκοντα ἔτη.