Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΚΥΝΗΓΕΤΙΚΟΣ

ΞΕΝ Κυν 13.1–13.9

Περί σοφιστικής
Στόχος του Ξενοφώντα με το έργο αυτό είναι η μύηση του αναγνώστη στην κυνηγετική τέχνη. Έχοντας ολοκληρώσει το τεχνικό μέρος του αντικειμένου του, ο συγγραφέας υπερασπίζεται το διδακτικό του έργο απέναντι στις μεθόδους των σοφιστών.

    [13.1] Θαυμάζω δὲ τῶν σοφιστῶν καλουμένων ὅτι φασὶ μὲν
ἐπ’ ἀρετὴν ἄγειν οἱ πολλοὶ τοὺς νέους, ἄγουσι δ’ ἐπὶ
τοὐναντίον· οὔτε γὰρ [ἂν] ἄνδρα που ἑωράκαμεν ὅντιν’ οἱ
νῦν σοφισταὶ ἀγαθὸν ἐποίησαν, οὔτε γράμματα παρέχονται
ἐξ ὧν χρὴ ἀγαθοὺς γίγνεσθαι, [13.2] ἀλλὰ περὶ μὲν τῶν ματαίων
πολλὰ αὐτοῖς γέγραπται, ἀφ’ ὧν τοῖς νέοις αἱ μὲν ἡδοναὶ
κεναί, ἀρετὴ δ’ οὐκ ἔνι· διατρίβειν δ’ ἄλλως παρέχει τοῖς
ἐλπίσασί τι ἐξ αὐτῶν μαθήσεσθαι [μάτην] καὶ ἑτέρων κωλύει
χρησίμων καὶ διδάσκει κακά. [13.3] μέμφομαι οὖν αὐτοῖς τὰ μὲν
μεγάλα μειζόνως· περὶ δὲ ὧν γράφουσιν, ὅτι τὰ μὲν ῥήματα
αὐτοῖς ἐζήτηται, γνῶμαι δὲ ὀρθῶς ἔχουσαι, αἷς ἂν παι-
δεύοιντο οἱ νεώτεροι ἐπ’ ἀρετήν, οὐδαμοῦ. [13.4] ἐγὼ δὲ ἰδιώτης
μέν εἰμι, οἶδα δὲ ὅτι κράτιστον μέν ἐστι παρὰ τῆς αὑτοῦ
φύσεως τὸ ἀγαθὸν διδάσκεσθαι, δεύτερον δὲ παρὰ τῶν
ἀληθῶς ἀγαθόν τι ἐπισταμένων μᾶλλον ἢ ὑπὸ τῶν ἐξαπατᾶν
τέχνην ἐχόντων. [13.5] ἴσως οὖν τοῖς μὲν ὀνόμασιν οὐ σεσο-
φισμένως λέγω· οὐδὲ γὰρ ζητῶ τοῦτο· ὧν δὲ δέονται εἰς
ἀρετὴν οἱ καλῶς πεπαιδευμένοι ὀρθῶς ἐγνωσμένα ζητῶ
λέγειν· ὀνόματα μὲν γὰρ οὐκ ἂν παιδεύσειε, γνῶμαι δέ,
εἰ καλῶς ἔχοιεν. [13.6] ψέγουσι δὲ καὶ ἄλλοι πολλοὶ τοὺς νῦν
σοφιστὰς καὶ οὐ [τοὺς] φιλοσόφους, ὅτι ἐν τοῖς ὀνόμασι σοφί-
ζονται, οὐκ ἐν τοῖς νοήμασιν. οὐ λανθάνει δέ με ὅτι <τὰ μὴ>
καλῶς καὶ ἑξῆς γεγραμμένα φήσει τις ἴσως τῶν τοιούτων
οὐ καλῶς οὐδ’ ἑξῆς γεγράφθαι· ῥᾴδιον γὰρ ἔσται αὐτοῖς
<τὸ> ταχὺ μὴ ὀρθῶς μέμψασθαι· [13.7] καίτοι γέγραπταί γε οὕτως,
ἵνα ὀρθῶς ἔχῃ, καὶ μὴ σοφιστικοὺς ποιῇ ἀλλὰ σοφοὺς καὶ
ἀγαθούς· οὐ γὰρ δοκεῖν αὐτὰ βούλομαι μᾶλλον ἢ εἶναι
χρήσιμα, ἵνα ἀνεξέλεγκτα ᾖ εἰς ἀεί. [13.8] οἱ σοφισταὶ δ’ ἐπὶ
τῷ ἐξαπατᾶν λέγουσι καὶ γράφουσιν ἐπὶ τῷ ἑαυτῶν κέρδει,
καὶ οὐδένα οὐδὲν ὠφελοῦσιν· οὐδὲ γὰρ σοφὸς αὐτῶν ἐγένετο
οὐδεὶς οὐδ’ ἔστιν, ἀλλὰ καὶ ἀρκεῖ ἑκάστῳ σοφιστὴν κληθῆναι,
ὅ ἐστιν ὄνειδος παρά γε εὖ φρονοῦσι. [13.9] τὰ μὲν οὖν τῶν
σοφιστῶν παραγγέλματα παραινῶ φυλάττεσθαι, τὰ δὲ τῶν
φιλοσόφων ἐνθυμήματα μὴ ἀτιμάζειν· οἱ μὲν γὰρ σοφισταὶ
πλουσίους καὶ νέους θηρῶνται, οἱ δὲ φιλόσοφοι πᾶσι κοινοὶ
καὶ φίλοι· τύχας δὲ ἀνδρῶν οὔτε τιμῶσιν οὔτε ἀτιμάζουσι.