Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΙΕΡΩΝ

ΞΕΝ Ιερ 4.6–4.11

Ούτε ο πλούτος κάνει ευτυχισμένο τον τύραννο
Ο τύραννος, κατά τον Ιέρωνα (βλ. και ΞΕΝ Ιερ 2.12–2.18) δεν στερείται μόνο την ειλικρινή φιλία ή την ανιδιοτελή αγάπη: ζει μονίμως στην ανασφάλεια που γεννά η δυσπιστία, ενώ κινδυνεύει και από το γεγονός ότι από όλους τους δολοφόνους ο μόνος που τιμάται από τους συμπολίτες του είναι ο τυραννοκτόνος.

    [4.6] Εἰ δὲ σὺ οἴει ὡς πλείω ἔχων τῶν ἰδιωτῶν κτήματα ὁ
τύραννος διὰ τοῦτο καὶ πλείω ἀπ’ αὐτῶν εὐφραίνεται, οὐδὲ
τοῦτο οὕτως ἔχει, ὦ Σιμωνίδη, ἀλλ’ ὥσπερ οἱ ἀθληταὶ οὐχ
ὅταν ἰδιωτῶν γένωνται κρείττονες, τοῦτ’ αὐτοὺς εὐφραίνει,
ἀλλ’ ὅταν τῶν ἀνταγωνιστῶν ἥττους, τοῦτ’ αὐτοὺς ἀνιᾷ,
οὕτω καὶ ὁ τύραννος οὐχ ὅταν τῶν ἰδιωτῶν πλείω φαίνηται
ἔχων, τότ’ εὐφραίνεται, ἀλλ’ ὅταν ἑτέρων τυράννων ἐλάττω
ἔχῃ, τούτῳ λυπεῖται· τούτους γὰρ ἀνταγωνιστὰς ἡγεῖται
αὑτῷ τοῦ πλούτου εἶναι. [4.7] οὐδέ γε θᾶττόν <τι> γίγνεται τῷ
τυράννῳ ἢ τῷ ἰδιώτῃ ὧν ἐπιθυμεῖ. ὁ μὲν γὰρ ἰδιώτης
οἰκίας ἢ ἀγροῦ ἢ οἰκέτου ἐπιθυμεῖ, ὁ δὲ τύραννος ἢ πόλεων
ἢ χώρας πολλῆς ἢ λιμένων ἢ ἀκροπόλεων ἰσχυρῶν, ἅ ἐστι
πολὺ χαλεπώτερα καὶ ἐπικινδυνότερα κατεργάσασθαι τῶν
ἰδιωτικῶν ἐπιθυμημάτων. [4.8] ἀλλὰ μέντοι καὶ πένητας ὄψει
[οὐχ] οὕτως ὀλίγους τῶν ἰδιωτῶν ὡς πολλοὺς τῶν τυράννων.
οὐ γὰρ τῷ ἀριθμῷ οὔτε τὰ πολλὰ κρίνεται οὔτε τὰ ὀλίγα,
ἀλλὰ πρὸς τὰς χρήσεις· ὥστε τὰ μὲν ὑπερβάλλοντα τὰ
ἱκανὰ πολλά ἐστι, τὰ δὲ τῶν ἱκανῶν ἐλλείποντα ὀλίγα.
[4.9] τῷ οὖν τυράννῳ τὰ πολλαπλάσια ἧττον ἱκανά ἐστιν εἰς τὰ
ἀναγκαῖα δαπανήματα ἢ τῷ ἰδιώτῃ. τοῖς μὲν γὰρ ἰδιώταις
ἔξεστι τὰς δαπάνας συντέμνειν εἰς τὰ καθ’ ἡμέραν ὅπῃ
βούλονται, τοῖς δὲ τυράννοις οὐκ ἐνδέχεται. αἱ γὰρ μέγι-
σται αὐτοῖς δαπάναι καὶ ἀναγκαιόταται εἰς τὰς τῆς ψυχῆς
φυλακάς εἰσι· τὸ δὲ τούτων τι συντέμνειν ὄλεθρος δοκεῖ
εἶναι. [4.10] ἔπειτα δὲ ὅσοι μὲν δύνανται ἔχειν ἀπὸ τοῦ δικαίου
ὅσων δέονται, τί ἂν τούτους οἰκτίροι τις ὡς πένητας; ὅσοι
δ’ ἀναγκάζονται δι’ ἔνδειαν κακόν τι καὶ αἰσχρὸν μηχανώ-
μενοι ζῆν, πῶς οὐ τούτους ἀθλίους ἄν τις καὶ πένητας δικαίως
νομίζοι; [4.11] οἱ τύραννοι τοίνυν ἀναγκάζονται πλεῖστα συλᾶν
ἀδίκως καὶ ἱερὰ καὶ ἀνθρώπους διὰ τὸ εἰς τὰς ἀναγκαίας
δαπάνας ἀεὶ προσδεῖσθαι χρημάτων. ὥσπερ γὰρ πολέμου
ὄντος ἀεὶ ἀναγκάζονται στράτευμα τρέφειν ἢ ἀπολωλέναι.