Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 6.4.16–6.4.21

Μετά τη νίκη των Θηβαίων στα Λεύκτρα
Η επιμονή των Θηβαίων να μην αφήσουν αυτόνομες τις υπόλοιπες βοιωτικές πόλεις –να μην διαλύσουν, επομένως, το Κοινό των Βοιωτών (βλ. και ΞΕΝ Ελλ 6.3.1–6.3.9)– οδήγησε σε εκστρατεία του Σπαρτιάτη βασιλιά Κλεόμβροτου στη Βοιωτία. Η προσπάθεια είχε ατυχή κατάληξη για τους Λακεδαιμονίους και τους συμμάχους τους. Στη Σπάρτη φτάνει η είδηση της συντριβής στα Λεύκτρα της Βοιωτίας από τα στρατεύματα του Επαμεινώνδα (371 π.Χ.).

    [6.4.16] Γενομένων δὲ τούτων, ὁ μὲν εἰς τὴν Λακεδαίμονα ἀγγελῶν
τὸ πάθος ἀφικνεῖται γυμνοπαιδιῶν τε οὔσης τῆς τελευταίας
καὶ τοῦ ἀνδρικοῦ χοροῦ ἔνδον ὄντος· οἱ δὲ ἔφοροι ἐπεὶ
ἤκουσαν τὸ πάθος, ἐλυποῦντο μέν, ὥσπερ, οἶμαι, ἀνάγκη·
τὸν μέντοι χορὸν οὐκ ἐξήγαγον, ἀλλὰ διαγωνίσασθαι εἴων.
καὶ τὰ μὲν ὀνόματα πρὸς τοὺς οἰκείους ἑκάστου τῶν τεθνεώτων
ἀπέδοσαν· προεῖπαν δὲ ταῖς γυναιξὶ μὴ ποιεῖν κραυγήν, ἀλλὰ
σιγῇ τὸ πάθος φέρειν. τῇ δ’ ὑστεραίᾳ ἦν ὁρᾶν, ὧν μὲν
ἐτέθνασαν οἱ προσήκοντες, λιπαροὺς καὶ φαιδροὺς ἐν τῷ
φανερῷ ἀναστρεφομένους, ὧν δὲ ζῶντες ἠγγελμένοι ἦσαν,
ὀλίγους ἂν εἶδες, τούτους δὲ σκυθρωποὺς καὶ ταπεινοὺς
περιιόντας.

    [6.4.17] Ἐκ δὲ τούτου φρουρὰν μὲν ἔφαινον οἱ ἔφοροι ταῖν ὑπο-
λοίποιν μόραιν μέχρι τῶν τετταράκοντα ἀφ’ ἥβης· ἐξέπεμ-
πον δὲ καὶ ἀπὸ τῶν ἔξω μορῶν μέχρι τῆς αὐτῆς ἡλικίας·
τὸ γὰρ πρόσθεν εἰς τοὺς Φωκέας μέχρι τῶν πέντε καὶ
τριάκοντα ἀφ’ ἥβης ἐστρατεύοντο· καὶ τοὺς ἐπ’ ἀρχαῖς δὲ
τότε καταλειφθέντας ἀκολουθεῖν ἐκέλευον. [6.4.18] ὁ μὲν οὖν Ἀγη-
σίλαος ἐκ τῆς ἀσθενείας οὔπω ἴσχυεν· ἡ δὲ πόλις Ἀρχίδαμον
τὸν υἱὸν ἐκέλευεν αὐτοῦ ἡγεῖσθαι. προθύμως δ’ αὐτῷ συνε-
στρατεύοντο Τεγεᾶται· ἔτι γὰρ ἔζων οἱ περὶ Στάσιππον,
λακωνίζοντες καὶ οὐκ ἐλάχιστον δυνάμενοι ἐν τῇ πόλει.
ἐρρωμένως δὲ καὶ οἱ Μαντινεῖς ἐκ τῶν κωμῶν συνεστρατεύ-
οντο· ἀριστοκρατούμενοι γὰρ ἐτύγχανον. καὶ Κορίνθιοι δὲ
καὶ Σικυώνιοι καὶ Φλειάσιοι καὶ Ἀχαιοὶ μάλα προθύμως
ἠκολούθουν, καὶ ἄλλαι δὲ πόλεις ἐξέπεμπον στρατιώτας.
ἐπλήρουν δὲ καὶ τριήρεις αὐτοί τε οἱ Λακεδαιμόνιοι καὶ
Κορίνθιοι, καὶ ἐδέοντο καὶ Σικυωνίων συμπληροῦν, ἐφ’
ὧν διενοοῦντο τὸ στράτευμα διαβιβάζειν. [6.4.19] καὶ ὁ μὲν δὴ
Ἀρχίδαμος ἐθύετο ἐπὶ τῇ διαβάσει.

    Οἱ δὲ Θηβαῖοι εὐθὺς μὲν μετὰ τὴν μάχην ἔπεμψαν εἰς
Ἀθήνας ἄγγελον ἐστεφανωμένον, καὶ ἅμα μὲν τῆς νίκης τὸ
μέγεθος ἔφραζον, ἅμα δὲ βοηθεῖν ἐκέλευον, λέγοντες ὡς νῦν
ἐξείη Λακεδαιμονίους πάντων ὧν ἐπεποιήκεσαν αὐτοὺς τιμω-
ρήσασθαι. [6.4.20] τῶν δὲ Ἀθηναίων ἡ βουλὴ ἐτύγχανεν ἐν ἀκρο-
πόλει καθημένη. ἐπεὶ δ’ ἤκουσαν τὸ γεγενημένον, ὅτι μὲν
σφόδρα ἠνιάθησαν πᾶσι δῆλον ἐγένετο· οὔτε γὰρ ἐπὶ ξένια
τὸν κήρυκα ἐκάλεσαν, περί τε τῆς βοηθείας οὐδὲν ἀπεκρίναντο.
καὶ Ἀθήνηθεν μὲν οὕτως ἀπῆλθεν ὁ κῆρυξ. πρὸς μέντοι
Ἰάσονα, σύμμαχον ὄντα, ἔπεμπον σπουδῇ οἱ Θηβαῖοι, κελεύ-
οντες βοηθεῖν, διαλογιζόμενοι πῇ τὸ μέλλον ἀποβήσοιτο.
[6.4.21] ὁ δ’ εὐθὺς τριήρεις μὲν ἐπλήρου, ὡς βοηθήσων κατὰ θάλατ-
ταν, συλλαβὼν δὲ τό τε ξενικὸν καὶ τοὺς περὶ αὑτὸν ἱππέας,
καίπερ ἀκηρύκτῳ πολέμῳ τῶν Φωκέων χρωμένων, πεζῇ
διεπορεύθη εἰς τὴν Βοιωτίαν, ἐν πολλαῖς τῶν πόλεων πρό-
τερον ὀφθεὶς ἢ ἀγγελθεὶς ὅτι πορεύοιτο. πρὶν γοῦν συλ-
λέγεσθαί τι πανταχόθεν ἔφθανε πόρρω γιγνόμενος, δῆλον
ποιῶν ὅτι πολλαχοῦ τὸ τάχος μᾶλλον τῆς βίας διαπράττεται
τὰ δέοντα.