Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 4.5.1–4.5.8

Εκστρατεία του Αγησίλαου στην Κορινθία
Οι Λακεδαιμόνιοι νίκησαν τον αντισπαρτιατικό συνασπισμό στον ποταμό Νεμέα (Ιούλιος 394 π.Χ.) και στην Κορώνεια της Βοιωτίας (τον Αύγουστο του ίδιου χρόνου υπό την ηγεσία του Αγησίλαου), χωρίς, ωστόσο, να αποκομίσουν στρατηγικά οφέλη. Στα χρόνια που ακολούθησαν, Κορίνθος και Άργος ενώθηκαν πολιτικά, ενώ απέτυχαν οι προσπάθειές των Σπαρτιατών για προσέγγιση του Πέρση βασιλιά, αλλά και οι προτάσεις για ειρήνη που υπέβαλαν στους αντιπάλους τους. Την άνοιξη του 390 π.Χ. ο Αγησίλαος ξεκινά μια νέα εκστρατεία στην Κορινθία.

    [4.5.1] Ἐκ δὲ τούτου Λακεδαιμόνιοι ἀκούοντες τῶν φευγόντων
ὅτι <οἱ> ἐν τῇ πόλει πάντα μὲν τὰ βοσκήματα ἔχοιεν καὶ
σῴζοιντο ἐν τῷ Πειραίῳ, πολλοὶ δὲ τρέφοιντο αὐτόθεν,
στρατεύουσι πάλιν εἰς τὴν Κόρινθον, Ἀγησιλάου καὶ τότε
ἡγουμένου. καὶ πρῶτον μὲν ἦλθεν εἰς Ἰσθμόν· καὶ γὰρ ἦν
ὁ μὴν ἐν ᾧ Ἴσθμια γίγνεται, καὶ οἱ Ἀργεῖοι αὐτοῦ ἐτύγχανον
τότε ποιοῦντες τὴν θυσίαν τῷ Ποσειδῶνι, ὡς Ἄργους τῆς
Κορίνθου ὄντος. ὡς δ’ ᾔσθοντο προσιόντα τὸν Ἀγησίλαον,
καταλιπόντες καὶ τὰ τεθυμένα καὶ τὰ ἀριστοποιούμενα μάλα
σὺν πολλῷ φόβῳ ἀπεχώρουν εἰς τὸ ἄστυ κατὰ τὴν ἐπὶ
Κεγχρείας ὁδόν. [4.5.2] ὁ μέντοι Ἀγησίλαος ἐκείνους μὲν καίπερ
ὁρῶν οὐκ ἐδίωκε, κατασκηνήσας δὲ ἐν τῷ ἱερῷ αὐτός τε τῷ
θεῷ ἔθυε καὶ περιέμενεν, ἕως οἱ φυγάδες τῶν Κορινθίων
ἐποίησαν τῷ Ποσειδῶνι τὴν θυσίαν καὶ τὸν ἀγῶνα. ἐποίη-
σαν δὲ καὶ οἱ Ἀργεῖοι ἀπελθόντος Ἀγησιλάου ἐξ ἀρχῆς
πάλιν Ἴσθμια. καὶ ἐκείνῳ τῷ ἔτει ἔστι μὲν ἃ τῶν ἄθλων
δὶς ἕκαστος ἐνικήθη, ἔστι δὲ ἃ δὶς οἱ αὐτοὶ ἐκηρύχθησαν.
[4.5.3] τῇ δὲ τετάρτῃ ἡμέρᾳ ὁ Ἀγησίλαος ἦγε πρὸς τὸ Πείραιον τὸ
στράτευμα. ἰδὼν δὲ ὑπὸ πολλῶν φυλαττόμενον, ἀπεχώρησε
μετ’ ἄριστον πρὸς τὸ ἄστυ, ὡς προδιδομένης τῆς πόλεως·
ὥστε οἱ Κορίνθιοι δείσαντες μὴ προδιδοῖτο ὑπό τινων ἡ
πόλις, μετεπέμψαντο τὸν Ἰφικράτην σὺν τοῖς πλείστοις
τῶν πελταστῶν. αἰσθόμενος δὲ ὁ Ἀγησίλαος τῆς νυκτὸς
παρεληλυθότας αὐτούς, ὑποστρέψας ἅμα τῇ ἡμέρᾳ εἰς τὸ
Πείραιον ἦγε. καὶ αὐτὸς μὲν κατὰ τὰ θερμὰ προῄει, μόραν
δὲ κατὰ τὸ ἀκρότατον ἀνεβίβασε. καὶ ταύτην μὲν τὴν
νύκτα ὁ μὲν πρὸς ταῖς θέρμαις ἐστρατοπεδεύετο, ἡ δὲ μόρα
τὰ ἄκρα κατέχουσα ἐνυκτέρευσεν. [4.5.4] ἔνθα δὴ καὶ ὁ Ἀγησίλαος
μικρῷ καιρίῳ δ’ ἐνθυμήματι ηὐδοκίμησε. τῶν γὰρ τῇ μόρᾳ
φερόντων τὰ σιτία οὐδενὸς πῦρ εἰσενεγκόντος, ψύχους δὲ
ὄντος διά τε τὸ πάνυ ἐφ’ ὑψηλοῦ εἶναι καὶ διὰ τὸ γενέσθαι
ὕδωρ καὶ χάλαζαν πρὸς τὴν ἑσπέραν, καὶ ἀνεβεβήκεσαν δὲ
ἔχοντες οἷα δὴ θέρους σπειρία, ῥιγούντων δ’ αὐτῶν καὶ ἐν
σκότῳ ἀθύμως πρὸς τὸ δεῖπνον ἐχόντων, πέμπει ὁ Ἀγησίλαος
οὐκ ἔλαττον δέκα φέροντας πῦρ ἐν χύτραις. ἐπειδὴ δὲ
ἀνέβησαν ἄλλος ἄλλῃ, καὶ πολλὰ καὶ μεγάλα πυρὰ ἐγένετο,
ἅτε πολλῆς ὕλης παρούσης, πάντες μὲν ἠλείφοντο, πολλοὶ
δὲ καὶ ἐδείπνησαν ἐξ ἀρχῆς. φανερὸς δὲ ἐγένετο καὶ ὁ
νεὼς τοῦ Ποσειδῶνος ταύτῃ τῇ νυκτὶ καόμενος· ὑφ’ ὅτου δ’
ἐνεπρήσθη οὐδεὶς οἶδεν. [4.5.5] ἐπεὶ δὲ ᾔσθοντο οἱ ἐν τῷ Πειραίῳ
τὰ ἄκρα ἐχόμενα, ἐπὶ μὲν τὸ ἀμύνασθαι οὐκέτι ἐτράποντο,
εἰς δὲ τὸ Ἥραιον κατέφυγον καὶ ἄνδρες καὶ γυναῖκες καὶ
δοῦλοι καὶ ἐλεύθεροι καὶ τῶν βοσκημάτων τὰ πλεῖστα. καὶ
Ἀγησίλαος μὲν δὴ σὺν τῷ στρατεύματι παρὰ θάλατταν
ἐπορεύετο· ἡ δὲ μόρα ἅμα καταβαίνουσα ἀπὸ τῶν ἄκρων
Οἰνόην τὸ ἐντετειχισμένον τεῖχος αἱρεῖ, καὶ τὰ ἐνόντα
ἔλαβε, καὶ πάντες δὲ οἱ στρατιῶται ἐν ταύτῃ τῇ ἡμέρᾳ
πολλὰ τὰ ἐπιτήδεια ἐκ τῶν χωρίων ἐλάμβανον. οἱ δ’ ἐν
τῷ Ἡραίῳ καταπεφευγότες ἐξῇσαν, ἐπιτρέψοντες Ἀγησιλάῳ
γνῶναι ὅ τι βούλοιτο περὶ σφῶν. ὁ δ’ ἔγνω, ὅσοι μὲν τῶν
σφαγέων ἦσαν, παραδοῦναι αὐτοὺς τοῖς φυγάσι, τὰ δ’ ἄλλα
πάντα πραθῆναι. [4.5.6] ἐκ τούτου δὲ ἐξῄει μὲν ἐκ τοῦ Ἡραίου
πάμπολλα τὰ αἰχμάλωτα· πρεσβεῖαι δὲ ἄλλοθέν τε πολλαὶ
παρῆσαν καὶ ἐκ Βοιωτῶν ἧκον ἐρησόμενοι τί ἂν ποιοῦντες
εἰρήνης τύχοιεν. ὁ δὲ Ἀγησίλαος μάλα μεγαλοφρόνως
τούτους μὲν οὐδ’ ὁρᾶν ἐδόκει, καίπερ Φάρακος τοῦ προξένου
παρεστηκότος αὐτοῖς, ὅπως προσαγάγοι· καθήμενος δ’ ἐπὶ
τοῦ περὶ τὴν λίμνην κυκλοτεροῦς οἰκοδομήματος ἐθεώρει
πολλὰ τὰ ἐξαγόμενα. τῶν δὲ Λακεδαιμονίων ἀπὸ τῶν
ὅπλων σὺν τοῖς δόρασι παρηκολούθουν φύλακες τῶν αἰχμα-
λώτων, μάλα ὑπὸ τῶν παρόντων θεωρούμενοι· οἱ γὰρ
εὐτυχοῦντες καὶ κρατοῦντες ἀεί πως ἀξιοθέατοι δοκοῦσιν
εἶναι. [4.5.7] ἔτι δὲ καθημένου Ἀγησιλάου καὶ ἐοικότος ἀγαλλο-
μένῳ τοῖς πεπραγμένοις, ἱππεύς τις προσήλαυνε καὶ μάλα
ἰσχυρῶς ἱδρῶντι τῷ ἵππῳ. ὑπὸ πολλῶν δὲ ἐρωτώμενος
ὅ τι ἀγγέλλοι, οὐδενὶ ἀπεκρίνατο, ἀλλ’ ἐπειδὴ ἐγγὺς ἦν
τοῦ Ἀγησιλάου, καθαλόμενος ἀπὸ τοῦ ἵππου καὶ προσδραμὼν
αὐτῷ μάλα σκυθρωπὸς ὢν λέγει τὸ τῆς ἐν Λεχαίῳ μόρας
πάθος. ὁ δ’ ὡς ἤκουσεν, εὐθύς τε ἐκ τῆς ἕδρας ἀνεπήδησε
καὶ τὸ δόρυ ἔλαβε καὶ πολεμάρχους καὶ πεντηκοντῆρας καὶ
ξεναγοὺς καλεῖν τὸν κήρυκα ἐκέλευεν. [4.5.8] ὡς δὲ συνέδραμον
οὗτοι, τοῖς μὲν ἄλλοις εἶπεν, οὐ γάρ πω ἠριστοποίηντο,
ἐμφαγοῦσιν ὅ τι δύναιντο ἥκειν τὴν ταχίστην, αὐτὸς δὲ σὺν
τοῖς περὶ δαμοσίαν ὑφηγεῖτο ἀνάριστος. καὶ οἱ δορυφόροι
τὰ ὅπλα ἔχοντες παρηκολούθουν σπουδῇ, τοῦ μὲν ὑφηγου-
μένου, τῶν δὲ μετιόντων. ἤδη δ’ ἐκπεπερακότος αὐτοῦ τὰ
θερμὰ εἰς τὸ πλατὺ τοῦ Λεχαίου, προσελάσαντες ἱππεῖς
τρεῖς ἀγγέλλουσιν ὅτι οἱ νεκροὶ ἀνῃρημένοι εἴησαν. ὁ δ’
ἐπεὶ τοῦτο ἤκουσε, θέσθαι κελεύσας τὰ ὅπλα καὶ ὀλίγον
χρόνον ἀναπαύσας, ἀπῆγε πάλιν τὸ στράτευμα ἐπὶ τὸ
Ἥραιον· τῇ δ’ ὑστεραίᾳ τὰ αἰχμάλωτα διετίθετο.