Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 2.3.35–2.3.49

(ΞΕΝ Ελλ 2.3.35–2.3.56: Η παρωδία δίκης του Θηραμένη) Η απολογία του Θηραμένη
Οι αυθαιρεσίες των Τριάκοντα (βλ. και ΞΕΝ Ελλ 2.3.6–2.3.16) πολλαπλασιάστηκαν, ειδικά μετά την επιλογή των "Τρισχιλίων", των Αθηναίων δηλαδή που θεωρήθηκαν έμπιστοι και κλήθηκαν να μετάσχουν στην άσκηση της εξουσίας. Επειδή ο Θηραμένης αντιδρούσε στα σχέδιά τους, τον συκοφάντησαν και τον προσήγαγαν σε δίκη. Στην αγόρευσή του ο Κριτίας τον κατηγόρησε για αμοραλισμό, καιροσκοπισμό και αναξιοπιστία και πρότεινε την εκτέλεσή του.

    [2.3.35] Ὁ μὲν ταῦτ’ εἰπὼν ἐκαθέζετο· Θηραμένης δὲ ἀναστὰς
ἔλεξεν· Ἀλλὰ πρῶτον μὲν μνησθήσομαι, ὦ ἄνδρες, ὃ
τελευταῖον κατ’ ἐμοῦ εἶπε. φησὶ γάρ με τοὺς στρατηγοὺς
ἀποκτεῖναι κατηγοροῦντα. ἐγὼ δὲ οὐκ ἦρχον δήπου τοῦ κατ’
ἐκείνων λόγου, ἀλλ’ ἐκεῖνοι ἔφασαν προσταχθέν μοι ὑφ’
ἑαυτῶν οὐκ ἀνελέσθαι τοὺς δυστυχοῦντας ἐν τῇ περὶ Λέσβον
ναυμαχίᾳ. ἐγὼ δὲ ἀπολογούμενος ὡς διὰ τὸν χειμῶνα οὐδὲ
πλεῖν, μὴ ὅτι ἀναιρεῖσθαι τοὺς ἄνδρας δυνατὸν ἦν, ἔδοξα τῇ
πόλει εἰκότα λέγειν, ἐκεῖνοι δ’ ἑαυτῶν κατηγορεῖν ἐφαίνοντο.
φάσκοντες γὰρ οἷόν τε εἶναι σῶσαι τοὺς ἄνδρας, προέμενοι
ἀπολέσθαι αὐτοὺς ἀποπλέοντες ᾤχοντο. [2.3.36] οὐ μέντοι θαυμάζω
γε τὸ Κριτίαν †παρανενομηκέναι†· ὅτε γὰρ ταῦτα ἦν, οὐ
παρὼν ἐτύγχανεν, ἀλλ’ ἐν Θετταλίᾳ μετὰ Προμηθέως
δημοκρατίαν κατεσκεύαζε καὶ τοὺς πενέστας ὥπλιζεν ἐπὶ
τοὺς δεσπότας. [2.3.37] ὧν μὲν οὖν οὗτος ἐκεῖ ἔπραττε μηδὲν ἐνθάδε
γένοιτο· τάδε γε μέντοι ὁμολογῶ ἐγὼ τούτῳ, εἴ τις ὑμᾶς
μὲν τῆς ἀρχῆς βούλεται παῦσαι, τοὺς δ’ ἐπιβουλεύοντας
ὑμῖν ἰσχυροὺς ποιεῖ, δίκαιον εἶναι τῆς μεγίστης αὐτὸν
τιμωρίας τυγχάνειν· ὅστις μέντοι ὁ ταῦτα πράττων ἐστὶν
οἶμαι ἂν ὑμᾶς κάλλιστα κρίνειν, τά τε πεπραγμένα καὶ ἃ νῦν
πράττει ἕκαστος ἡμῶν εἰ κατανοήσετε. [2.3.38] οὐκοῦν μέχρι μὲν τοῦ
ὑμᾶς τε καταστῆναι εἰς τὴν βουλείαν καὶ ἀρχὰς ἀποδειχθῆναι
καὶ τοὺς ὁμολογουμένως συκοφάντας ὑπάγεσθαι πάντες ταὐτὰ
ἐγιγνώσκομεν· ἐπεὶ δέ γε οὗτοι ἤρξαντο ἄνδρας καλούς τε
κἀγαθοὺς συλλαμβάνειν, ἐκ τούτου κἀγὼ ἠρξάμην τἀναντία
τούτοις γιγνώσκειν. [2.3.39] ᾔδειν γὰρ ὅτι ἀποθνῄσκοντος μὲν
Λέοντος τοῦ Σαλαμινίου, ἀνδρὸς καὶ ὄντος καὶ δοκοῦντος
ἱκανοῦ εἶναι, ἀδικοῦντος δ’ οὐδὲ ἕν, οἱ ὅμοιοι τούτῳ φοβή-
σοιντο, φοβούμενοι δὲ ἐναντίοι τῇδε τῇ πολιτείᾳ ἔσοιντο·
ἐγίγνωσκον δὲ ὅτι συλλαμβανομένου Νικηράτου τοῦ Νικίου,
καὶ πλουσίου καὶ οὐδὲν πώποτε δημοτικὸν οὔτε αὐτοῦ οὔτε
τοῦ πατρὸς πράξαντος, οἱ τούτῳ ὅμοιοι δυσμενεῖς ἡμῖν γενή-
σοιντο. [2.3.40] ἀλλὰ μὴν καὶ Ἀντιφῶντος ὑφ’ ἡμῶν ἀπολλυμένου,
ὃς ἐν τῷ πολέμῳ δύο τριήρεις εὖ πλεούσας παρείχετο,
ἠπιστάμην ὅτι καὶ οἱ πρόθυμοι τῇ πόλει γεγενημένοι πάντες
ὑπόπτως ἡμῖν ἕξοιεν. [2.3.41] ἀντεῖπον δὲ καὶ ὅτε τῶν μετοίκων
ἕνα ἕκαστον λαβεῖν ἔφασαν χρῆναι· εὔδηλον γὰρ ἦν ὅτι
τούτων ἀπολομένων καὶ οἱ μέτοικοι ἅπαντες πολέμιοι τῇ
πολιτείᾳ ἔσοιντο. ἀντεῖπον δὲ καὶ ὅτε τὰ ὅπλα τοῦ πλήθους
παρῃροῦντο, οὐ νομίζων χρῆναι ἀσθενῆ τὴν πόλιν ποιεῖν·
οὐδὲ γὰρ τοὺς Λακεδαιμονίους ἑώρων τούτου ἕνεκα βουλο-
μένους περισῶσαι ἡμᾶς, ὅπως ὀλίγοι γενόμενοι μηδὲν δυναί-
μεθ’ αὐτοὺς ὠφελεῖν· ἐξῆν γὰρ αὐτοῖς, εἰ τούτου γε δέοιντο,
καὶ μηδένα λιπεῖν ὀλίγον ἔτι χρόνον τῷ λιμῷ πιέσαντας.
[2.3.42] οὐδέ γε τὸ φρουροὺς μισθοῦσθαι συνήρεσκέ μοι, ἐξὸν αὐτῶν
τῶν πολιτῶν τοσούτους προσλαμβάνειν, ἕως ῥᾳδίως ἐμέλ-
λομεν οἱ ἄρχοντες τῶν ἀρχομένων κρατήσειν. ἐπεί γε μὴν
πολλοὺς ἑώρων ἐν τῇ πόλει τῇ ἀρχῇ τῇδε δυσμενεῖς, πολλοὺς
δὲ φυγάδας γιγνομένους, οὐκ αὖ ἐδόκει μοι οὔτε Θρασύβουλον
οὔτε Ἄνυτον οὔτε Ἀλκιβιάδην φυγαδεύειν· ᾔδειν γὰρ ὅτι
οὕτω γε τὸ ἀντίπαλον ἰσχυρὸν ἔσοιτο, εἰ τῷ μὲν πλήθει
ἡγεμόνες ἱκανοὶ προσγενήσοιντο, [2.3.43] τοῖς δ’ ἡγεῖσθαι βουλο-
μένοις σύμμαχοι πολλοὶ φανήσοιντο. ὁ ταῦτα οὖν νουθετῶν
ἐν τῷ φανερῷ πότερα εὐμενὴς ἂν δικαίως ἢ προδότης νομί-
ζοιτο; οὐχ οἱ ἐχθρούς, ὦ Κριτία, κωλύοντες πολλοὺς ποι-
εῖσθαι, οὐδ’ οἱ συμμάχους πλείστους διδάσκοντες κτᾶσθαι,
οὗτοι τοὺς πολεμίους ἰσχυροὺς ποιοῦσιν, ἀλλὰ πολὺ μᾶλλον
οἱ ἀδίκως τε χρήματα ἀφαιρούμενοι καὶ τοὺς οὐδὲν ἀδικοῦντας
ἀποκτείνοντες, οὗτοί εἰσιν οἱ καὶ πολλοὺς τοὺς ἐναντίους
ποιοῦντες καὶ προδιδόντες οὐ μόνον τοὺς φίλους ἀλλὰ καὶ
ἑαυτοὺς δι’ αἰσχροκέρδειαν. [2.3.44] εἰ δὲ μὴ ἄλλως γνωστὸν ὅτι
ἀληθῆ λέγω, ὧδε ἐπισκέψασθε. πότερον οἴεσθε Θρασύ-
βουλον καὶ Ἄνυτον καὶ τοὺς ἄλλους φυγάδας ἃ ἐγὼ λέγω
μᾶλλον ἂν ἐνθάδε βούλεσθαι γίγνεσθαι ἢ ἃ οὗτοι πράτ-
τουσιν; ἐγὼ μὲν γὰρ οἶμαι νῦν μὲν αὐτοὺς νομίζειν συμμάχων
πάντα μεστὰ εἶναι· εἰ δὲ τὸ κράτιστον τῆς πόλεως προσφιλῶς
ἡμῖν εἶχε, χαλεπὸν ἂν ἡγεῖσθαι εἶναι καὶ τὸ ἐπιβαίνειν ποι
τῆς χώρας. [2.3.45] ἃ δ’ αὖ εἶπεν ὡς ἐγώ εἰμι οἷος ἀεί ποτε μετα-
βάλλεσθαι, κατανοήσατε καὶ ταῦτα. τὴν μὲν γὰρ ἐπὶ τῶν
τετρακοσίων πολιτείαν καὶ αὐτὸς δήπου ὁ δῆμος ἐψηφίσατο,
διδασκόμενος ὡς οἱ Λακεδαιμόνιοι πάσῃ πολιτείᾳ μᾶλλον ἂν
ἢ δημοκρατίᾳ πιστεύσειαν. [2.3.46] ἐπεὶ δέ γε ἐκεῖνοι μὲν οὐδὲν
ἀνίεσαν, οἱ δὲ ἀμφὶ Ἀριστοτέλην καὶ Μελάνθιον καὶ Ἀρί-
σταρχον στρατηγοῦντες φανεροὶ ἐγένοντο ἐπὶ τῷ χώματι
ἔρυμα τειχίζοντες, εἰς ὃ ἐβούλοντο τοὺς πολεμίους δεξάμενοι
ὑφ’ αὑτοῖς καὶ τοῖς ἑταίροις τὴν πόλιν ποιήσασθαι, εἰ ταῦτ’
αἰσθόμενος ἐγὼ διεκώλυσα, τοῦτ’ ἐστὶ προδότην εἶναι τῶν
φίλων; [2.3.47] ἀποκαλεῖ δὲ κόθορνόν με, ὡς ἀμφοτέροις πειρώμενον
ἁρμόττειν. ὅστις δὲ μηδετέροις ἀρέσκει, τοῦτον ὢ πρὸς
τῶν θεῶν τί ποτε καὶ καλέσαι χρή; σὺ γὰρ δὴ ἐν μὲν τῇ
δημοκρατίᾳ πάντως μισοδημότατος ἐνομίζου, ἐν δὲ τῇ ἀριστο-
κρατίᾳ πάντων μισοχρηστότατος γεγένησαι. [2.3.48] ἐγὼ δ’, ὦ
Κριτία, ἐκείνοις μὲν ἀεί ποτε πολεμῶ τοῖς οὐ πρόσθεν
οἰομένοις καλὴν ἂν δημοκρατίαν εἶναι, πρὶν [ἂν] καὶ οἱ
δοῦλοι καὶ οἱ δι’ ἀπορίαν δραχμῆς ἂν ἀποδόμενοι τὴν πόλιν
†δραχμῆς† μετέχοιεν, καὶ τοῖσδέ γ’ αὖ ἀεὶ ἐναντίος εἰμὶ οἳ
οὐκ οἴονται καλὴν ἂν ἐγγενέσθαι ὀλιγαρχίαν, πρὶν [ἂν] εἰς
τὸ ὑπ’ ὀλίγων τυραννεῖσθαι τὴν πόλιν καταστήσειαν. τὸ
μέντοι σὺν τοῖς δυναμένοις καὶ μεθ’ ἵππων καὶ μετ’ ἀσπίδων
ὠφελεῖν διὰ τούτων τὴν πολιτείαν πρόσθεν ἄριστον ἡγούμην
εἶναι καὶ νῦν οὐ μεταβάλλομαι. [2.3.49] εἰ δ’ ἔχεις εἰπεῖν, ὦ
Κριτία, ὅπου ἐγὼ σὺν τοῖς δημοτικοῖς ἢ τυραννικοῖς τοὺς
καλούς τε κἀγαθοὺς ἀποστερεῖν πολιτείας ἐπεχείρησα, λέγε·
ἐὰν γὰρ ἐλεγχθῶ ἢ νῦν ταῦτα πράττων ἢ πρότερον πώποτε
πεποιηκώς, ὁμολογῶ τὰ πάντων ἔσχατα παθὼν ἂν δικαίως
ἀποθνῄσκειν.