Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΕΛΛΗΝΙΚΑ

ΞΕΝ Ελλ 1.4.8–1.4.23

Ο Αλκιβιάδης επιστρέφει στην Αθήνα και εκλέγεται αρχιστράτηγος
Στα Ελληνικά του ο Ξενοφώντας συνεχίζει την αφήγηση των γεγονότων της τελευταίας περιόδου του Πελοποννησιακού πολέμου ξεκινώντας από το 411 π.Χ., από το σημείο δηλαδή που διακόπηκε η αφήγηση του Θουκυδίδη. Το φθινόπωρο του 408 π.Χ. οι Αθηναίοι σημείωσαν μια σειρά από επιτυχίες στη Θράκη και τον Ελλήσποντο, όπου είχε μεταφερθεί το θέατρο των επιχειρήσεων του Πελοποννησιακού πολέμου.

    [1.4.8] Ἀλκιβιάδης δὲ βουλόμενος μετὰ τῶν στρατιωτῶν ἀπο-
πλεῖν οἴκαδε, ἀνήχθη εὐθὺς ἐπὶ Σάμου· ἐκεῖθεν δὲ λαβὼν
τῶν νεῶν εἴκοσιν ἔπλευσε τῆς Καρίας εἰς τὸν Κεραμικὸν
κόλπον. [1.4.9] ἐκεῖθεν δὲ συλλέξας ἑκατὸν τάλαντα ἧκεν εἰς τὴν
Σάμον. Θρασύβουλος δὲ σὺν τριάκοντα ναυσὶν ἐπὶ Θρᾴκης
ᾤχετο, ἐκεῖ δὲ τά τε ἄλλα χωρία τὰ πρὸς Λακεδαιμονίους
μεθεστηκότα κατεστρέψατο καὶ Θάσον, ἔχουσαν κακῶς ὑπό
τε τῶν πολέμων καὶ στάσεων καὶ λιμοῦ. [1.4.10] Θράσυλλος δὲ
σὺν τῇ ἄλλῃ στρατιᾷ εἰς Ἀθήνας κατέπλευσε· πρὶν δὲ
ἥκειν αὐτὸν οἱ Ἀθηναῖοι στρατηγοὺς εἵλοντο Ἀλκιβιάδην
μὲν φεύγοντα καὶ Θρασύβουλον ἀπόντα, Κόνωνα δὲ τρίτον
ἐκ τῶν οἴκοθεν. [1.4.11] Ἀλκιβιάδης δὲ ἐκ τῆς Σάμου ἔχων τὰ
χρήματα κατέπλευσεν εἰς Πάρον ναυσὶν εἴκοσιν, ἐκεῖθεν
δ’ ἀνήχθη εὐθὺ Γυθείου ἐπὶ κατασκοπὴν τῶν τριήρων, ἃς
ἐπυνθάνετο Λακεδαιμονίους αὐτόθι παρασκευάζειν τριάκοντα,
καὶ τοῦ οἴκαδε κατάπλου ὅπως ἡ πόλις πρὸς αὐτὸν ἔχοι.
[1.4.12] ἐπεὶ δὲ ἑώρα ἑαυτῷ εὔνουν οὖσαν καὶ στρατηγὸν αὑτὸν
ᾑρημένον καὶ ἰδίᾳ μεταπεμπομένους τοὺς ἐπιτηδείους, κατ-
έπλευσεν εἰς τὸν Πειραιᾶ ἡμέρᾳ ᾗ Πλυντήρια ἦγεν ἡ πόλις,
τοῦ ἕδους κατακεκαλυμμένου τῆς Ἀθηνᾶς, ὅ τινες οἰωνίζοντο
ἀνεπιτήδειον εἶναι καὶ αὐτῷ καὶ τῇ πόλει. Ἀθηναίων γὰρ
οὐδεὶς ἐν ταύτῃ τῇ ἡμέρᾳ οὐδενὸς σπουδαίου ἔργου τολμήσαι
ἂν ἅψασθαι. [1.4.13] καταπλέοντος δ’ αὐτοῦ ὅ τε ἐκ τοῦ Πειραιῶς
καὶ ὁ ἐκ τοῦ ἄστεως ὄχλος ἡθροίσθη πρὸς τὰς ναῦς, θαυ-
μάζοντες καὶ ἰδεῖν βουλόμενοι τὸν Ἀλκιβιάδην, λέγοντες
[ὅτι] οἱ μὲν ὡς κράτιστος εἴη τῶν πολιτῶν καὶ μόνος
[ἀπελογήθη ὡς] οὐ δικαίως φύγοι, ἐπιβουλευθεὶς δὲ ὑπὸ
τῶν ἔλαττον ἐκείνου δυναμένων μοχθηρότερά τε λεγόντων
καὶ πρὸς τὸ αὑτῶν ἴδιον κέρδος πολιτευόντων, ἐκείνου ἀεὶ
τὸ κοινὸν αὔξοντος καὶ ἀπὸ τῶν αὑτοῦ καὶ ἀπὸ τοῦ τῆς
πόλεως δυνατοῦ· [1.4.14] ἐθέλοντος δὲ τότε κρίνεσθαι παραχρῆμα
τῆς αἰτίας ἄρτι γεγενημένης ὡς ἠσεβηκότος εἰς τὰ μυστήρια,
ὑπερβαλλόμενοι οἱ ἐχθροὶ τὰ δοκοῦντα δίκαια εἶναι ἀπόντα
αὐτὸν ἐστέρησαν τῆς πατρίδος· [1.4.15] ἐν ᾧ χρόνῳ ὑπὸ ἀμηχανίας
δουλεύων ἠναγκάσθη μὲν θεραπεύειν τοὺς ἐχθίστους, κιν-
δυνεύων ἀεὶ παρ’ ἑκάστην ἡμέραν ἀπολέσθαι· τοὺς δὲ
οἰκειοτάτους πολίτας τε καὶ συγγενεῖς καὶ τὴν πόλιν ἅπασαν
ὁρῶν ἐξαμαρτάνουσαν, οὐκ εἶχεν ὅπως ὠφελοίη φυγῇ ἀπειρ-
γόμενος· [1.4.16] οὐκ ἔφασαν δὲ τῶν οἵωνπερ αὐτὸς ὄντων εἶναι
καινῶν δεῖσθαι πραγμάτων οὐδὲ μεταστάσεως· ὑπάρχειν
γὰρ ἐκ τοῦ δήμου αὐτῷ μὲν τῶν τε ἡλικιωτῶν πλέον ἔχειν
τῶν τε πρεσβυτέρων μὴ ἐλαττοῦσθαι, τοῖς δ’ αὐτοῦ ἐχθροῖς
†τοιούτοις δοκεῖν εἶναι οἵοισπερ πρότερον†, ὕστερον δὲ δυνα-
σθεῖσιν ἀπολλύναι τοὺς βελτίστους, αὐτοὺς δὲ μόνους λει-
φθέντας δι’ αὐτὸ τοῦτο ἀγαπᾶσθαι ὑπὸ τῶν πολιτῶν ὅτι
ἑτέροις βελτίοσιν οὐκ εἶχον χρῆσθαι· [1.4.17] οἱ δέ, ὅτι τῶν παροι-
χομένων αὐτοῖς κακῶν μόνος αἴτιος εἴη, τῶν τε φοβερῶν
ὄντων τῇ πόλει γενέσθαι μόνος κινδυνεύσαι ἡγεμὼν κατα-
στῆναι. [1.4.18] Ἀλκιβιάδης δὲ πρὸς τὴν γῆν ὁρμισθεὶς ἀπέβαινε
μὲν οὐκ εὐθύς, φοβούμενος τοὺς ἐχθρούς· ἐπαναστὰς δὲ
ἐπὶ τοῦ καταστρώματος ἐσκόπει τοὺς αὑτοῦ ἐπιτηδείους,
εἰ παρείησαν. [1.4.19] κατιδὼν δὲ Εὐρυπτόλεμον τὸν Πεισιάνακτος,
αὑτοῦ δὲ ἀνεψιόν, καὶ τοὺς ἄλλους οἰκείους καὶ τοὺς φίλους
μετ’ αὐτῶν, τότε ἀποβὰς ἀναβαίνει εἰς τὴν πόλιν μετὰ τῶν
παρεσκευασμένων, εἴ τις ἅπτοιτο, μὴ ἐπιτρέπειν. [1.4.20] ἐν δὲ τῇ
βουλῇ καὶ τῇ ἐκκλησίᾳ ἀπολογησάμενος ὡς οὐκ ἠσεβήκει,
εἰπὼν δὲ ὡς ἠδίκηται, λεχθέντων δὲ καὶ ἄλλων τοιούτων
καὶ οὐδενὸς ἀντειπόντος διὰ τὸ μὴ ἀνασχέσθαι ἂν τὴν
ἐκκλησίαν, ἀναρρηθεὶς ἁπάντων ἡγεμὼν αὐτοκράτωρ, ὡς
οἷός τε ὢν σῶσαι τὴν προτέραν τῆς πόλεως δύναμιν, πρό-
τερον μὲν τὰ μυστήρια τῶν Ἀθηναίων κατὰ θάλατταν
ἀγόντων διὰ τὸν πόλεμον, κατὰ γῆν ἐποίησεν ἐξαγαγὼν
τοὺς στρατιώτας ἅπαντας· [1.4.21] μετὰ δὲ ταῦτα κατελέξατο στρα-
τιάν, ὁπλίτας μὲν πεντακοσίους καὶ χιλίους, ἱππέας δὲ
πεντήκοντα καὶ ἑκατόν, ναῦς δ’ ἑκατόν. καὶ μετὰ τὸν
κατάπλουν τρίτῳ μηνὶ ἀνήχθη ἐπ’ Ἄνδρον ἀφεστηκυῖαν
τῶν Ἀθηναίων, καὶ μετ’ αὐτοῦ Ἀριστοκράτης καὶ Ἀδεί-
μαντος ὁ Λευκολοφίδου συνεπέμφθησαν ᾑρημένοι κατὰ
γῆν στρατηγοί. [1.4.22] Ἀλκιβιάδης δὲ τὸ στράτευμα ἀπεβίβασε
τῆς Ἀνδρίας χώρας εἰς Γαύριον· ἐκβοηθήσαντας δὲ τοὺς
Ἀνδρίους ἐτρέψαντο καὶ κατέκλεισαν εἰς τὴν πόλιν καί τινας
ἀπέκτειναν οὐ πολλούς, καὶ τοὺς Λάκωνας οἳ αὐτόθι ἦσαν.
[1.4.23] Ἀλκιβιάδης δὲ τροπαῖόν τε ἔστησε καὶ μείνας αὐτοῦ ὀλίγας
ἡμέρας ἔπλευσεν εἰς Σάμον, κἀκεῖθεν ὁρμώμενος ἐπολέμει.