Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΞΕΝΟΦΩΝ, ΑΠΟΜΝΗΜΟΝΕΥΜΑΤΑ

ΞΕΝ Απομν 4.4.12–4.4.16

Περί της φύσεως και λειτουργίας των νόμων
Το κεφάλαιο αυτό είναι αφιερωμένο στις αντιλήψεις του Σωκράτη για το δίκαιο και την ανάγκη υπακοής στους νόμους. Ακολουθεί ένα μικρό απόσπασμα από τη συζήτησή του περί δικαίου με τον διάσημο σοφιστή Ιππία.

[4.4.12] Ἀλλ’ ᾤμην ἔγωγ’, ἔφη ὁ Σωκράτης, τὸ μὴ θέλειν ἀδικεῖν
ἱκανὸν δικαιοσύνης ἐπίδειγμα εἶναι. εἰ δέ σοι μὴ δοκεῖ,
σκέψαι ἐὰν τόδε σοι μᾶλλον ἀρέσκῃ· φημὶ γὰρ ἐγὼ τὸ
νόμιμον δίκαιον εἶναι. Ἆρα τὸ αὐτὸ λέγεις, ὦ Σώκρατες,
νόμιμόν τε καὶ δίκαιον εἶναι; Ἔγωγε, ἔφη. [4.4.13] Οὐ γὰρ αἰσθά-
νομαί σου ὁποῖον νόμιμον ἢ ποῖον δίκαιον λέγεις. Νόμους
δὲ πόλεως, ἔφη, γιγνώσκεις; Ἔγωγε, ἔφη. Καὶ τίνας
τούτους νομίζεις; Ἃ οἱ πολῖται, ἔφη, συνθέμενοι ἅ τε δεῖ
ποιεῖν καὶ ὧν ἀπέχεσθαι ἐγράψαντο. Οὐκοῦν, ἔφη, νόμιμος
μὲν ἂν εἴη ὁ κατὰ ταῦτα πολιτευόμενος, ἄνομος δὲ ὁ ταῦτα
παραβαίνων; Πάνυ μὲν οὖν, ἔφη. Οὐκοῦν καὶ δίκαια μὲν
ἂν πράττοι ὁ τούτοις πειθόμενος, ἄδικα δ’ ὁ τούτοις ἀπειθῶν;
Πάνυ μὲν οὖν. Οὐκοῦν ὁ μὲν τὰ δίκαια πράττων δίκαιος,
ὁ δὲ τὰ ἄδικα ἄδικος; Πῶς γὰρ οὔ; Ὁ μὲν ἄρα νόμιμος
δίκαιός ἐστιν, ὁ δὲ ἄνομος ἄδικος. [4.4.14] καὶ ὁ Ἱππίας, Νόμους
δ’, ἔφη, ὦ Σώκρατες, πῶς ἄν τις ἡγήσαιτο σπουδαῖον πρᾶγμα
εἶναι ἢ τὸ πείθεσθαι αὐτοῖς, οὕς γε πολλάκις αὐτοὶ οἱ
θέμενοι ἀποδοκιμάσαντες μετατίθενται; Καὶ γὰρ πόλεμον,
ἔφη ὁ Σωκράτης, πολλάκις ἀράμεναι πόλεις πάλιν εἰρήνην
ποιοῦνται. Καὶ μάλα, ἔφη. Διάφορον οὖν τι οἴει ποιεῖν,
ἔφη, τοὺς τοῖς νόμοις πειθομένους φαυλίζων, ὅτι καταλυθεῖεν
ἂν οἱ νόμοι, ἢ εἰ τοὺς ἐν τοῖς πολέμοις εὐτακτοῦντας ψέγοις,
ὅτι γένοιτ’ ἂν εἰρήνη; ἢ καὶ τοὺς ἐν τοῖς πολέμοις ταῖς
πατρίσι προθύμως βοηθοῦντας μέμφῃ; Μὰ Δί’ οὐκ ἔγωγ’,
ἔφη. [4.4.15] Λυκοῦργον δὲ τὸν Λακεδαιμόνιον, ἔφη ὁ Σωκράτης,
καταμεμάθηκας, ὅτι οὐδὲν ἂν διάφορον τῶν ἄλλων πόλεων
τὴν Σπάρτην ἐποίησεν, εἰ μὴ τὸ πείθεσθαι τοῖς νόμοις
μάλιστα ἐνειργάσατο αὐτῇ; τῶν δὲ ἀρχόντων ἐν ταῖς πό-
λεσιν οὐκ οἶσθα ὅτι, οἵτινες ἂν τοῖς πολίταις αἰτιώτατοι
ὦσι τοῦ τοῖς νόμοις πείθεσθαι, οὗτοι ἄριστοί εἰσι, καὶ
πόλις, ἐν ᾗ μάλιστα οἱ πολῖται τοῖς νόμοις πείθονται, ἐν
εἰρήνῃ τε ἄριστα διάγει καὶ ἐν πολέμῳ ἀνυπόστατός ἐστιν;
[4.4.16] ἀλλὰ μὴν καὶ ὁμόνοιά γε μέγιστόν τε ἀγαθὸν δοκεῖ ταῖς
πόλεσιν εἶναι καὶ πλειστάκις ἐν αὐταῖς αἵ τε γερουσίαι καὶ
οἱ ἄριστοι ἄνδρες παρακελεύονται τοῖς πολίταις ὁμονοεῖν,
καὶ πανταχοῦ ἐν τῇ Ἑλλάδι νόμος κεῖται τοὺς πολίτας
ὀμνύναι ὁμονοήσειν, καὶ πανταχοῦ ὀμνύουσι τὸν ὅρκον τοῦ-
τον· οἶμαι δ’ ἐγὼ ταῦτα γίγνεσθαι οὐχ ὅπως τοὺς αὐτοὺς
χοροὺς κρίνωσιν οἱ πολῖται, οὐδ’ ὅπως τοὺς αὐτοὺς αὐλητὰς
ἐπαινῶσιν, οὐδ’ ὅπως τοὺς αὐτοὺς ποιητὰς αἱρῶνται, οὐδ’
ἵνα τοῖς αὐτοῖς ἥδωνται, ἀλλ’ ἵνα τοῖς νόμοις πείθωνται.
τούτοις γὰρ τῶν πολιτῶν ἐμμενόντων, αἱ πόλεις ἰσχυρόταταί
τε καὶ εὐδαιμονέσταται γίγνονται· ἄνευ δὲ ὁμονοίας οὔτ’
ἂν πόλις εὖ πολιτευθείη οὔτ’ οἶκος καλῶς οἰκηθείη.