Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΥΠΕΡ ΤΩΝ ΑΡΙΣΤΟΦΑΝΟΥΣ ΧΡΗΜΑΤΩΝ ΠΡΟΣ ΤΟ ΔΗΜΟΣΙΟΝ

ΛΥΣ 19.55–64

Το ήθος του ομιλητή και του πατέρα του – Ἐπίλογος: Ανακεφαλαίωση και έκκληση για μια δίκαιη απόφαση
Ο ομιλητής προσπάθησε να αποδείξει ότι ο πατέρας του, διαχειριστής της περιουσίας του Αριστοφάνη, δεν είχε υπεξαιρέσει κάποιο τμήμα της, όπως ισχυρίζονταν οι αντίδικοι, διότι, όταν πέθανε ο Αριστοφάνης, η περιουσία του δεν ξεπερνούσε τα τέσσερα τάλαντα. Στην πίστιν του λόγου του ο ομιλητής κατέφυγε σε πληθώρα παραδειγμάτων, για να δείξει ότι σε πολλές περιπτώσεις οι εκτιμήσεις για την περιουσία επιφανών πολιτών αποδείχτηκαν τελικά υπερβολικές, υποστηρίζοντας ότι το ίδιο ίσχυε και με την περιουσία του Αριστοφάνη (βλ. σχετικά ΛΥΣ 19.1–6). Και συνεχίζει:

    [55] Περὶ μὲν οὖν αὐτῆς τῆς γραφῆς, καὶ ᾧ τρόπῳ κηδε-
σταὶ ἡμῖν ἐγένοντο, καὶ ὅτι οὐκ ἐξήρκει τὰ ἐκείνου εἰς τὸν
ἔκπλουν, ἀλλὰ καὶ ὡς ἄλλοθεν προσεδανείσατο ἀκηκόατε
καὶ μεμαρτύρηται ὑμῖν· περὶ δ’ ἐμαυτοῦ βραχέα βούλομαι
ὑμῖν εἰπεῖν. ἐγὼ γὰρ ἔτη γεγονὼς ἤδη τριάκοντα οὔτε τῷ
πατρὶ οὐδὲν πώποτε ἀντεῖπον, οὔτε τῶν πολιτῶν οὐδείς
μοι ἐνεκάλεσεν, ἐγγύς τε οἰκῶν τῆς ἀγορᾶς οὔτε πρὸς δι-
καστηρίῳ οὔτε πρὸς βουλευτηρίῳ ὤφθην οὐδεπώποτε, πρὶν
ταύτην τὴν συμφορὰν γενέσθαι. [56] περὶ μὲν οὖν ἐμαυτοῦ το-
σαῦτα λέγω, περὶ δὲ τοῦ πατρός, ἐπειδὴ ὥσπερ ἀδικοῦντος
αἱ κατηγορίαι γεγένηνται, συγγνώμην ἔχετε, ἐὰν λέγω ἃ
ἀνήλωσεν εἰς τὴν πόλιν καὶ εἰς τοὺς φίλους· οὐ γὰρ φιλο-
τιμίας ἕνεκα ἀλλὰ τεκμήριον ποιούμενος ὅτι οὐ τοῦ αὐτοῦ
ἐστιν ἀνδρὸς ἄνευ ἀνάγκης τε πολλὰ ἀναλίσκειν καὶ μετὰ
κινδύνου τοῦ μεγίστου ἐπιθυμῆσαι ἔχειν τι τῶν κοινῶν.
[57] εἰσὶ δέ τινες οἱ προαναλίσκοντες οὐ μόνου τούτου ἕνεκα ἀλλ’
ἵνα ἄρχειν ὑφ’ ὑμῶν ἀξιωθέντες διπλάσια κομίσωνται. ὁ
τοίνυν ἐμὸς πατὴρ ἄρχειν μὲν οὐδεπώποτε ἐπεθύμησε, τὰς
δὲ χορηγίας ἁπάσας κεχορήγηκε, τετριηράρχηκε δὲ ἑπτάκις,
εἰσφορὰς δὲ πολλὰς καὶ μεγάλας εἰσενήνοχεν. ἵνα δὲ εἰδῆτε
καὶ ὑμεῖς, καθ’ ἑκάστην ἀναγνώσεται.
ΛΗΙΤΟΥΡΓΙΑΙ

    [58] Ἀκούετε, ὦ ἄνδρες δικασταί, τὸ πλῆθος. πεντήκοντα
γὰρ ἔτη ἐστὶν ὅσα ὁ πατὴρ καὶ τοῖς χρήμασι καὶ τῷ σώματι
τῇ πόλει ἐλῃτούργει. ἐν οὖν τοσούτῳ χρόνῳ δοκοῦντά τι ἐξ
ἀρχῆς ἔχειν οὐδεμίαν εἰκὸς δαπάνην πεφευγέναι. ὅμως δὲ
καὶ μάρτυρας ὑμῖν παρέξομαι.
ΜΑΡΤΥΡΕΣ

    [59] Τούτων συμπάντων κεφάλαιόν ἐστιν ἐννέα τάλαντα
καὶ δισχίλιαι δραχμαί. ἔτι τοίνυν καὶ ἰδίᾳ τισὶ τῶν πολιτῶν
ἀποροῦσι συνεξέδωκε θυγατέρας καὶ ἀδελφάς, τοὺς δ’ ἐλύ-
σατο ἐκ τῶν πολεμίων, τοῖς δ’ εἰς ταφὴν παρεῖχεν ἀργύ-
ριον. καὶ ταῦτ’ ἐποίει ἡγούμενος εἶναι ἀνδρὸς ἀγαθοῦ ὠφε-
λεῖν τοὺς φίλους, καὶ εἰ μηδεὶς μέλλοι εἴσεσθαι· νῦν δὲ
πρέπον ἐστὶ καὶ ὑμᾶς ἀκοῦσαί μου. καί μοι κάλει τὸν
καὶ τόν.
ΜΑΡΤΥΡΕΣ

    [60] Τῶν μὲν οὖν μαρτύρων ἀκηκόατε· ἐνθυμεῖσθε δὲ ὅτι
ὀλίγον μὲν [οὖν] χρόνον δύναιτ’ ἄν τις πλάσασθαι τὸν τρό-
πον τὸν αὑτοῦ, ἐν ἑβδομήκοντα δὲ ἔτεσιν οὐδ’ ἂν εἷς λάθοι
πονηρὸς ὤν. τῷ τοίνυν πατρὶ τῷ ἐμῷ ἄλλα μὲν ἄν τις ἔχοι
ἐπικαλέσαι ἴσως, εἰς χρήματα δὲ οὐδεὶς οὐδὲ τῶν ἐχθρῶν
ἐτόλμησε πώποτε. [61] οὔκουν ἄξιον τοῖς τῶν κατηγόρων λό-
γοις πιστεῦσαι μᾶλλον ἢ τοῖς ἔργοις, ἃ ἐπράχθη ἐν ἅπαντι
τῷ βίῳ, καὶ τῷ χρόνῳ, ὃν ὑμεῖς σαφέστατον ἔλεγχον τοῦ
ἀληθοῦς νομίσατε. εἰ γὰρ μὴ ἦν τοιοῦτος, οὐκ ἂν ἐκ πολ-
λῶν ὀλίγα κατέλιπεν, ἐπεὶ εἰ νῦν γε ἐξαπατηθείητε ὑπὸ
τούτων καὶ δημεύσαιθ’ ἡμῶν τὴν οὐσίαν, οὐδὲ δύο τάλαντα
λάβοιτ’ ἄν. ὥστε οὐ μόνον πρὸς δόξαν ἀλλὰ καὶ εἰς χρη-
μάτων λόγον λυσιτελεῖ μᾶλλον ὑμῖν ἀποψηφίσασθαι· πολὺ
γὰρ πλείω ὠφεληθήσεσθ’, ἐὰν ἡμεῖς ἔχωμεν. [62] σκοπεῖτε δὲ
ἐκ τοῦ παρεληλυθότος χρόνου, ὅσα φαίνεται ἀνηλωμένα
εἰς τὴν πόλιν· καὶ νῦν ἀπὸ τῶν ὑπολοίπων τριηραρχῶ
μὲν ἐγώ, τριηραρχῶν δὲ ὁ πατὴρ ἀπέθανεν, πειράσομαι
δ’, ὥσπερ καὶ ἐκεῖνον ἑώρων, ὀλίγα κατὰ μικρὸν παρα-
σκευάσασθαι εἰς τὰς κοινὰς ὠφελείας· ὥστε τῷ γ’ ἔργῳ
πάλαι <τῆς πόλεως> ταῦτ’ ἐστί, καὶ οὔτ’ ἐγὼ ἀφῃρημένος
ἀδικεῖσθαι οἰήσομαι, ὑμῖν τε πλείους οὕτως αἱ ὠφέλειαι
ἢ εἰ δημεύσαιτε. [63] πρὸς δὲ τούτοις ἄξιον ἐνθυμηθῆναι οἵαν
φύσιν εἶχεν ὁ πατήρ. ὅσα γὰρ ἔξω τῶν ἀναγκαίων ἐπεθύ-
μησεν ἀναλίσκειν, πάντα φανήσεται τοιαῦτα ὅθεν καὶ τῇ
πόλει τιμὴ ἔμελλεν ἔσεσθαι. αὐτίκα ὅτε ἵππευεν, οὐ μόνον
ἵππους ἐκτήσατο λαμπροὺς ἀλλὰ καὶ ἀθληταῖς ἐνίκη-
σεν Ἰσθμοῖ καὶ Νεμέᾳ, ὥστε τὴν πόλιν κηρυχθῆναι καὶ
αὐτὸν στεφανωθῆναι. [64] δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί,
καὶ τούτων καὶ τῶν ἄλλων μεμνημένους ἁπάντων τῶν εἰρη-
μένων βοηθεῖν ἡμῖν καὶ μὴ περιιδεῖν ὑπὸ τῶν ἐχθρῶν ἀναι-
ρεθέντας. καὶ ταῦτα ποιοῦντες τά τε δίκαια ψηφιεῖσθε καὶ
ὑμῖν αὐτοῖς τὰ συμφέροντα.