Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΚΑΤΑ ΕΡΑΤΟΣΘΕΝΟΥΣ

ΛΥΣ 12.1–13

Προοίμιον: Η ιδιομορφία της συγκεκριμένης δίκης – Η αρχή της διηγήσεως: Τα αληθινά κίνητρα των Τριάκοντα – Η φιλαργυρία του Πείσωνα
Ο Λυσίας κατηγορεί τον Ερατοσθένη ότι ως ένας από τους Τριάκοντα προκάλεσε τον φόνο του αδελφού του, του Πολέμαρχου. Ο λόγος εκφωνήθηκε το 403 π.Χ. από τον ίδιο τον ρήτορα.

    [1] Οὐκ ἄρξασθαί μοι δοκεῖ ἄπορον εἶναι, ὦ ἄνδρες δι-
κασταί, τῆς κατηγορίας, ἀλλὰ παύσασθαι λέγοντι· τοιαῦτα
αὐτοῖς τὸ μέγεθος καὶ τοσαῦτα τὸ πλῆθος εἴργασται, ὥστε
μήτ’ ἂν ψευδόμενον δεινότερα τῶν ὑπαρχόντων κατηγορῆ-
σαι, μήτε τἀληθῆ βουλόμενον εἰπεῖν ἅπαντα δύνασθαι,
ἀλλ’ ἀνάγκη ἢ τὸν κατήγορον ἀπειπεῖν ἢ τὸν χρόνον ἐπι-
λιπεῖν. [2] τοὐναντίον δέ μοι δοκοῦμεν πείσεσθαι ἢ ἐν τῷ πρὸ
τοῦ χρόνῳ. πρότερον μὲν γὰρ ἔδει τὴν ἔχθραν τοὺς κατη-
γοροῦντας ἐπιδεῖξαι, ἥτις εἴη πρὸς τοὺς φεύγοντας· νυνὶ
δὲ παρὰ τῶν φευγόντων χρὴ πυνθάνεσθαι ἥτις ἦν αὐτοῖς
πρὸς τὴν πόλιν ἔχθρα, ἀνθ’ ὅτου τοιαῦτα ἐτόλμησαν εἰς
αὐτὴν ἐξαμαρτάνειν. οὐ μέντοι ὡς οὐκ ἔχων οἰκείας ἔχθρας
καὶ συμφορὰς τοὺς λόγους ποιοῦμαι, ἀλλ’ ὡς ἅπασι πολ-
λῆς ἀφθονίας οὔσης ὑπὲρ τῶν ἰδίων ἢ ὑπὲρ τῶν δημοσίων
ὀργίζεσθαι. [3] ἐγὼ μὲν οὖν, ὦ ἄνδρες δικασταί, οὔτ’ ἐμαυτοῦ
πώποτε οὔτε ἀλλότρια πράγματα πράξας νῦν ἠνάγκασμαι
ὑπὸ τῶν γεγενημένων τούτου κατηγορεῖν, ὥστε πολλάκις
εἰς πολλὴν ἀθυμίαν κατέστην, μὴ διὰ τὴν ἀπειρίαν ἀνα-
ξίως καὶ ἀδυνάτως ὑπὲρ τοῦ ἀδελφοῦ καὶ ἐμαυτοῦ τὴν κα-
τηγορίαν ποιήσομαι. ὅμως δὲ πειράσομαι ὑμᾶς ἐξ ἀρχῆς
ὡς ἂν δύνωμαι δι’ ἐλαχίστων διδάξαι.

    [4] Οὑμὸς πατὴρ Κέφαλος ἐπείσθη μὲν ὑπὸ Περικλέους
εἰς ταύτην τὴν γῆν ἀφικέσθαι, ἔτη δὲ τριάκοντα ᾤκησε,
καὶ οὐδενὶ πώποτε οὔτε ἡμεῖς οὔτε ἐκεῖνος δίκην οὔτε
ἐδικασάμεθα οὔτε ἐφύγομεν, ἀλλ’ οὕτως ᾠκοῦμεν δημο-
κρατούμενοι ὥστε μήτε εἰς τοὺς ἄλλους ἐξαμαρτάνειν μήτε
ὑπὸ τῶν ἄλλων ἀδικεῖσθαι. [5] ἐπειδὴ δ’ οἱ τριάκοντα πονηροὶ
[μὲν] καὶ συκοφάνται ὄντες εἰς τὴν ἀρχὴν κατέστησαν,
φάσκοντες χρῆναι τῶν ἀδίκων καθαρὰν ποιῆσαι τὴν πόλιν
καὶ τοὺς λοιποὺς πολίτας ἐπ’ ἀρετὴν καὶ δικαιοσύνην τρα-
πέσθαι, [καὶ] τοιαῦτα λέγοντες οὐ τοιαῦτα ποιεῖν ἐτόλμων,
ὡς ἐγὼ περὶ τῶν ἐμαυτοῦ πρῶτον εἰπὼν καὶ περὶ τῶν
ὑμετέρων ἀναμνῆσαι πειράσομαι. [6] Θέογνις γὰρ καὶ Πείσων
ἔλεγον ἐν τοῖς τριάκοντα περὶ τῶν μετοίκων, ὡς εἶέν τινες
τῇ πολιτείᾳ ἀχθόμενοι· καλλίστην οὖν εἶναι πρόφασιν τι-
μωρεῖσθαι μὲν δοκεῖν, τῷ δ’ ἔργῳ χρηματίζεσθαι· πάντως
δὲ τὴν μὲν πόλιν πένεσθαι τὴν <δ’> ἀρχὴν δεῖσθαι χρη-
μάτων. [7] καὶ τοὺς ἀκούοντας οὐ χαλεπῶς ἔπειθον· ἀποκτιν-
νύναι μὲν γὰρ ἀνθρώπους περὶ οὐδενὸς ἡγοῦντο, λαμβάνειν
δὲ χρήματα περὶ πολλοῦ ἐποιοῦντο. ἔδοξεν οὖν αὐτοῖς δέκα
συλλαβεῖν, τούτων δὲ δύο πένητας, ἵνα αὐτοῖς ᾖ πρὸς τοὺς
ἄλλους ἀπολογία, ὡς οὐ χρημάτων ἕνεκα ταῦτα πέπρακ-
ται, ἀλλὰ συμφέροντα τῇ πολιτείᾳ γεγένηται, ὥσπερ τι
τῶν ἄλλων εὐλόγως πεποιηκότες. [8] διαλαβόντες δὲ τὰς οἰκίας
ἐβάδιζον· καὶ ἐμὲ μὲν ξένους ἑστιῶντα κατέλαβον, οὓς
ἐξελάσαντες Πείσωνί με παραδιδόασιν· οἱ δὲ ἄλλοι εἰς τὸ
ἐργαστήριον ἐλθόντες τὰ ἀνδράποδα ἀπεγράφοντο. ἐγὼ δὲ
Πείσωνα μὲν ἠρώτων εἰ βούλοιτό με σῶσαι χρήματα λαβών.
[9] ὁ δ’ ἔφασκεν, εἰ πολλὰ εἴη. εἶπον οὖν ὅτι τάλαντον ἀργυ-
ρίου ἕτοιμος εἴην δοῦναι· ὁ δ’ ὡμολόγησε ταῦτα ποιήσειν.
ἠπιστάμην μὲν οὖν ὅτι οὔτε θεοὺς οὔτ’ ἀνθρώπους νομίζει,
ὅμως δ’ ἐκ τῶν παρόντων ἐδόκει μοι ἀναγκαιότατον εἶναι
πίστιν παρ’ αὐτοῦ λαβεῖν. [10] ἐπειδὴ δὲ ὤμοσεν, ἐξώλειαν
ἑαυτῷ καὶ τοῖς παισὶν ἐπαρώμενος, λαβὼν τὸ τάλαντόν
με σώσειν, εἰσελθὼν εἰς τὸ δωμάτιον τὴν κιβωτὸν ἀνοίγνυμι.
Πείσων δ’ αἰσθόμενος εἰσέρχεται, καὶ ἰδὼν τὰ ἐνόντα καλεῖ
τῶν ὑπηρετῶν δύο, καὶ τὰ ἐν τῇ κιβωτῷ λαβεῖν ἐκέλευσεν.
[11] ἐπεὶ δὲ οὐχ ὅσον ὡμολόγητο εἶχεν, ὦ ἄνδρες δικασταί,
ἀλλὰ τρία τάλαντα ἀργυρίου καὶ τετρακοσίους κυζικηνοὺς
καὶ ἑκατὸν δαρεικοὺς καὶ φιάλας ἀργυρᾶς τέτταρας, ἐδεό-
μην αὐτοῦ ἐφόδιά μοι δοῦναι, ὁ δ’ ἀγαπήσειν με ἔφασκεν,
εἰ τὸ σῶμα σώσω. [12] ἐξιοῦσι δ’ ἐμοὶ καὶ Πείσωνι ἐπιτυγχάνει
Μηλόβιός τε καὶ Μνησιθείδης ἐκ τοῦ ἐργαστηρίου ἀπιόν-
τες, καὶ καταλαμβάνουσι πρὸς αὐταῖς ταῖς θύραις, καὶ
ἐρωτῶσιν ὅποι βαδίζοιμεν· ὁ δ’ ἔφασκεν εἰς [τὰ] τοῦ ἀδελ-
φοῦ τοῦ ἐμοῦ, ἵνα καὶ τὰ ἐν ἐκείνῃ τῇ οἰκίᾳ σκέψηται.
ἐκεῖνον μὲν οὖν ἐκέλευον βαδίζειν, ἐμὲ δὲ μεθ’ αὑτῶν ἀκο-
λουθεῖν εἰς Δαμνίππου. [13] Πείσων δὲ προσελθὼν σιγᾶν μοι
παρεκελεύετο καὶ θαρρεῖν, ὡς ἥξων ἐκεῖσε. καταλαμβάνο-
μεν δὲ αὐτόθι Θέογνιν ἑτέρους φυλάττοντα· ᾧ παραδόντες
ἐμὲ πάλιν ᾤχοντο. ἐν τοιούτῳ δ’ ὄντι μοι κινδυνεύειν
ἐδόκει, ὡς τοῦ γε ἀποθανεῖν ὑπάρχοντος ἤδη.