Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΛΥΣΙΑΣ, ΕΠΙΤΑΦΙΟΣ ΤΟΙΣ ΚΟΡΙΝΘΙΩΝ ΒΟΗΘΟΙΣ

ΛΥΣ 2.20–26

(ΛΥΣ 2.20–47: Τα πολεμικά κατορθώματα των Αθηναίων κατά τους περσικούς πολέμους) Η μάχη του Μαραθώνα
Ο ρήτορας, ακολουθώντας τη συνήθη δομή ενός επιτάφιου λόγου, εξύμνησε την αυτοχθονία των Αθηναίων και την επιλογή τους να καταλύσουν τη βασιλεία και να εγκαθιδρύσουν το πολίτευμα της δημοκρατίας. Και συνεχίζει:

    [20] Καὶ γάρ τοι καὶ φύντες καλῶς καὶ γνόντες ὅμοια,
πολλὰ μὲν καλὰ καὶ θαυμαστὰ οἱ πρόγονοι τῶν ἐνθάδε
κειμένων εἰργάσαντο, ἀείμνηστα δὲ καὶ μεγάλα καὶ παντα-
χοῦ οἱ ἐξ ἐκείνων γεγονότες τρόπαια διὰ τὴν αὑτῶν ἀρετὴν
κατέλιπον. μόνοι γὰρ ὑπὲρ ἁπάσης τῆς Ἑλλάδος πρὸς
πολλὰς μυριάδας τῶν βαρβάρων διεκινδύνευσαν. [21] ὁ γὰρ τῆς
Ἀσίας βασιλεὺς οὐκ ἀγαπῶν τοῖς ὑπάρχουσιν ἀγαθοῖς,
ἀλλ’ ἐλπίζων καὶ τὴν Εὐρώπην δουλώσεσθαι, ἔστειλε πεν-
τήκοντα μυριάδας στρατιάν. ἡγησάμενοι δέ, εἰ τήνδε τὴν
πόλιν ἢ ἑκοῦσαν φίλην ποιήσαιντο ἢ ἄκουσαν καταστρέ-
ψαιντο, ῥᾳδίως τῶν πολλῶν Ἑλλήνων ἄρξειν, ἀπέβησαν
εἰς Μαραθῶνα, νομίσαντες οὕτως ἂν ἐρημοτάτους εἶναι
συμμάχων [τοὺς Ἕλληνας], εἰ ἔτι στασιαζούσης τῆς Ἑλ-
λάδος ᾧ τινι χρὴ τρόπῳ τοὺς ἐπιόντας ἀμύνασθαι, τὸν
κίνδυνον ποιήσαιντο. [22] ἔτι δ’ αὐτοῖς ἐκ τῶν προτέρων ἔργων
περὶ τῆς πόλεως τοιαύτη δόξα παρειστήκει, ὡς εἰ μὲν
πρότερον ἐπ’ ἄλλην πόλιν ἴασιν, ἐκείνοις καὶ Ἀθηναίοις
πολεμήσουσι· προθύμως γὰρ τοῖς ἀδικουμένοις ἥξουσι βοη-
θήσοντες· εἰ δ’ ἐνθάδε πρῶτον ἀφίξονται, οὐδένας ἄλλους
τῶν Ἑλλήνων τολμήσειν ἑτέρους σῴζοντας φανερὰν ἔχθραν
πρὸς ἐκείνους ὑπὲρ αὐτῶν καταθέσθαι. [23] οἱ μὲν τοίνυν ταῦτα
διενοοῦντο· οἱ δ’ ἡμέτεροι πρόγονοι οὐ λογισμῷ εἰδότες
τοὺς ἐν τῷ πολέμῳ κινδύνους, ἀλλὰ νομίζοντες τὸν εὐκλεᾶ
θάνατον ἀθάνατον περὶ τῶν ἀγαθῶν καταλείπειν λόγον,
οὐκ ἐφοβήθησαν τὸ πλῆθος τῶν ἐναντίων, ἀλλὰ τῇ αὑτῶν
ἀρετῇ μᾶλλον ἐπίστευσαν. καὶ αἰσχυνόμενοι ὅτι ἦσαν οἱ
βάρβαροι αὐτῶν ἐν τῇ χώρᾳ, οὐκ ἀνέμειναν πυθέσθαι οὐδὲ
βοηθῆσαι τοὺς συμμάχους, οὐδ’ ᾠήθησαν δεῖν ἑτέροις τῆς
σωτηρίας χάριν εἰδέναι, ἀλλὰ σφίσιν αὐτοῖς τοὺς ἄλλους
Ἕλληνας. [24] ταῦτα μιᾷ γνώμῃ πάντες γνόντες ἀπήντων ὀλί-
γοι πρὸς πολλούς· ἐνόμιζον γὰρ ἀποθανεῖν μὲν αὐτοῖς μετὰ
πάντων προσήκειν, ἀγαθοὺς δ’ εἶναι μετ’ ὀλίγων, καὶ τὰς
μὲν ψυχὰς ἀλλοτρίας διὰ τὸν θάνατον κεκτῆσθαι, τὴν δ’ ἐκ
τῶν κινδύνων μνήμην ἰδίαν καταλείψειν. ἠξίουν δέ, οὓς
μὴ μόνοι νικῷεν, οὐδ’ ἂν μετὰ τῶν συμμάχων δύνασθαι·
καὶ ἡττηθέντες μὲν ὀλίγῳ τῶν ἄλλων προαπολεῖσθαι, νι-
κήσαντες δὲ καὶ τοὺς ἄλλους ἐλευθερώσειν. [25] ἄνδρες δ’ ἀγα-
θοὶ γενόμενοι, καὶ τῶν μὲν σωμάτων ἀφειδήσαντες, ὑπὲρ
δὲ τῆς ἀρετῆς οὐ φιλοψυχήσαντες, καὶ μᾶλλον τοὺς παρ’
αὑτοῖς νόμους αἰσχυνόμενοι ἢ τὸν πρὸς τοὺς πολεμίους
κίνδυνον φοβούμενοι, ἔστησαν μὲν τρόπαιον ὑπὲρ τῆς Ἑλ-
λάδος τῶν βαρβάρων ἐν τῇ αὑτῶν, ὑπὲρ χρημάτων εἰς τὴν
ἀλλοτρίαν ἐμβαλόντων, παρὰ τοὺς ὅρους τῆς χώρας, [26] οὕτω
δὲ διὰ ταχέων τὸν κίνδυνον ἐποιήσαντο, ὥστε οἱ αὐτοὶ τοῖς
ἄλλοις ἀπήγγειλαν τήν τ’ ἐνθάδε ἄφιξιν τῶν βαρβάρων καὶ
τὴν νίκην τῶν προγόνων. καὶ γάρ τοι οὐδεὶς τῶν ἄλλων
ἔδεισεν ὑπὲρ τοῦ μέλλοντος κινδύνου, ἀλλ’ ἀκούσαντες ὑπὲρ
τῆς αὑτῶν ἐλευθερίας ἥσθησαν. ὥστε οὐδὲν θαυμαστόν,
πάλαι τῶν ἔργων γεγενημένων, ὥσπερ καινῶν ὄντων ἔτι
καὶ νῦν τὴν ἀρετὴν αὐτῶν ὑπὸ πάντων ἀνθρώπων ζηλοῦσθαι.