Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΦΙΛΙΠΠΟΣ

ΙΣΟΚΡ 5.149–155

Η αποστολή του ρήτορα και το χρέος του Φιλίππου – Ἐπίλογος
Αφού ανέπτυξε την πλούσια επιχειρηματολογία του, για να πείσει τον Μακεδόνα βασιλιά Φίλιππο να αναλάβει την πανελλήνια εκστρατεία εναντίον των Περσών, ο Ισοκράτης φτάνει στο τέλος αυτού του επιστολικού του συγγράμματος.

    [149] Ταῦτ’ οὖν ἐξετάσας ἅπαντα καὶ διελθὼν πρὸς
αὑτόν, ἢν μέν τι τῶν εἰρημένων ᾖ μαλακώτερον ἢ κατα-
δεέστερον, αἰτιῶ τὴν ἡλικίαν τὴν ἐμήν, ᾗ δικαίως ἂν
ἅπαντες συγγνώμην ἔχοιεν· ἢν δ’ ὅμοια τοῖς πρότερον
διαδεδομένοις, νομίζειν αὐτὰ χρὴ μὴ τὸ γῆρας τοὐμὸν
εὑρεῖν ἀλλὰ τὸ δαιμόνιον ὑποβαλεῖν, οὐκ ἐμοῦ φροντίζον,
ἀλλὰ τῆς Ἑλλάδος κηδόμενον, καὶ βουλόμενον ταύτην τε
τῶν κακῶν ἀπαλλάξαι τῶν παρόντων καὶ σοὶ πολὺ μείζω
περιθεῖναι δόξαν τῆς νῦν ὑπαρχούσης. [150] οἶμαι δέ σ’
οὐκ ἀγνοεῖν ὃν τρόπον οἱ θεοὶ τὰ τῶν ἀνθρώπων διοι-
κοῦσιν. οὐ γὰρ αὐτόχειρες οὔτε τῶν ἀγαθῶν οὔτε τῶν
κακῶν γίγνονται τῶν συμβαινόντων αὐτοῖς, ἀλλ’ ἑκάστοις
τοιαύτην ἔννοιαν ἐμποιοῦσιν, [151] ὥστε δι’ ἀλλήλων ἡμῖν
ἑκάτερα παραγίγνεσθαι τούτων. οἷον ἴσως καὶ νῦν τοὺς
μὲν λόγους ἡμῖν ἀπένειμαν, ἐπὶ δὲ τὰς πράξεις σὲ τάτ-
τουσι, νομίζοντες τούτων μὲν σὲ κάλλιστ’ ἂν ἐπιστατῆ-
σαι, τὸν δὲ λόγον τὸν ἐμὸν ἥκιστ’ ἂν ὀχληρὸν γενέσθαι
τοῖς ἀκούουσιν. ἡγοῦμαι δὲ καὶ τὰ πεπραγμένα πρότερον
οὐκ ἄν ποτέ σοι γενέσθαι τηλικαῦτα τὸ μέγεθος, εἰ μή τις
θεῶν αὐτὰ συγκατώρθωσεν, [152] οὐχ ἵνα τοῖς βαρβάροις
μόνον τοῖς ἐπὶ τῆς Εὐρώπης κατοικοῦσι πολεμῶν διατε-
λῇς, ἀλλ’ ὅπως ἂν ἐν τούτοις γυμνασθεὶς καὶ λαβὼν
ἐμπειρίαν καὶ γνωσθεὶς οἷος εἶ τούτων ἐπιθυμήσῃς ὧν
ἐγὼ τυγχάνω συμβεβουλευκώς. αἰσχρὸν οὖν ἐστι καλῶς
τῆς τύχης ἡγουμένης ἀπολειφθῆναι καὶ μὴ παρασχεῖν
σαυτὸν εἰς ὃ βούλεταί σε προαγαγεῖν.

    [153] Νομίζω δὲ χρῆναί σε πάντας μὲν τιμᾶν τοὺς περὶ
τῶν σοι πεπραγμένων ἀγαθόν τι λέγοντας, κάλλιστα μέντοι
νομίζειν ἐκείνους ἐγκωμιάζειν, τοὺς μειζόνων ἔργων ἢ
τηλικούτων τὴν σὴν φύσιν ἀξιοῦντας, καὶ τοὺς μὴ μόνον
ἐν τῷ παρόντι κεχαρισμένως διειλεγμένους, ἀλλ’ οἵ τινες
ἂν τοὺς ἐπιγιγνομένους οὕτω ποιήσωσι τὰς σὰς πράξεις
θαυμάζειν ὡς οὐδενὸς ἄλλου τῶν προγεγενημένων. πολλὰ
δὲ βουλόμενος τοιαῦτα λέγειν οὐ δύναμαι· τὴν δ’ αἰτίαν
δι’ ἥν, πλεονάκις τοῦ δέοντος εἴρηκα.

    [154] Λοιπὸν οὖν ἐστι τὰ προειρημένα συναγαγεῖν, ἵν’
ὡς ἐν ἐλαχίστοις κατίδῃς τὸ κεφάλαιον τῶν συμβεβουλευ-
μένων. φημὶ γὰρ χρῆναί σε τοὺς μὲν Ἕλληνας εὐεργετεῖν,
Μακεδόνων δὲ βασιλεύειν, τῶν δὲ βαρβάρων ὡς πλείστων
ἄρχειν. ἢν γὰρ ταῦτα πράττῃς, ἅπαντές σοι χάριν ἕξουσιν,
οἱ μὲν Ἕλληνες ὑπὲρ ὧν εὖ πάσχουσι, Μακεδόνες δ’ ἢν
βασιλικῶς ἀλλὰ μὴ τυραννικῶς αὐτῶν ἐπιστατῇς, τὸ δὲ
τῶν ἄλλων γένος, ἢν διὰ σὲ βαρβαρικῆς δεσποτείας ἀπαλ-
λαγέντες Ἑλληνικῆς ἐπιμελείας τύχωσι.

    [155] Ταῦθ’ ὅπως μὲν γέγραπται τοῖς καιροῖς καὶ ταῖς
ἀκριβείαις, παρ’ ὑμῶν τῶν ἀκουόντων πυνθάνεσθαι
δίκαιόν ἐστιν· ὅτι μέντοι βελτίω τούτων καὶ μᾶλλον ἁρμότ-
τοντα τοῖς ὑπάρχουσιν οὐδεὶς ἄν σοι συμβουλεύσειεν,
σαφῶς εἰδέναι νομίζω.