[27] Φίλους κτῶ μὴ πάντας τοὺς βουλομένους, ἀλλὰ
τοὺς τῆς σῆς φύσεως ἀξίους ὄντας, μηδὲ μεθ’ ὧν ἥδιστα
συνδιατρίψεις, ἀλλὰ μεθ’ ὧν ἄριστα τὴν πόλιν διοικήσεις.
ἀκριβεῖς ποιοῦ τὰς δοκιμασίας τῶν συνόντων, εἰδὼς ὅτι
πάντες οἱ μή σοι πλησιάσαντες ὅμοιόν σε τοῖς χρωμένοις
εἶναι νομιοῦσιν. τοιούτους ἐφίστη τοῖς πράγμασιν τοῖς μὴ
διὰ σοῦ γιγνομένοις, ὡς αὐτὸς τὰς αἰτίας ἕξων ὧν ἂν ἐκεῖνοι
πράξωσιν. [28] πιστοὺς ἡγοῦ μὴ τοὺς ἅπαν ὅ τι ἂν λέγῃς ἢ
ποιῇς ἐπαινοῦντας, ἀλλὰ τοὺς τοῖς ἁμαρτανομένοις ἐπιτι-
μῶντας. δίδου παρρησίαν τοῖς εὖ φρονοῦσιν, ἵνα περὶ ὧν
ἂν ἀμφιγνοῇς, ἔχῃς τοὺς συνδοκιμάσοντας. διόρα καὶ τοὺς
τέχνῃ κολακεύοντας καὶ τοὺς μετ’ εὐνοίας θεραπεύοντας,
ἵνα μὴ πλέον οἱ πονηροὶ τῶν χρηστῶν ἔχωσιν. ἄκουε τοὺς
λόγους τοὺς περὶ ἀλλήλων, καὶ πειρῶ γνωρίζειν ἅμα τούς
τε λέγοντας, ὁποῖοί τινές εἰσι, καὶ περὶ ὧν ἂν λέγωσιν.
[29] ταῖς αὐταῖς κόλαζε ζημίαις τοὺς ψευδῶς διαβάλλοντας,
αἷσπερ τοὺς ἐξαμαρτάνοντας.
Ἄρχε σαυτοῦ μηδὲν ἧττον ἢ τῶν ἄλλων, καὶ τοῦθ’
ἡγοῦ βασιλικώτατον, ἂν μηδεμιᾷ δουλεύῃς τῶν ἡδονῶν,
ἀλλὰ κρατῇς τῶν ἐπιθυμιῶν μᾶλλον ἢ τῶν πολιτῶν. μηδε-
μίαν συνουσίαν εἰκῇ προσδέχου μηδ’ ἀλογίστως, ἀλλ’ ἐπ’
ἐκείναις ταῖς διατριβαῖς ἔθιζε σαυτὸν χαίρειν, ἐξ ὧν αὐτός
τ’ ἐπιδώσεις καὶ τοῖς ἄλλοις βελτίων εἶναι δόξεις. [30] μὴ
φαίνου φιλοτιμούμενος ἐπὶ τοῖς τοιούτοις ἃ καὶ τοῖς κακοῖς
διαπράξασθαι δυνατόν ἐστιν, ἀλλ’ ἐπ’ ἀρετῇ μέγα φρονῶν,
ἧς οὐδὲν μέρος τοῖς πονηροῖς μέτεστιν. νόμιζε τῶν τιμῶν
ἀληθεστάτας εἶναι μὴ τὰς ἐν τῷ φανερῷ μετὰ δέους γιγνο-
μένας, ἀλλ’ ὅταν αὐτοὶ παρ’ αὑτοῖς ὄντες μᾶλλόν σου τὴν
γνώμην ἢ τὴν τύχην θαυμάζωσιν. λάνθανε μέν, ἢν ἐπί τῴ
σοι συμβῇ τῶν φαύλων χαίρειν, ἐνδείκνυσο δὲ περὶ τὰ
μέγιστα σπουδάζων.
[31] Μὴ τοὺς μὲν ἄλλους ἀξίου κοσμίως ζῆν τοὺς δὲ
βασιλεῖς ἀτάκτως, ἀλλὰ τὴν σαυτοῦ σωφροσύνην παρά-
δειγμα τοῖς ἄλλοις καθίστη, γιγνώσκων ὅτι τὸ τῆς πόλεως
ὅλης ἦθος ὁμοιοῦται τοῖς ἄρχουσιν. σημεῖον ἔστω σοι τοῦ
καλῶς βασιλεύειν, ἂν τοὺς ἀρχομένους ὁρᾷς εὐπορωτέρους
καὶ σωφρονεστέρους γιγνομένους διὰ τὴν σὴν ἐπιμέλειαν.
[32] περὶ πλείονος ποιοῦ δόξαν καλὴν ἢ πλοῦτον μέγαν τοῖς
παισὶν καταλιπεῖν· ὁ μὲν γὰρ θνητός, ἡ δ’ ἀθάνατος, καὶ
δόξῃ μὲν χρήματα κτητά, δόξα δὲ χρημάτων οὐκ ὠνητή, καὶ
τὰ μὲν καὶ φαύλοις παραγίγνεται, τὴν δ’ οὐχ οἷόν τε ἀλλ’ ἢ
τοὺς διενεγκόντας κτήσασθαι. τρύφα μὲν ἐν ταῖς ἐσθῆσι καὶ
τοῖς περὶ τὸ σῶμα κόσμοις, καρτέρει δ’ ὡς χρὴ τοὺς βασιλεύ-
οντας ἐν τοῖς ἄλλοις ἐπιτηδεύμασιν, ἵν’ οἱ μὲν ὁρῶντες διὰ
τὴν ὄψιν ἄξιόν σε τῆς ἀρχῆς εἶναι νομίζωσιν, οἱ δὲ συνόντες
διὰ τὴν τῆς ψυχῆς ῥώμην τὴν αὐτὴν ἐκείνοις γνώμην ἔχωσιν.
[33] Ἐπισκόπει τοὺς λόγους ἀεὶ τοὺς σαυτοῦ καὶ τὰς
πράξεις, ἵν’ ὡς ἐλαχίστοις ἁμαρτήμασιν περιπίπτῃς. κράτι-
στον μὲν τῆς ἀκμῆς τῶν καιρῶν τυγχάνειν, ἐπειδὴ δὲ δυσ-
καταμαθήτως ἔχουσιν, ἐλλείπειν αἱροῦ καὶ μὴ πλεονάζειν·
αἱ γὰρ μετριότητες μᾶλλον ἐν ταῖς ἐνδείαις ἢ ταῖς ὑπερβο-
λαῖς ἔνεισιν. [34] ἀστεῖος εἶναι πειρῶ καὶ σεμνός· τὸ μὲν
γὰρ τῇ τυραννίδι πρέπει, τὸ δὲ πρὸς τὰς συνουσίας ἁρμότ-
τει. χαλεπώτατον δὲ τοῦτο πάντων ἐστὶ τῶν προσταγμά-
των· εὑρήσεις γὰρ ὡς ἐπὶ τὸ πολὺ τοὺς μὲν σεμνυνομένους
ψυχροὺς ὄντας, τοὺς δὲ βουλομένους ἀστείους εἶναι ταπει-
νοὺς φαινομένους. δεῖ δὲ χρῆσθαι μὲν ἀμφοτέραις ταῖς ἰδέαις
ταύταις, τὴν δὲ συμφορὰν τὴν ἑκατέρᾳ προσοῦσαν διαφεύ-
γειν. [35] ὅ τι ἂν ἀκριβῶσαι βουληθῇς ὧν ἐπίστασθαι προσή-
κει τοὺς βασιλεῖς, ἐμπειρίᾳ μέτιθι καὶ φιλοσοφίᾳ· τὸ μὲν γὰρ
φιλοσοφεῖν τὰς ὁδούς σοι δείξει, τὸ δ’ ἐπ’ αὐτῶν τῶν ἔργων
γυμνάζεσθαι δύνασθαί σε χρῆσθαι τοῖς πράγμασι ποιήσει.
|