Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΛΑΤΑΪΚΟΣ

ΙΣΟΚΡ 14.42–50

Ο Ισοκράτης καλεί τους Αθηναίους να βοηθήσουν τους Πλαταιείς
Ο ομιλητής (βλ. ΙΣΟΚΡ 14.1–6) ανασκεύασε τα επιχειρήματα που είχαν επικαλεστεί οι Θηβαίοι, για να δικαιολογήσουν την επίθεσή τους εναντίον των Πλαταιών (374/3 π.Χ), τονίζοντας ότι αυτή ήταν προϊόν της αλαζονείας μιας πόλης, που, μόλις ένιωσε ισχυρή, καταστρατήγησε κάθε έννοια δικαίου. Το τελευταίο κατά τον ανώνυμο Πλαταιέα θα οδηγούσε τους Θηβαίους στην καταστροφή, όπως είχε συμβεί κατά το παρελθόν σε αντίστοιχες περιπτώσεις.

    [42] Μηδεὶς οὖν ὑμῶν ὀρρωδείτω μετὰ τοῦ δικαίου ποιού-
μενος τοὺς κινδύνους, μηδ’ οἰέσθω συμμάχων ἀπορήσειν,
ἂν τοῖς ἀδικουμένοις ἐθέλητε βοηθεῖν ἀλλὰ μὴ Θηβαίοις
μόνοις· οἷς νῦν τἀναντία ψηφισάμενοι πολλοὺς ἐπιθυμεῖν
ποιήσετε τῆς ὑμετέρας φιλίας. ἢν γὰρ ἐνδείξησθ’ ὡς
ὁμοίως ἅπασιν ὑπὲρ τῶν συνθηκῶν παρεσκεύασθε πολε-
μεῖν, [43] τίνες εἰς τοῦτ’ ἀνοίας ἥξουσιν ὥστε βούλεσθαι
μετὰ τῶν καταδουλουμένων εἶναι μᾶλλον ἢ μεθ’ ὑμῶν τῶν
ὑπὲρ τῆς αὑτῶν ἐλευθερίας ἀγωνιζομένων; Εἰ δὲ μή, τί
λέγοντες, ἢν πάλιν γένηται πόλεμος, ἀξιώσετε προσάγε-
σθαι τοὺς Ἕλληνας, εἰ τὴν αὐτονομίαν προτείνοντες ἐκδώ-
σετε πορθεῖν Θηβαίοις ἥντιν’ ἂν βούλωνται τῶν πόλεων;
[44] πῶς δ’ οὐ τἀναντία φανήσεσθε πράττοντες ὑμῖν
αὐτοῖς, εἰ Θηβαίους μὲν μὴ διακωλύσετε παραβαίνοντας
τοὺς ὅρκους καὶ τὰς συνθήκας, πρὸς δὲ Λακεδαιμονίους
ὑπὲρ τῶν αὐτῶν τούτων προσποιήσεσθε πολεμεῖν; καὶ τῶν
μὲν κτημάτων τῶν ὑμετέρων αὐτῶν ἀπέστητε, βουλόμενοι
τὴν συμμαχίαν ὡς μεγίστην ποιῆσαι, τούτους δὲ τὴν
ἀλλοτρίαν ἔχειν ἐάσετε καὶ τοιαῦτα ποιεῖν ἐξ ὧν ἅπαντες
χείρους εἶναι νομιοῦσιν ὑμᾶς;

    [45] Ὃ δὲ πάντων δεινότατον, εἰ τοῖς μὲν συνεχῶς
μετὰ Λακεδαιμονίων γεγενημένοις δεδογμένον ὑμῖν ἐστὶ
βοηθεῖν, ἤν τι παράσπονδον αὐτοῖς ἐκεῖνοι προστάττωσιν,
ἡμᾶς δ’ οἳ τὸν μὲν πλεῖστον χρόνον μεθ’ ὑμῶν ὄντες διατε-
τελέκαμεν, τὸν δὲ τελευταῖον μόνον πόλεμον ὑπὸ Λακεδαι-
μονίοις ἠναγκάσθημεν γενέσθαι, διὰ ταύτην τὴν πρόφασιν
ἀθλιώτατα πάντων ἀνθρώπων περιόψεσθε διακειμένους.
[46] τίνας γὰρ ἂν ἡμῶν εὕροι τις δυστυχεστέρους, οἵτινες καὶ
πόλεως καὶ χώρας καὶ χρημάτων ἐν μιᾷ στερηθέντες ἡμέρᾳ,
πάντων τῶν ἀναγκαίων ὁμοίως ἐνδεεῖς ὄντες ἀλῆται καὶ
πτωχοὶ καθέσταμεν, ἀποροῦντες ὅποι τραπώμεθα, καὶ
πάσας τὰς οἰκήσεις δυσχεραίνοντες. ἤν τε γὰρ δυστυχοῦ-
ντας καταλάβωμεν, ἀλγοῦμεν ἀναγκαζόμενοι πρὸς τοῖς
οἰκείοις κακοῖς καὶ τῶν ἀλλοτρίων κοινωνεῖν· [47] ἤν θ’ ὡς
εὖ πράττοντας ἔλθωμεν, ἔτι χαλεπώτερον ἔχομεν, οὐ ταῖς
ἐκείνων φθονοῦντες εὐπορίαις, ἀλλὰ μᾶλλον ἐν τοῖς τῶν
πέλας ἀγαθοῖς τὰς ἡμετέρας αὐτῶν συμφορὰς καθορῶντες,
ἐφ’ αἷς ἡμεῖς οὐδεμίαν ἡμέραν ἀδακρυτὶ διάγομεν ἀλλὰ πεν-
θοῦντες τὴν πατρίδα καὶ θρηνοῦντες τὴν μεταβολὴν τὴν
γεγενημένην ἅπαντα τὸν χρόνον διατελοῦμεν. [48] τίνα
γὰρ ἡμᾶς οἴεσθε γνώμην ἔχειν ὁρῶντας καὶ τοὺς γονέας
αὑτῶν ἀναξίως γηροτροφουμένους καὶ τοὺς παῖδας οὐκ
ἐπὶ ταῖς ἐλπίσιν αἷς ἐποιησάμεθα παιδευομένους, ἀλλὰ
πολλοὺς μὲν μικρῶν ἕνεκα συμβολαίων δουλεύοντας, ἄλ-
λους δ’ ἐπὶ θητείαν ἰόντας, τοὺς δ’ ὅπως ἕκαστοι δύνανται
τὰ καθ’ ἡμέραν ποριζομένους, ἀπρεπῶς καὶ τοῖς τῶν προγό-
νων ἔργοις καὶ ταῖς αὑτῶν ἡλικίαις καὶ τοῖς φρονήμασιν
τοῖς ἡμετέροις; [49] ὃ δὲ πάντων ἄλγιστον, ὅταν τις ἴδῃ
χωριζομένους ἀπ’ ἀλλήλων μὴ μόνον πολίτας ἀπὸ πολι-
τῶν, ἀλλὰ καὶ γυναῖκας ἀπ’ ἀνδρῶν καὶ θυγατέρας ἀπὸ
μητέρων καὶ πᾶσαν τὴν συγγένειαν διαλυομένην, ὃ πολ-
λοῖς τῶν ἡμετέρων πολιτῶν διὰ τὴν ἀπορίαν συμβέβηκεν·
ὁ γὰρ κοινὸς βίος ἀπολωλὼς ἰδίας τὰς ἐλπίδας ἕκαστον
ἡμῶν ἔχειν πεποίηκεν. [50] οἶμαι δ’ ὑμᾶς οὐδὲ τὰς ἄλλας
αἰσχύνας ἀγνοεῖν τὰς διὰ πενίαν καὶ φυγὴν γιγνομένας,
ἃς ἡμεῖς τῇ μὲν διανοίᾳ χαλεπώτερον τῶν ἄλλων φέρομεν,
τῷ δὲ λόγῳ παραλείπομεν, αἰσχυνόμενοι λίαν ἀκριβῶς τὰς
ἡμετέρας αὐτῶν ἀτυχίας ἐξετάζειν.