Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΕΡΙ ΕΙΡΗΝΗΣ

ΙΣΟΚΡ 8.17–27

(ΙΣΟΚΡ 8. Πίστις: §17–144) Τα πλεονεκτήματα από την επικράτηση της ειρήνης

    [17] Ἢν μὲν οὖν ἐνταῦθα καταλίπω τὸν λόγον, οἶδ’ ὅτι
δόξω τὴν πόλιν ἐλαττοῦν, εἰ Θηβαῖοι μὲν ἕξουσιν Θεσπιὰς
καὶ Πλαταιὰς καὶ τὰς ἄλλας πόλεις ἃς παρὰ τοὺς ὅρκους
κατειλήφασιν, ἡμεῖς δ’ ἔξιμεν μηδεμιᾶς ἀνάγκης οὔσης ἐξ
ὧν τυγχάνομεν ἔχοντες· ἢν δὲ διὰ τέλους ἀκούσητέ μου
προσέχοντες τὸν νοῦν, οἶμαι πάντας ὑμᾶς καταγνώσεσθαι
πολλὴν ἄνοιαν καὶ μανίαν τῶν τὴν ἀδικίαν πλεονεξίαν εἶναι
νομιζόντων καὶ τῶν τὰς ἀλλοτρίας πόλεις βίᾳ κατεχόντων
καὶ μὴ λογιζομένων τὰς συμφορὰς τὰς ἐκ τῶν τοιούτων
ἔργων γιγνομένας.

    [18] Ταῦτα μὲν οὖν διὰ παντὸς τοῦ λόγου πειρασό-
μεθα διδάσκειν ὑμᾶς, περὶ δὲ τῆς εἰρήνης πρῶτον
διαλεχθῶμεν, καὶ σκεψώμεθα τί ἂν ἐν τῷ παρόντι
γενέσθαι βουληθεῖμεν ἡμῖν. ἢν γὰρ ταῦτα καλῶς ὁρισώ-
μεθα καὶ νοῦν ἐχόντως, πρὸς ταύτην τὴν ὑπόθεσιν ἀποβλέ-
ποντες ἄμεινον βουλευσόμεθα καὶ περὶ τῶν ἄλλων.
[19] ἆρ’ οὖν ἂν ἐξαρκέσειεν ἡμῖν, εἰ τήν τε πόλιν
ἀσφαλῶς οἰκοῖμεν καὶ τὰ περὶ τὸν βίον εὐπορώτεροι
γιγνοίμεθα καὶ τά τε πρὸς ἡμᾶς αὐτοὺς ὁμονοοῖμεν καὶ
παρὰ τοῖς Ἕλλησιν εὐδοκιμοῖμεν; ἐγὼ μὲν γὰρ ἡγοῦμαι
τούτων ὑπαρξάντων τελέως τὴν πόλιν εὐδαιμονήσειν.
ὁ μὲν τοίνυν πόλεμος ἁπάντων ἡμᾶς τῶν εἰρημένων
ἀπεστέρηκεν· καὶ γὰρ πενεστέρους πεποίηκε, καὶ πολλοὺς
κινδύνους ὑπομένειν ἠνάγκασε, καὶ πρὸς τοὺς Ἕλληνας
διαβέβληκε, καὶ πάντας τρόπους τεταλαιπώρηκεν ἡμᾶς.
[20] ἢν δὲ τὴν εἰρήνην ποιησώμεθα καὶ τοιούτους ἡμᾶς
αὐτοὺς παράσχωμεν οἵους αἱ κοιναὶ συνθῆκαι προστάτ-
τουσι, μετὰ πολλῆς μὲν ἀσφαλείας τὴν πόλιν οἰκήσομεν,
ἀπαλλαγέντες πολέμων καὶ κινδύνων καὶ ταραχῆς, εἰς
ἣν νῦν πρὸς ἀλλήλους καθέσταμεν, καθ’ ἑκάστην δὲ τὴν
ἡμέραν πρὸς εὐπορίαν ἐπιδώσομεν, ἀναπεπαυμένοι μὲν
τῶν εἰσφορῶν καὶ τῶν τριηραρχιῶν καὶ τῶν ἄλλων τῶν
περὶ τὸν πόλεμον λειτουργιῶν, ἀδεῶς δὲ γεωργοῦντες
καὶ τὴν θάλατταν πλέοντες καὶ ταῖς ἄλλαις ἐργασίαις
ἐπιχειροῦντες αἳ νῦν διὰ τὸν πόλεμον ἐκλελοίπασιν.
[21] ὀψόμεθα δὲ τὴν πόλιν διπλασίας μὲν ἢ νῦν τὰς προσό-
δους λαμβάνουσαν, μεστὴν δὲ γιγνομένην ἐμπόρων καὶ
ξένων καὶ μετοίκων ὧν νῦν ἐρήμη καθέστηκεν.

    Τὸ δὲ μέγιστον, συμμάχους ἕξομεν ἅπαντας ἀνθρώπους,
οὐ βεβιασμένους, ἀλλὰ πεπεισμένους, οὐδ’ ἐν ταῖς μὲν
ἀσφαλείαις διὰ τὴν δύναμιν ἡμᾶς ὑποδεχομένους, ἐν δὲ
τοῖς κινδύνοις ἀποστησομένους, ἀλλ’ οὕτω διακειμένους
ὥσπερ χρὴ τοὺς ὡς ἀληθῶς συμμάχους καὶ φίλους ὄντας.

    [22] Πρὸς δὲ τούτοις, ἃ νῦν ἀπολαβεῖν οὐ δυνάμεθα διὰ
πολέμου καὶ πολλῆς δαπάνης, ταῦτα διὰ πρεσβείας ῥᾳδίως
κομιούμεθα. μὴ γὰρ οἴεσθε μήτε Κερσοβλέπτην ὑπὲρ
Χερρονήσου μήτε Φίλιππον ὑπὲρ Ἀμφιπόλεως πολεμήσειν,
ὅταν ἴδωσιν ἡμᾶς μηδενὸς τῶν ἀλλοτρίων ἐφιεμένους.
νῦν μὲν γὰρ εἰκότως φοβοῦνται γείτονα ποιήσασθαι τὴν
πόλιν ταῖς αὑτῶν δυναστείαις, [23] ὁρῶσιν γὰρ ἡμᾶς
οὐ στέργοντας ἐφ’ οἷς ἂν ἔχωμεν, ἀλλ’ ἀεὶ τοῦ πλείονος
ὀρεγομένους· ἢν δὲ μεταβαλώμεθα τὸν τρόπον καὶ δόξαν
βελτίω λάβωμεν, οὐ μόνον ἀποστήσονται τῆς ἡμετέρας,
ἀλλὰ καὶ τῆς αὑτῶν προσδώσουσι· λυσιτελεῖ γὰρ αὐτοῖς
θεραπεύουσιν τὴν δύναμιν τὴν τῆς πόλεως ἀσφαλῶς
ἔχειν τὰς αὑτῶν βασιλείας.

    [24] Καὶ μὲν δὴ καὶ τῆς Θρᾴκης ἡμῖν ἐξέσται
τοσαύτην ἀποτεμέσθαι χώραν ὥστε μὴ μόνον
αὐτοὺς ἄφθονον ἔχειν, ἀλλὰ καὶ τοῖς δεομένοις
τῶν Ἑλλήνων καὶ δι’ ἀπορίαν πλανωμένοις ἱκανὸν
δύνασθαι βίον παρασχεῖν. ὅπου γὰρ Ἀθηνόδωρος
καὶ Καλλίστρατος, ὁ μὲν ἰδιώτης ὢν, ὁ δὲ φυγὰς, οἰκίσαι
πόλεις οἷοί τε γεγόνασιν, ἦ που βουληθέντες ἡμεῖς
πολλοὺς ἂν τόπους τοιούτους κατασχεῖν δυνηθεῖμεν.
χρὴ δὲ τοὺς πρωτεύειν ἐν τοῖς Ἕλλησιν ἀξιοῦντας
τοιούτων ἔργων ἡγεμόνας γίγνεσθαι πολὺ μᾶλλον ἢ πολέ-
μου καὶ στρατοπέδων ξενικῶν, ὧν νῦν ἐπιθυμοῦντες ἡμεῖς
τυγχάνομεν.

    [25] Περὶ μὲν οὖν ὧν οἱ πρέσβεις ἐπαγγέλλονται, καὶ
ταῦθ’ ἱκανά, καὶ πόλλ’ ἂν ἴσως τις προσθείη τούτοις·
ἡγοῦμαι δὲ δεῖν ἡμᾶς οὐ μόνον ψηφισαμένους τὴν
εἰρήνην ἐκ τῆς ἐκκλησίας ἀπελθεῖν, ἀλλὰ καὶ βουλευσα-
μένους ὅπως ἄξομεν αὐτήν, καὶ μὴ ποιήσομεν ὅπερ
εἰώθαμεν, ὀλίγον χρόνον διαλιπόντες πάλιν εἰς τὰς αὐτὰς
καταστησόμεθα ταραχάς, μηδ’ ἀναβολὴν ἀλλ’ ἀπαλλαγὴν
εὑρήσομέν τινα τῶν κακῶν τῶν παρόντων. [26] οὐδὲν
δὲ τούτων οἷόν τ’ ἐστὶ γενέσθαι πρότερον, πρὶν ἂν
πεισθῆτε τὴν μὲν ἡσυχίαν ὠφελιμωτέραν καὶ κερδαλεωτέ-
ραν εἶναι τῆς πολυπραγμοσύνης, τὴν δὲ δικαιοσύνην τῆς
ἀδικίας, τὴν δὲ τῶν ἰδίων ἐπιμέλειαν τῆς τῶν ἀλλοτρίων
ἐπιθυμίας.

    Περὶ ὧν οὐδεὶς πώποτε τῶν ῥητόρων εἰπεῖν
ἐν ὑμῖν ἐτόλμησεν· ἐγὼ δὲ περὶ αὐτῶν τούτων τοὺς
πλείστους τῶν λόγων μέλλω ποιεῖσθαι πρὸς ὑμᾶς· ὁρῶ
γὰρ τὴν εὐδαιμονίαν ἐν τούτοις ἐνοῦσαν, ἀλλ’ οὐκ ἐν οἷς
νῦν τυγχάνομεν πράττοντες. [27] ἀνάγκη δὲ τὸν ἔξω
τῶν εἰθισμένων ἐπιχειροῦντα δημηγορεῖν καὶ τὰς ὑμετέρας
γνώμας μεταστῆσαι βουλόμενον πολλῶν πραγμάτων ἅψασ-
θαι καὶ διὰ μακροτέρων τοὺς λόγους ποιήσασθαι, καὶ
τὰ μὲν ἀναμνῆσαι, τῶν δὲ κατηγορῆσαι, τὰ δ’ ἐπαινέσαι,
περὶ δὲ τῶν συμβουλεῦσαι· μόλις γὰρ ἄν τις ὑμᾶς ἐξ
ἁπάντων τούτων ἐπὶ τὸ βέλτιον φρονῆσαι δυνηθείη προ-
αγαγεῖν.