Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΕΡΙ ΑΝΤΙΔΟΣΕΩΣ

ΙΣΟΚΡ 15.237–242

Διαφθορείς της νεολαίας είναι συκοφάντες όπως ο αντίδικος
Ο Ισοκράτης τόνισε ότι η ύπαρξη φαύλων ανάμεσα σε όσους διδάσκουν ή διδάσκονται κάποια τέχνη ή πνευματική δραστηριότητα, δεν πρέπει να μας οδηγεί αυτομάτως στην καταδίκη της. Επικαλούμενος το παράδειγμα επιφανών πολιτικών, όπως ο Σόλωνας ή ο Περικλής, οι οποίοι ήταν άριστοι χειριστές του λόγου, έδειξε ότι για τη διαφθορά των πολιτών δεν ευθυνόταν η ρητορική τέχνη. Όσοι, λοιπόν, όπως ο κατήγορος, υποστήριζαν κάτι τέτοιο ήταν απλοί συκοφάντες.

    [237] Ἔχω δὲ δεῖξαι καὶ τόπους ἐν οἷς ἔξεστιν ἰδεῖν
τοῖς βουλομένοις τοὺς πολυπράγμονας καὶ τοὺς ταῖς
αἰτίαις ἐνόχους ὄντας ἃς οὗτοι τοῖς σοφισταῖς ἐπιφέ-
ρουσιν. ἐν γὰρ ταῖς σανίσι ταῖς ὑπὸ τῶν ἀρχόντων ἐκτι-
θεμέναις ἀναγκαῖόν ἐστιν, ἐν μὲν ταῖς ὑπὸ τῶν θεσμο-
θετῶν ἀμφοτέρους ἐνεῖναι, τούς τε τὴν πόλιν ἀδικοῦν-
τας καὶ τοὺς συκοφαντοῦντας, ἐν δὲ ταῖς τῶν ἕνδεκα
τούς τε κακουργοῦντας καὶ τοὺς τούτοις ἐφεστῶτας, ἐν
δὲ ταῖς τῶν τετταράκοντα τούς τ’ ἐν τοῖς ἰδίοις πράγ-
μασιν ἀδικοῦντας καὶ τοὺς μὴ δικαίως ἐγκαλοῦντας·
[238] ἐν αἷς τοῦτον μὲν καὶ τοὺς τούτου φίλους εὕροιτ’
ἂν ἐν πολλαῖς ἐγγεγραμμένους, ἐμὲ δὲ καὶ τοὺς περὶ
τὴν αὐτὴν ἐμοὶ διατριβὴν ὄντας οὐδ’ ἐν μιᾷ τούτων
ἐνόντας, ἀλλ’ οὕτω τὰ περὶ ἡμᾶς αὐτοὺς διοικοῦντας
ὥστε μηδὲν δεῖσθαι τῶν ἀγώνων τῶν παρ’ ὑμῖν.
[239] καίτοι τοὺς μήτ’ ἐν ταῖς πραγματείαις ταύταις
ὄντας μήτ’ ἀκολάστως ζῶντας μήτε περὶ ἄλλην πρᾶξιν
μηδεμίαν αἰσχρὰν γεγενημένους πῶς οὐκ ἐπαινεῖσθαι
προσήκει μᾶλλον ἢ κρίνεσθαι; δῆλον γὰρ ὅτι τοιαῦτα
τοὺς συνόντας παιδεύομεν, οἷά περ αὐτοὶ τυγχάνομεν
ἐπιτηδεύοντες.

    [240] Ἔτι τοίνυν γνώσεσθε σαφέστερον ἐκ τῶν ῥηθή-
σεσθαι μελλόντων ὡς πόρρω τοῦ διαφθείρειν τοὺς νεωτέ-
ρους ἐσμέν. εἰ γάρ τι τοιοῦτον ἐποιοῦμεν, οὐκ ἂν Λυσίμα-
χος ἦν ὁ λυπούμενος ὑπὲρ αὐτῶν οὐδ’ ἄλλος οὐδεὶς τῶν
τοιούτων, ἀλλὰ τοὺς πατέρας ἂν ἑωρᾶτε τῶν συνόντων
ἡμῖν καὶ τοὺς οἰκείους ἀγανακτοῦντας καὶ γραφομένους
καὶ δίκην ζητοῦντας παρ’ ἡμῶν λαμβάνειν. [241] νῦν δ’
ἐκεῖνοι μὲν συνιστᾶσι τοὺς παῖδας τοὺς αὑτῶν,καὶ
χρήματα διδόασι, καὶ χαίρουσιν ὁπόταν ὁρῶσιν αὐτοὺς
μεθ’ ἡμῶν ἡμερεύοντας, οἱ δὲ συκοφάνται διαβάλλουσι
καὶ πράγματα παρέχουσιν ἡμῖν, ὧν τίνες ἂν ἥδιον ἴδοιεν
πολλοὺς τῶν πολιτῶν διαφθειρομένους καὶ πονηροὺς
γιγνομένους; ἴσασι γὰρ σφᾶς αὐτοὺς ἐν μὲν τοῖς τοιού-
τοις δυναστεύοντας, ὑπὸ δὲ τῶν καλῶν κἀγαθῶν καὶ νοῦν
ἐχόντων ἀπολλυμένους, ὁπόταν ληφθῶσιν. [242] ὥσθ’
οὗτοι μὲν σωφρονοῦσιν ἀναιρεῖν ζητοῦντες ἁπάσας
τὰς τοιαύτας διατριβάς, ἐν αἷς ἡγοῦνται βελτίους γενο-
μένους χαλεπωτέρους ἔσεσθαι ταῖς αὑτῶν πονηρίαις καὶ
συκοφαντίαις, ὑμᾶς δὲ προσήκει τἀναντία τούτοις πράτ-
τειν, καὶ ταῦτα νομίζειν εἶναι κάλλιστα τῶν ἐπιτηδευμά-
των οἷς ἂν τούτους ὁρᾶτε μάλιστα πολεμοῦντας.