Σώματα Κειμένων

Ανθολόγιο Αττικής Πεζογραφίας 

 

ΙΣΟΚΡΑΤΗΣ, ΠΕΡΙ ΑΝΤΙΔΟΣΕΩΣ

ΙΣΟΚΡ 15.217–220

Τα κίνητρα της αδικίας
Ο Ισοκράτης υποστήριξε ότι δεν παραπλάνησε ποτέ τους υποψήφιους μαθητές του με υποσχέσεις για γνώσεις που δεν θα μπορούσε να τους μεταδώσει ή με διαβεβαιώσεις για μια επιτυχημένη σταδιοδρομία στον στίβο της πολιτικής ή της ρητορικής. Επιπλέον, κατηγόρησε για άγνοια και μικροψυχία όσους μιλούσαν περιφρονητικά για την παιδευτική αξία της ρητορικής.

    [217] Πρῶτον μὲν οὖν ὁρίσασθαι δεῖ τίνων ὀρεγόμενοι
καὶ τίνος τυχεῖν βουλόμενοι τολμῶσί τινες ἀδικεῖν· ἢν γὰρ
ταῦτα καλῶς περιλάβωμεν, ἄμεινον γνώσεσθε τὰς αἰτίας
τὰς καθ’ ἡμῶν λεγομένας, εἴτ’ ἀληθεῖς εἰσιν εἴτε ψευδεῖς.
ἐγὼ μὲν οὖν ἡδονῆς ἢ κέρδους ἢ τιμῆς ἕνεκα φημὶ πάντας
πάντα πράττειν· ἔξω γὰρ τούτων οὐδεμίαν ἐπιθυμίαν ὁρῶ
τοῖς ἀνθρώποις ἐγγιγνομένην. [218] εἰ δὴ ταῦθ’ οὕτως
ἔχει, λοιπόν ἐστι σκέψασθαι τί τούτων ἂν ἡμῖν γίγνοιτο δια-
φθείρουσι τοὺς νεωτέρους.

    Πότερ’ ἂν ἡσθείημεν ὁρῶντες ἢ καὶ πυνθανόμενοι
πονηροὺς αὐτοὺς ὄντας καὶ δοκοῦντας τοῖς συμπολιτευομέ-
νοις; καὶ τίς οὕτως ἐστὶν ἀναίσθητος, ὅστις οὐκ ἂν ἀλγή-
σειε τοιαύτης διαβολῆς περὶ αὑτὸν γιγνομένης; [219] ἀλλὰ
μὴν οὐδ’ ἂν θαυμασθεῖμεν οὐδὲ τιμῆς μεγάλης τύχοιμεν
τοιούτους τοὺς συνόντας ἀποπέμποντες, ἀλλὰ πολὺ ἂν
μᾶλλον καταφρονηθεῖμεν καὶ μισηθεῖμεν τῶν ταῖς ἄλλαις
πονηρίαις ἐνόχων ὄντων. καὶ μὴν οὐδ’ εἰ ταῦτα παρίδοιμεν,
χρήματα πλεῖστ’ ἂν λάβοιμεν οὕτω παιδείας προεστῶτες.
[220] οἶμαι γὰρ δήπου τοῦτό γε πάντας γιγνώσκειν, ὅτι
σοφιστῇ μισθὸς κάλλιστός ἐστι καὶ μέγιστος, ἢν τῶν μαθη-
τῶν τινες καλοὶ κἀγαθοὶ καὶ φρόνιμοι γένωνται καὶ παρὰ
τοῖς πολίταις εὐδοκιμοῦντες· οἱ μὲν γὰρ τοιοῦτοι πολλοὺς
μετασχεῖν τῆς παιδείας εἰς ἐπιθυμίαν καθιστᾶσιν, οἱ δὲ
πονηροὶ καὶ τοὺς πρότερον συνεῖναι διανοουμένους ἀπο-
τρέπουσιν. ὥστε τίς ἂν ἐν τούτοις τὸ κρεῖττον ἀγνοήσειεν,
οὕτω μεγάλην τὴν διαφορὰν τῶν πραγμάτων ἐχόντων;